Humanitext Reader

プルタルコス · 詮索好きについて §7-9

秘密を暴くお節介への嫌悪と信頼の喪失

4 / 7 箇所 · ギリシア語

要旨

人々が自己の欠点や秘密を隠そうとする心理を指摘し、お節介な人々が他人の秘密を暴こうとして信頼を失い、かえって情報から遠ざけられる愚行を論じている。

§7οὕτω δʼ ἑκάστῳ λυπηρόν ἐστιν ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις, ὥστε πολλοὺς ἀποθανεῖν ἂν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς.
このように、自分の欠点を暴かれることは誰にとっても苦痛なことであり、そのため多くの人々は、秘密の病を医師たちに見せるくらいなら、その前に死んでしまうことを望むほどである。
φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτʼ ἦν ἄνθρωπος, ἔχοντα τὰ φάρμακα καὶ τὰ ὄργανα, κατʼ οἰκίαν παριστάμενον ἀνακρίνειν, μή τις ἔχει; σύριγγα περὶ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ·
たとえば、ヘロピロスやエラシストラトス、あるいはアスクレピオス自身が人間であった頃、薬や器具を携えて家々に立ち寄り、誰かが肛門の瘻孔を患っていないか、あるいは女性が子宮に癌を患っていないかと詮索することを想定してみよ。
καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον ἀλλὰ πᾶς ἄν τις, οἶμαι, τὸν τοιοῦτον ἀπήλασεν, ὅτι τὴν χρείαν οὐ περιμένων ἄκλητος ἐπʼ ἀλλοτρίων κακῶν ἔρχεται κατανόησιν.
もっとも、この技術においてはそのようなお節介も救いとなるものである。 しかし、誰もがそのような者を追い払うだろう、と私は思う。 なぜなら、必要とされるのを待たずに、招かれざる身で他人の不運を観察しに来るからである。
οἱ δὲ πολυπράγμονες αὐτὰ ταῦτα καὶ τὰ τούτων ἔτι χείρονα ζητοῦσιν, οὐ θεραπεύοντες ἀλλὰ μόνον ἀνακαλύπτοντες·
しかし、お節介な者たちは、治療するためではなく、ただ暴くために、まさにこれらのことや、これらよりもさらに悪いことを探し求める。
ὅθεν μισοῦνται δικαίως.
それゆえ、彼らが憎まれるのは当然である。
καὶ γὰρ τοὺς τελώνας βαρυνόμεθα καὶ δυσχεραίνομεν, οὐχ ὅταν τὰ ἐμφανῆ τῶν εἰσαγομένων ἐκλέγωσιν, ἀλλʼ ὅταν τὰ κεκρυμμένα ζητοῦντες ἐν ἀλλοτρίοις σκεύεσι καὶ φορτίοις ἀναστρέφωνται·
実際、我々は税関吏たちを煙たく思い、不快に感じる。 それは彼らが輸入される品物のうち明白なものを検査するときではなく、隠されたものを探して他人の器や荷物の中をかき回すときである。
καίτοι τοῦτο ποιεῖν ὁ νόμος δίδωσιν αὐτοῖς, καὶ βλάπτονται μὴ ποιοῦντες.
もっとも、そうすることを法律は彼らに許しており、そうしなければ彼らは損失を被るのであるが。
οἱ δὲ πολυπράγμονες ἀπολλύουσι καὶ προΐενται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τἀλλότρια καὶ σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι, τὸ ἥσυχον καὶ σιωπηρὸν τῆς ἐρημίας οὐ φέροντες ἐὰν δὲ καὶ παραβάλωσι διὰ χρόνου, ταῖς τῶν γειτόνων ἀμπέλοις ἐμβλέπουσι μᾶλλον ἢ ταῖς ἰδίαις·
これに対して、お節介な者たちは、他人の事に関わるあまり、自分自身の事柄を台無しにし、放棄している。 彼らはめったに田舎へは行かない。 静寂で沈黙に満ちた孤独に耐えられないからである。 また、もし久方ぶりにそこを訪れたとしても、自分のぶどう畑よりも隣人のぶどう畑の方をよく見る。
καὶ πυνθάνονται πόσοι βόες τοῦ γείτονος; ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης γέγονε·
そして、隣人の牛が何頭死んだか、あるいはどれほどのワインが酸っぱくなったかと尋ねる。
ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν.
そして、これらの話ですぐに満たされると、走り去ってしまう。
ὁ μὲν γὰρ ἀληθινὸς ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως ἐρχόμενον ἐκ πόλεως λόγον ἡδέως προσδέχεται, λέγων " εἶτά μοι σκάπτων ἐρεῖ, ἐφʼ οἷς γεγόνασιν αἱ διαλύσεις·
なぜなら、かの本物の農夫は、街からひとりでに伝わってくる噂話さえ喜んで受け入れず、次のように言うからである。 "それから彼は、私が耕しているときに話すのだろう、いかなる条件で和解が成立したのかを。
ταῦτα γὰρ πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ. "
あいつ、呪われたやつは、まさにこれらをお節介に詮索しながら、今もうろついているのだ。
§8οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν ἀγροικίαν, εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται·
"お節介な者たちは、田舎暮らしを何か古臭く、冷淡で、劇的でないものとして避け、展示場や広場、港へと押し寄せる。
μή τι καινόν;
「何か新しいことはないか。
οὐ γὰρ ἦς πρωῒ κατʼ ἀγοράν;
」「朝、広場にいなかったのか。
τί οὖν;
」「だから何だ。
ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι;
わずか三時間で都市が様変わりしたとでも思うのか。
οὐ μὴν ἀλλʼ ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καὶ καταφιλήσας ἕστηκεν ἀκροώμενος.
」いやそれどころか、もし誰かがそのような何かを語ることができれば、馬から下り、握手をして口づけを交わし、立ち止まって耳を傾ける。
ἐὰν δʼ ἀπαντήσας εἴπῃ τις ὅτι οὐθὲν καινὸν, ὥσπερ ἀχθόμενος τί λέγεις;
しかし、もし出会った人が「何も新しいことはない」と言えば、不満げにこう言う。 「何を言っているのだ。
φησὶν οὐ γέγονας κατʼ ἀγοράν;
広場に行かなかったのか。
οὐ παρελήλυθας τὸ στρατήγιον;
将軍府の前を通り過ぎなかったのか。
οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας;
イタリアから到着した者たちに出会わなかったのか。
διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες, ἐπεί τις ἐξ ἀποδημίας προσιὼν ἠρώτησε μή τι καινόν, ἐζημίωσαν αὐτόν.
」それゆえ、ロクリスの役人たちは、ある者が旅先から戻ってきて「何か新しいことはないか」と尋ねたとき、彼に罰金を科したが、それは見事なことであった。
ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δʼ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵνʼ ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν.
なぜなら、料理人が家畜の豊富を、漁師が魚の豊漁を祈るように、お節介な者たちは、悪事の豊富さや多くの事件、新奇な出来事や変動を祈るからである。 それは彼らが常に何かを狩り立て、切り刻むことができるようにするためである。
εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης·
また、トゥリオイの立法者の定めも優れていた。
κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας.
というのも、彼は市民を喜劇で嘲笑することを禁じたが、姦通者とお節介な者だけは例外としたからである。
ἔοικε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς·
実際、姦通とは、他人の快楽に対する一種のお節介であり、多くの人々から守られ、隠されているものの探求と調査である。
ἥ τε πολυπραγμοσύνη παράλυσίς ἐστι καὶ φθορὰ καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων.
また、お節介とは、秘密にされている事柄の解体、破滅、そして暴露であるからだ。
§9τῇ μὲν οὖν πολυμαθείᾳ τὴν πολυλογίαν ἕπεσθαι συμβαίνει·
さて、博識には、多弁が伴うものである。
διὸ καὶ Πυθαγόρας ἔταξε τοῖς νέοις πενταέτιδα σιωπήν, ἐχεμυθίαν προσαγορεύσας.
それゆえピュタゴラスも若者たちに五年の沈黙を課し、これを「沈黙の遵守」と呼んだ。
τῇ δὲ περιεργίᾳ τὴν κακολογίαν ἀνάγκη συνακολουθεῖν ἃ γὰρ ἡδέως ἀκούουσιν ἡδέως λαλοῦσι, καὶ ἃ παρʼ ἄλλων σπουδῇ συλλέγουσι πρὸς ἑτέρους μετὰ χαρᾶς ἐκφέρουσιν.
これに対して、お節介には、悪口が必然的に伴う。 というのも、彼らは喜んで聞くことを喜んで話し、他から熱心に集めたことを、他者へと喜び勇んで漏らすからである。
ὅθεν αὐτοῖς μετὰ τῶν ἄλλων κακῶν τὸ νόσημα καὶ πρὸς τὴν ἐπιθυμίαν ἐμποδών ἐστι·
それゆえ、彼らにとって、他の悪徳に加えてこの病癖は、自分たちの欲望そのものを阻む障害となる。
πάντες γὰρ αὐτοὺς φυλάττονται καὶ ἀποκρύπτονται, καὶ οὔτε πρᾶξαί τι πολυπράγμονος ὁρῶντος οὔτε εἰπεῖν ἀκούοντος ἡδέως ἔχουσιν·
なぜなら、すべての人が彼らを警戒し、隠し事をするからであり、お節介な者が見ている前で何かを行ったり、聞いている前で何かを語ったりすることを誰も好まないからである。
ἀλλὰ καὶ βουλὰς ἀνατίθενται καὶ σκέψεις πραγμάτων ὑπερβάλλονται, μέχρι ἂν ἐκποδὼν ὁ τοιοῦτος γένηται·
それどころか、そのような者が立ち去るまで、相談を延期し、事柄の検討を先送りする。
κἂν ἢ λόγου τινὸς ἀπορρήτου παρόντος ἢ πράξεως σπουδαίας περαινομένης ἀνὴρ πολυπράγμων ἐπιφανῇ, καθάπερ ὄψον γαλῆς παραδραμούσης αἴρουσιν ἐκ μέσου καὶ ἀποκρύπτουσιν·
また、もし何らかの秘密の話がなされていたり、重大な用件が遂行されていたりするときに、お節介な男が現れると、まるでイタチが走り抜けたときにご馳走を片付けるかのように、それらを目の前から取り除いて隠してしまう。
ὥστε πολλάκις τὰ τοῖς ἄλλοις ῥητὰ καὶ θεατὰ τούτοις μόνοις ἄρρητα καὶ ἀθέατα γίγνεσθαι.
その結果、他の人々にとっては語られ、見られる事柄が、彼らだけにとって語られず、見られないものとなることがよくある。
διὸ καὶ πίστεως ἁπάσης ἔρημος ὁ πολυπράγμων ἐστίν·
それゆえ、お節介な者はあらゆる信頼を奪われている。
οἰκέταις γοῦν καὶ ξένοις πιστεύομεν μᾶλλον ἐπιστολὰς καὶ γράμματα καὶ σφραγῖδας ἢ φίλοις καὶ οἰκείοις πολυπράγμοσιν.
実際、我々は手紙や文書や印章を、お節介な友人や親族よりも、むしろ使用人や異邦人に信頼して託すのである。
ὁ δὲ Βελλεροφόντης ἐκεῖνος οὐδὲ καθʼ ἑαυτοῦ γράμματα κομίζων ἔλυσεν, ἀλλʼ ἀπέσχετο τῆς ἐπιστολῆς τοῦ βασιλέως ὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν.
あのかのベレロポンは、自分自身に対する不利な書状を運んでいるときでさえ、それを開封しなかった。 むしろ、王妃に対して示したのと同じ自制心によって、王の手紙を開くことを控えたのである。
ἀκρασίας γὰρ τὸ πολυπραγμονεῖν ὡς καὶ τὸ μοιχεύειν, καὶ πρὸς τῇ ἀκρασίᾳ δεινῆς ἀνοίας καὶ ἀφροσύνης·
なぜなら、お節介を働くことは姦通することと同様に不自制の表れであり、その不自制に加えて、恐るべき愚かさと分別のなさの表れだからである。
τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας; ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης.
というのも、これほど多くの誰にでも開かれた公の女性たちを通り過ぎて、閉じ込められた、金のかかる、しかも往々にして容姿の醜い女性のもとへと押し入ることは、狂気と非常識の極みだからである。
ταὐτὸ δʼ οἱ πολυπράγμονες ποιοῦσι·
お節介な者たちもまったく同じことをしている。
πολλὰ καὶ καλὰ θεάματα καὶ ἀκούσματα καὶ σχολὰς καὶ διατριβὰς παρελθόντες, ἐπιστόλια διορύττουσιν ἀλλότρια καὶ παραβάλλουσι γειτόνων τοίχοις τὰ ὦτα καὶ συμψιθυρίζουσιν οἰκέταις καὶ γυναίοις, πολλάκις μὲν οὐδʼ ἀκινδύνως ἀεὶ δʼ ἀδόξως.
多くの美しく素晴らしい見聞きすべきもの、余暇、学問的な探求を通り過ぎて、他人の手紙をこじ開け、隣人の壁に耳を押し当て、奴隷たちや女たちとひそひそ話を交わす。 それは往々にして危険を伴い、常に不名誉なことなのである。

語釈・文法注

  1. 518dἀποθανεῖν ἂν πρότερον ἢ δεῖξαί τι των ἀπορρήτων — ἀποθανεῖν は ἂν を伴って潜在的希求法または反実仮想の直説法に由来する対格不定詞句を形成しており、πρότερον ἢ(〜するよりはむしろ先に)と組み合わさることで、「見せるよりはむしろ先に死ぬことを望むだろう」という強い意志や可能性を表している。
  2. 518eφέρει γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ... ἀνακρίνειν — 命令形 φέρει(〜を仮定せよ)が、対格不定詞構造(Ἡρόφιλον... ἀνακρίνειν)を導く非人称的用法。この φέρει は特定の対象を呼ぶのではなく、思考実験の導入として機能している。
  3. 519cἔοικε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας ἡδονῆς εἶναι — 動詞 ἔοικε に対し、主語が ἥ τε μοιχεία であり、述語として πολυπραγμοσύνη τις ... εἶναι が続く属格形容補語を伴う文構造。ἀλλοτρίας ἡδονῆς は πολυπραγμοσύνη の目的格的属格(他人の快楽に対するお節介)として機能している。
  4. 519eὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν — ὡς τῆς γυναικὸς は ἀπέσχετο(〜を控えた)に係る省略構造であり、「王妃に対する自制と同様の自制によって」を意味する。ὡς は比較を表し、前文の王妃(ステネボイア)に対するベレロポンの自制の話を前提としている。
  5. 519fτὸ γὰρ τοσαύτας παρελθόντα ... ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι ... ὑπερβολὴ μανίας — 冠詞 τὸ によって名詞化された対格不定詞句(τοσαύτας παρελθόντα ... ὠθεῖσθαι)が、文全体の主語として機能している。不定詞の主語(行為者)は対格分詞 παρελθόντα で示され、一般の人(または姦通者)を指す。「〜することは、狂気の極み(ὑπερβολὴ μανίας)である」という判断を示す。

この箇所を引用する

プルタルコス, 詮索好きについて §7-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg102.humanitext-grc2:7-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。