§3ἀλλʼ ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα προσιδεῖν οὐχ ὑπομένουσιν οὐδʼ ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφʼ ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλʼ ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βόσκουσα καὶ πιαίνουσα τὸ κακόηθες.
あいつらのある者は、自分自身の生き方をきわめて不愉快な光景として見つめることに耐えられず、理性という光を自分自身の上に反射させ、向きを変えることもしない。 むしろ、あらゆる種類の悪徳に満ち、内部にあるものに怯え恐れている魂は、外へと飛び出して扉の外にさまよい出し、他人の事柄のまわりを徘徊し、悪意を養い、肥え太らせるのである。
ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ πολλάκις, τροφῆς πολλῆς παρακειμένης, εἰς γωνίαν καταδῦσα σκαλεύει
"ἔνθα γέ που διαφαίνεθʼ ἅτʼ ἐν κοπρίῃ μία κριθή· "
παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδʼ ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα κακὰ πάσης οἰκίας ἐκλέγουσι.
なぜなら、家の中の鶏がしばしば、たくさんの餌がそばに置かれているにもかかわらず、隅の方へと潜り込んで、「糞の中に一本の麦でも見えはしないか」と引っかき回すように、それとよく似た仕方で、お節介な者たちは、公の対話や歴史、あるいは誰も知ることを妨げず、知ろうとしても誰も不快に思わないような事柄を飛び越えて、すべての家の、隠され潜んでいる悪徳を選び出すのである。
καίτοι γε τὸ τοῦ Αἰγυπτίου χάριεν πρὸς τὸν ἐρωτῶντα τί φέρει συγκεκαλυμμένον,
διὰ τοῦτο συγκεκάλυπται
καὶ σὺ δὴ τί πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον;
もっとも、包み隠されたものを何を持っているのかと尋ねる人に対する、エジプト人の機知に富んだ答えはこうであった。 「そのためにこそ包み隠されているのだ。 」あなたもまた、なぜ隠されている事柄をお節介に詮索するのか。
εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο.
もし何か悪いことでなければ、隠されはしなかっただろうに。
καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομίζεται παρελθεῖν ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς θεραπαινίδας·
ところで、他人の家の扉を叩きもしないで入ることは許されないと考えられている。 しかし今では門衛がおり、昔は扉を叩くノッカーが注意を引いたものだった。 それは、他人が家の中の主婦や処女、あるいは罰せられている奴隷や、叫び声を上げている女召使たちを突然見つけてしまわないようにするためであった。
ὁ δὲ πολυπράγμων ἐπʼ αὐτὰ ταῦτα παραδύεται, σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδʼ ἂν παρακαλῇ τις ἡδέως γιγνόμενος θεατής· ὧν δʼ ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτʼ ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις.
しかしお節介な者は、まさにこれらの中に忍び込む。 慎み深く落ち着いた家であれば、たとえ誰かが招待したとしても、好んで見物する者にはならないだろうが、鍵や閂や中門の扉がそのために存在するような事柄を暴露し、他人の前に引きずり出すのである。
καίτοι καὶ
τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν
ὡς Ἀρίστων φησὶν
ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν·
もっとも、風の中でも、アリストンが言うように、私たちの衣服をまくり上げるような風を私たちは最も嫌う。
ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ
διὰ παρθενικῆς ἁπαλόχροος
ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν.
しかし、お節介な者は、隣人の上着や下着ではなく、壁を引き剥がし、扉を押し開け、そして「うら若い処女の肌を通り抜けて」、風のように忍び込み、這い回り、秘儀や舞踊や夜を徹する祭りを調べ上げては、告発するのである。
§4καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος
"τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν. "
οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς ἅμʼ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων·
そして、喜劇で風刺されたクレオンの「両手はアイトリア人のもとにあり、心はクロピダイ(泥棒の里)にあり」という言葉のように、そのようにお節介な者の心は同時に、富裕な者の家の中、貧しい者の部屋の中、王たちの宮廷の中、新婚の者の寝室の中にある。
πάντα πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων·
彼はあらゆる事柄、異邦人の事柄や、支配者たちの事柄を詮索する。
οὐδʼ ἀκινδύνως ταῦτα ζητῶν·
しかし、これらを詮索することは危険がないわけではない。
ἀλλʼ οἷον, εἴ τις ἀκονίτου γεύοιτο πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸν προαισθανόμενον·
むしろ、もし誰かがお節介にもトリカブトの性質を味わってみようとするなら、その薬草は知覚に先んじて、あらかじめそれを感知しようとする者を滅ぼしてしまうようなものである。
οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς.
そのように、権力者たちの悪事を暴き出そうとする者たちは、それを知ることに先んじて、自分自身を滅ぼしてしまうのである。
καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες, ἀποτυφλοῦνται.
実際、太陽の、この豊かに全ての人に降り注ぐ光線を無視しながら、その円盤そのものを不躾に見つめ、その光を内側に押し入ろうと大胆に挑む人々は、盲目になる。
διὸ καλῶς Φιλιππίδης ὁ κωμῳδιοποιός, εἰπόντος αὐτῷ ποτε Λυσιμάχου τοῦ βασιλέως
τίνος σοι τῶν ἐμῶν μεταδῶ; μόνον
εἶπεν
ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων
τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα, οἱ πλοῦτοι, αἱ πανηγύρεις, αἱ χάριτες·
それゆえ、喜劇詩人フィリッピデスは、かつてリシマコス王から言われたとき、「お前のために私の持っているもののうち、何を分け与えようか」と言われたとき、見事に「王よ、ただ、あなたの秘密(の事柄)だけはご勘弁を」と言った。 なぜなら、王たちの最も愉快で美しいものは外に提示されているからである。 すなわち、宴会、富、祝祭、恩恵などである。
εἰ δέ τι ἀπόρρητον ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς; .
しかし、もし何かが秘密であるなら、近づいてはならず、それを動かしてもならない。
οὐ κρύπτεται χαρὰ βασιλέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας; παρασκευὴ καὶ χάριτος·
幸運な王の喜びや、戯れる王の笑い、あるいは慈悲や恩恵の準備は隠されない。
φοβερόν ἐστι τὸ κρυπτόμενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλοτυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία.
恐ろしいのは、隠されているものであり、それは陰鬱で、笑わず、近づきがたい。 それは、何らかの根深い怒りの蓄積であり、あるいは重苦しい復讐の思案であり、あるいは妻の嫉妬、息子への疑念、あるいは友人への不信である。
φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος·
この黒く立ち込める雲を避けなさい。
οὐ λήσεταί σε βροντῆσαν οὐδʼ ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον.
現在隠されているものが破裂するとき、それが雷鳴を響かせ稲妻を放つのを、あなたは免れることはできないのだから。