§10διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν ἀποτροπὴν τοῖς πολυπράγμοσιν ἡ τῶν προεγνωσμένων ἀνάμνησις.
Therefore, the recollection of what has been previously known is extremely useful for the prevention of this vice in the meddlesome.
ἂν γάρ, ὥσπερ ὁ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν ἀεὶ κενήν, οὕτως; ἄν τις τῆς πολυπραγμοσύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτηται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη, φανὲν ἀηδὲς παντάπασι καὶ φλυαρῶδες.
For if, just as Simonides used to say when opening his chests from time to time that he always found the one for rewards full but the one for gratitude always empty, so if someone opens the storehouse of his meddlesomeness from time to time and observes it full of many useless, vain, and unpleasant things, perhaps the matter would offend him, appearing altogether disagreeable and foolish.
φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς, καὶ βιβλίον ἔχοι συντεταγμένον, οἷον Ὁμηρικῶν στίχων ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπʼ Ἀρχιλόχου πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρημένων, ἑαυτὸν παραδειγματίζοντος·
For suppose someone, going over the writings of the ancients, were to select the worst things in them, and hold a compiled book, such as of Homeric verses lacking head and tragic solecisms, and those things spoken indecently and licentiously by Archilochus against women, while exposing himself as an example.
ἆρʼ οὐκ ἔστι τῆς τραγικῆς κατάρας ἄξιος,
"ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς;
Is he not worthy of the tragic curse: "May you perish, collecting the misfortunes of mortals"?
ʼ"
καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς ὁ θησαυρὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὥσπερ ἡ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ ἀναγωγοτάτων οἰκίσας ὁ Φίλιππος Πονηρόπολιν προσηγόρευσεν. οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν.
And even without the curse, indecent and useless is his treasure of others' errors, just like the city which Philip, having peopled it with the worst and most unruly men, called "Rogue-town." Therefore, the meddlesome, collecting and gathering not verses nor poems, but the failures, offenses, and solecisms of lives, carry about their own memory as a most unrefined and unpleasant record-office of evils.
ὥσπερ οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι, περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμανθάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται
"σύμμικτον εἶδος κἀποφώλιον τέρας· "
ἀλλʼ ἐὰν συνεχῶς τις ἐπάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμονὴν καὶ ναυτίαν τὸ πρᾶγμα παρέξει·
Just as in Rome, then, some people, setting at naught paintings, statues, and, by Zeus, the beauties of boys and women for sale, wander around the monster-market, examining and searching for those without calves, the weasel-armed, the three-eyed, and the ostrich-headed, to see if there has been born "some mixed form and monstrous prodigy"; but if someone should continually lead them to such sights, the thing will quickly produce satiety and nausea.
οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστοχήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες, τῶν πρώτων ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε.
So those who meddle in the failures of life, the disgraces of families, and certain distortions and offenses in others' homes should remind themselves of the first things, that they brought no pleasure or benefit.
§11μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ὁ ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς καὶ διδάσκωμεν ἐπὶ ταύτην τὴν ἐγκράτειαν·
However, the most important thing for the prevention of this passion is habituation, if starting from early on we train and instruct ourselves toward this self-control.
καὶ γὰρ ἡ αὔξησις ἔθει γέγονε, τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος·
For its growth also occurred by habit, with the disease advancing little by little.
ὃν δὲ τρόπον, εἰσόμεθα περὶ τῆς ἀσκήσεως ὁμοῦ διαλεγόμενοι.
And in what manner we must train, we shall know as we discuss the training.
πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυτάτων καὶ φαυλοτάτων ἀρξώμεθα.
First, then, let us begin with the smallest and most trivial things.
τί γὰρ χαλεπόν ἐστιν ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγιγνώσκειν, ἢ τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων γράμματα τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐδὲν οὐδʼ ἐπιτερπὲς ἐν τούτοις γέγραπται·
For what is difficult in not reading the inscriptions upon graves along the roads? Or what is troublesome in letting one's eyes pass by the writings on the walls during walks, suggesting to oneself that nothing useful or delightful is written in them?
ἀλλʼ
ἐμνήσθη
ὁ δεῖνα τοῦ δεῖνος ἐπʼ ἀγαθῷ καὶ
φίλων ἄριστος
ὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας·
But "So-and-so remembered so-and-so in good part," and "This is the best of friends," and many things full of such nonsense.
ἃ δοκεῖ μὲν οὐ βλάπτειν ἀναγιγνωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα;
These things seem not to harm when read, but they do harm imperceptibly by introducing the practice of seeking what does not concern us.
καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν φυλάττοντες καὶ ἄκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵνʼ εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι
"πέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν· "
οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας.
And just as hunters do not allow their puppies to turn aside and pursue every scent, but drag them back and restrain them with leashes, keeping their sense organ pure and unmixed for its proper work, so that it may cling more vigorously to the tracks, "searching out the steps of wild limbs with nostrils"; so must we remove and pull back the meddlesome person's excursions and wanderings toward every sight and sound, keeping them for useful things.
ὥσπερ γὰρ οἱ ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν καταναλίσκωμεν ἐν τοῖς ἀχρήστοις μηδʼ ἀπαμβλύνωμεν.
For just as eagles and lions draw in their claws when walking, so that they may not wear out their sharpness and keenness, so let us, considering the meddlesomeness of the love of learning to have a certain sharpness and tempered edge, not waste it on useless things nor blunt it.