Humanitext Reader

プルタルコス · 詮索好きについて §10-11

無用な知識への嫌悪と日常的な注意の抑制訓練

5 / 7 箇所 · ギリシア語

要旨

著者はお節介を克服するために、自分の記憶にある役に立たない情報を見つめ直して嫌悪感を抱く方法を提案し、次いで些細な対象から注意をそらす日常的な訓練の重要性を説く。

§10διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν ἀποτροπὴν τοῖς πολυπράγμοσιν ἡ τῶν προεγνωσμένων ἀνάμνησις.
それゆえ、すでに知られている自分の至らなさを思い出すことは、お節介な者たちにとって、この悪癖を避けるために極めて有益である。
ἂν γάρ, ὥσπερ ὁ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν ἀεὶ κενήν, οὕτως; ἄν τις τῆς πολυπραγμοσύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτηται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη, φανὲν ἀηδὲς παντάπασι καὶ φλυαρῶδες.
というのも、シモーニデースがかつて、箱を時を置いて開けると、報酬の箱は常に満ちており、感謝の箱は常に空であるのを見出す、と言っていたように、そのように、もし人がお節介の貯蔵庫を時を置いて開き、それが多くの無用で無駄で不快なものに満ちているのを見るならば、おそらくそのことは彼にとって、全く不快でくだらないものに見え、嫌悪感を与えることになるだろう。
φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς, καὶ βιβλίον ἔχοι συντεταγμένον, οἷον Ὁμηρικῶν στίχων ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπʼ Ἀρχιλόχου πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρημένων, ἑαυτὸν παραδειγματίζοντος·
たとえば、もし誰かが古人の著作を巡り歩いて、その中にある最も悪い部分を抜き出し、一冊の本を編集したとしよう。 たとえば、語頭の欠けたホメーロスの詩行や、悲劇の破格、またアルキロコスが女性たちに対して不謹慎かつ放縦に語った言葉――彼自身をさらし者にしているような言葉――などの本である。
ἆρʼ οὐκ ἔστι τῆς τραγικῆς κατάρας ἄξιος, "ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς;
彼は悲劇の呪い「人間の不運をかき集めるとは、滅びてしまえ」に値するのではないだろうか。
ʼ" καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς ὁ θησαυρὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὥσπερ ἡ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ ἀναγωγοτάτων οἰκίσας ὁ Φίλιππος Πονηρόπολιν προσηγόρευσεν.
そして、呪いを受けるまでもなく、他人の過ちを集めた彼の「宝庫」は不謹慎で無益なものであり、それはちょうど、フィリッポスが最も邪悪で手に負えない者たちを住まわせて「悪人市」と名付けたあの都市のようである。
οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν.
それゆえ、お節介な者たちは、詩行や詩ではなく、人生の失敗や過ちや不調和を拾い集め、蓄積して、自分たちの記憶を、最も洗練されておらず不快な、悪行の記録保管所として持ち歩いているのである。
ὥσπερ οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι, περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμανθάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται "σύμμικτον εἶδος κἀποφώλιον τέρας·
それはちょうど、ローマにおいて、絵画や彫像、そして誓って言うが、売り物である少年や女性の美しさなどは重んじず、怪物市場のあたりをうろつき、ふくらはぎのない者、いたちのような腕の者、三つ目の者、ダチョウの頭をした者を観察し、何か「混じり合える姿をした、不気味な怪物」がいないかと探し求める人々のようなものである。
" ἀλλʼ ἐὰν συνεχῶς τις ἐπάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμονὴν καὶ ναυτίαν τὸ πρᾶγμα παρέξει·
しかし、もし誰かが彼らをそのような見世物に絶えず連れて行くなら、そのことはすぐに満腹感と吐き気をもたらすだろう。
οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστοχήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες, τῶν πρώτων ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε.
そのように、他人の家々における人生の失敗や家系の不名誉、何らかの歪みや過ちをお節介に詮索する者たちは、以前に得た情報を自分自身に思い出させるがよい。 それらは何の喜びも益ももたらさなかったということを。
§11μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ὁ ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς καὶ διδάσκωμεν ἐπὶ ταύτην τὴν ἐγκράτειαν·
しかしながら、この情念を避けるために最も重要なのは習慣であり、それは私たちが早い段階から始めて、この自制に向けて自分自身を鍛え、訓練するならば可能となる。
καὶ γὰρ ἡ αὔξησις ἔθει γέγονε, τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος·
というのも、その肥大化もまた習慣によって生じたのであり、その病は少しずつ前方へと進んできたからである。
ὃν δὲ τρόπον, εἰσόμεθα περὶ τῆς ἀσκήσεως ὁμοῦ διαλεγόμενοι.
どのように訓練すべきかについては、私たちがその鍛錬について語ると同時に知ることになるだろう。
πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυτάτων καὶ φαυλοτάτων ἀρξώμεθα.
そこで、まずは最も小さく些細なことから始めよう。
τί γὰρ χαλεπόν ἐστιν ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγιγνώσκειν, ἢ τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων γράμματα τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐδὲν οὐδʼ ἐπιτερπὲς ἐν τούτοις γέγραπται·
道を行くときに墓碑銘を読まないことの何が難しいだろうか。 あるいは、散歩のときに壁に書かれた文字に目を留めずに通り過ぎることの何が困難だろうか。 そこに有用なものや愉快なものは何も書かれていないと自分に言い聞かせながら。
ἀλλʼ ἐμνήσθη ὁ δεῖνα τοῦ δεῖνος ἐπʼ ἀγαθῷ καὶ φίλων ἄριστος ὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας·
「誰々が誰々を好意的に思い出した」とか、「ここにいる誰それは友人のうちで最も優れている」といった、そのようなくだらないことに満ちた多くの記述がある。
ἃ δοκεῖ μὲν οὐ βλάπτειν ἀναγιγνωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα;
それらは、読んでも害がないように思われるが、自分に関係のない事柄を探し求める訓練を忍び込ませることによって、知らず知らずのうちに害を与えているのである。
καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν φυλάττοντες καὶ ἄκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵνʼ εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι "πέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν· " οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας.
そして、猟師たちが猟犬に道を逸れてあらゆる匂いを追うことを許さず、引き綱で引っぱって引き戻し、本来の役割のために彼らの感覚器を純粋で混じり気のない状態に保つように(それは犬がより力強く足跡に喰らいつくためである)―― 「野獣の足跡を鼻で探索しながら」―― そのように、お節介な者のあらゆる見聞きするものへと向かう脱線や徘徊を取り除き、それらを本来の有用なものへと引き戻し、保護しなければならない。
ὥσπερ γὰρ οἱ ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν καταναλίσκωμεν ἐν τοῖς ἀχρήστοις μηδʼ ἀπαμβλύνωμεν.
というのも、鷲やライオンが歩くときに爪を内側に引っ込めるのは、その鋭さと鋭利さを摩耗させないためであるが、そのように、私たちはお節介を知識欲の鋭さと鍛えられた刃のようなものであると考え、それを無益な事柄に浪費して鈍らせてはならないのである。

語釈・文法注

  1. 520aἂν γάρ, ὥσπερ ... οὕτως ἄν τις ... ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη — 文頭の ἂν γάρ における ἄν は、間に入る ὥσπερ 節を挟んで、後ろの οὕτως ἄν τις の ἄν (こちらは ἐάν の縮約)と響き合いつつ、最終的な帰結節の ἂν ... προσσταίη (潜在希求)を先取り・重複して機能している。複雑な条件文の枠組みを形成する統語的呼応である。
  2. 520bἑαυτὸν παραδειγματίζοντος — 属格独立構文(genitive absolute)。意味上の主語は、先行する固有名詞 Ἀρχιλόχου(アルキロコス)である。本来なら一致する分詞属格として直接修飾することも可能だが、独立した事態(彼が自分自身を晒し者にしている状況)を際立たせるために独立属格の形が採られている。
  3. 520eτῷ μελέτην παρεμποιεῖν — 手段を表す与格の冠詞付き不定詞。動詞 παρεμποιέω は「(本筋とは別に)密かに忍び込ませる、副次的に植え付ける」の意。害がないように見えても「関係のない事柄を詮索する習慣を副次的に植え付けることによって」知らずに害をなす、という因果関係を示す。
  4. 520fπέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν — 韻文詩からの引用で、分詞 ἐρευνῶν(探索しながら)は主節の猟犬たち(σκύλακας)に意味上一致する。引用詩の韻律や語彙がそのまま挿入されており、分詞が行動の様態を鮮明に描写する付帯状況として機能している。

この箇所を引用する

プルタルコス, 詮索好きについて §10-11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg102.humanitext-grc2:10-11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。