Humanitext Reader

普鲁塔克 · 论爱管闲事 §10-11

反省无用琐事与克制窥探欲的日常训练

第 5 段,共 7 段 · 希腊语

内容简介

作者提出通过反思记忆中无用信息的荒谬来消除爱管闲事的恶习,并强调了从日常琐事开始进行不予理睬的感官自制训练的重要性。

§10διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν ἀποτροπὴν τοῖς πολυπράγμοσιν ἡ τῶν προεγνωσμένων ἀνάμνησις.
因此,回忆起那些先前已获知的事物,对于爱管闲事的人防范这一恶癖是极为有益的。
ἂν γάρ, ὥσπερ ὁ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν ἀεὶ κενήν, οὕτως; ἄν τις τῆς πολυπραγμοσύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτηται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη, φανὲν ἀηδὲς παντάπασι καὶ φλυαρῶδες.
因为,正如西莫尼得斯所说,他每隔一段时间打开箱子时,总会发现装满报酬的那个箱子是满的,而装满感恩的那个则是空的;同样,如果有人每隔一段时间打开自己爱管闲事的储藏库,观察到其中塞满了许多无用、虚无且不快的事物,或许这件事会让他感到厌恶,因为它显得完全令人作呕且愚蠢至极。
φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς, καὶ βιβλίον ἔχοι συντεταγμένον, οἷον Ὁμηρικῶν στίχων ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπʼ Ἀρχιλόχου πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρημένων, ἑαυτὸν παραδειγματίζοντος·
设想一下,如果有人翻阅古人的著作,挑出其中最糟糕的部分,并持有一本编纂好的书,比如荷马的缺头诗行、悲剧中的语法错误,以及阿尔基洛科斯针对女性所说出的那些不体面且放荡的言论——他自己暴露为恶劣的典范。
ἆρʼ οὐκ ἔστι τῆς τραγικῆς κατάρας ἄξιος, "ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς;
难道你不配承受那句悲剧的诅咒吗: “愿你灭亡,因你搜集凡人的不幸”?
ʼ" καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς ὁ θησαυρὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὥσπερ ἡ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ ἀναγωγοτάτων οἰκίσας ὁ Φίλιππος Πονηρόπολιν προσηγόρευσεν.
而且,即使没有这句诅咒,他那收集他人过错的“宝库”也是不体面且无益的,就像那座城市一样——菲利普用最坏、最难管教的人去填充它,并称其为“恶人市”。
οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν.
因此,爱管闲事的人所收集和积累的,不是诗行也不是诗歌,而是生活的失败、罪过和失调,他们将自己的记忆作为最不雅且最令人不快的恶行档案馆随身携带。
ὥσπερ οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι, περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμανθάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται "σύμμικτον εἶδος κἀποφώλιον τέρας· " ἀλλʼ ἐὰν συνεχῶς τις ἐπάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμονὴν καὶ ναυτίαν τὸ πρᾶγμα παρέξει·
因此,这就像在罗马,有些人对画作、雕像,甚至(指天发誓)对出售的男童和女子的美貌不屑一顾,却在怪物市场游荡,端详并寻找那些没有小腿的人、鼬臂人、三眼人和鸵鸟头人,看看是否出生了 “某种混合的形态和不样之物”;但如果有人不断带他们去看这类景象,这件事很快就会引起饱胀感和恶心。
οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστοχήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες, τῶν πρώτων ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε.
因此,那些在别人的家庭中爱管闲事,探听生活失败、家族耻辱、某种扭曲和过错的人,应当提醒自己注意最初的那些事,即这些事没有带来任何快乐和益处。
§11μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ὁ ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς καὶ διδάσκωμεν ἐπὶ ταύτην τὴν ἐγκράτειαν·
然而,防范这种情念最有效的方法是习惯,只要我们从一开始就训练并教导自己走向这种自制。
καὶ γὰρ ἡ αὔξησις ἔθει γέγονε, τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος·
因为这一恶习的增长也是由习惯造成的,病症在不知不觉中逐步加深。
ὃν δὲ τρόπον, εἰσόμεθα περὶ τῆς ἀσκήσεως ὁμοῦ διαλεγόμενοι.
至于应当如何训练,我们将在讨论锻炼的同时予以了解。
πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυτάτων καὶ φαυλοτάτων ἀρξώμεθα.
那么,首先让我们从最微小、最琐碎的事情开始。
τί γὰρ χαλεπόν ἐστιν ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγιγνώσκειν, ἢ τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων γράμματα τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐδὲν οὐδʼ ἐπιτερπὲς ἐν τούτοις γέγραπται·
在路上不读墓碑上的铭文有什么难的呢? 或者,在散步时让目光略过墙上的涂鸦,有什么困难的呢?
ἀλλʼ ἐμνήσθη ὁ δεῖνα τοῦ δεῖνος ἐπʼ ἀγαθῷ καὶ φίλων ἄριστος ὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας·
只要在心中告诫自己,这些东西里没有写任何有用或令人愉快的内容;不过是 “某人善意地想起了某人”,以及 “某某人是最好的朋友”,还有许多充满了这类废话的内容。
ἃ δοκεῖ μὲν οὐ βλάπτειν ἀναγιγνωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα;
这些东西在阅读时似乎并无害处,但它们却通过悄悄引入寻找与己无关之物的习惯,在不知不觉中造成了危害。
καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν φυλάττοντες καὶ ἄκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵνʼ εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι "πέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν· " οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας.
正如猎人不允许幼犬偏离路线去追逐每一种气味,而是用皮带牵引和勒回它们,保持它们的感官纯洁无杂,以便用于其本职工作,从而能更强劲地紧跟足迹: “用鼻孔搜寻野兽肢体的足迹”;同样,我们必须消除并拉回爱管闲事者对任何景象和声音的冲动与游荡,将它们保留在有用的事物上。
ὥσπερ γὰρ οἱ ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν καταναλίσκωμεν ἐν τοῖς ἀχρήστοις μηδʼ ἀπαμβλύνωμεν.
因为正如鹰和狮子在行走时会把爪子向内收拢,以免磨损它们的锋芒和锐利,同样,我们既然认为爱管闲事具有求知欲的某种锋芒和淬火的刀刃,就绝不要把它浪费在无用的事物上,也不要让它变钝。

词汇与语法注释

  1. 520aἂν γάρ, ὥσπερ ... οὕτως ἄν τις ... ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη — 句首 ἂν γάρ 中的 ἄν 预示了主句中的潜在希求语气(ἂν ... προσσταίη),并与随后 οὕτως ἄν τις 中的 ἄν(此处作为 ἐάν 引导条件从句)相呼应。这种双重 ἄν 的结构构成了一个复杂的条件句框架。
  2. 520bἑαυτὸν παραδειγματίζοντος — 属格独立结构(genitive absolute)。其逻辑主语是前文的专有名词 Ἀρχιλόχου。此处未使用直接修饰的属格分词,而是采用独立属格,以强调阿基罗库斯自我曝光这一独立事实。
  3. 520eτῷ μελέτην παρεμποιεῖν — 表示手段的带冠词不定式与格。动词 παρεμποιέω 意为“暗中引入”或“附带植入”。该结构解释了阅读琐碎文字如何通过在不知不觉中培养窥探不相干事物的习惯而带来实质危害。
  4. 520fπέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν — 引用诗句,其中分词 ἐρευνῶν(搜寻)在逻辑上与猎犬(σκύλακας)一致。它作为方式分词,生动地描绘了猎犬专注于追踪气味时的情态。

引用这一段

普鲁塔克, 论爱管闲事 §10-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg102.humanitext-grc2:10-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。