Humanitext Reader

プルタルコス · 詮索好きについて §12-13

他人の家への覗き見の慎みと視線の自制訓練

6 / 7 箇所 · ギリシア語

要旨

他人の家の中を覗き見たり、感覚の赴くままに見世物に惑わされたりすることを慎み、理性の自制に従うよう自己を訓練することの大切さを論じています。

§12δεύτερον τοίνυν ἐθιζώμεθα θύραν παριόντες ἀλλοτρίαν μὴ βλέπειν εἴσω μηδὲ τῶν ἐντὸς ἐπιδράττεσθαι τῇ ὄψει καθάπερ χειρὶ τῇ περιεργίᾳ, ἀλλὰ τὸ τοῦ Ξενοκράτους ἔχωμεν πρόχειρον, ὃς ἔφη μηδὲν διαφέρειν τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι·
第二に、他人の家の門を通り過ぎるとき、中を見ないように、また好奇心という手によって、あたかも手で掴むかのように視線で中のものを掴み取ろうとしないように習慣づけよう。 むしろクセノクラテスの言葉を心に留めておこう。 彼は、他人の家に足を入れることも、目を向けることも、何の違いもないと言った。
οὔτε γὰρ δίκαιον οὔτε καλόν, ἀλλʼ οὐδʼ ἡδὺ τὸ θέαμα.
なぜなら、その光景は正しくもなく、美しくもなく、快くもないからである。
"δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε· " τὰ γὰρ πολλὰ τοιαῦτα τῶν ἐν ταῖς οἰκίαις, σκευάρια κείμενα καὶ θεραπαινίδια καθεζόμενα καὶ σπουδαῖον οὐδὲν οὐδʼ ἐπιτερπές.
「異邦の人よ、中のものを見るのは醜いことだ」なぜなら、家の中のものの多くは、雑多な道具が置かれていたり、女奴隷たちが座っていたりするようなものであり、何ら真面目なものも愉快なものもないからである。
ἡ δὲ συνδιαστρέφουσα τὴν ψυχὴν παράβλεψις αὕτη καὶ παρατόξευσις αἰσχρὰ καὶ τὸ ἔθος μοχθηρόν·
しかし、魂を同時に歪めるこのような横目で見ることや、視線を横に射ることは醜く、その習慣は有害である。
ὁ μὲν γὰρ Διογένης θεασάμενος εἰσελαύνοντα τὸν ὀλυμπιονίκην Διώξιππον ἐφʼ ἅρματος, καὶ γυναικὸς εὐμόρφου θεωμένης τὴν πομπὴν ἀποσπάσαι τὰς ὄψεις μὴ δυνάμενον ἀλλʼ ὑποβλέποντα καὶ παρεπιστρεφόμενον, ὁρᾶτʼ εἶπε τὸν ἀθλητὴν ὑπὸ παιδισκαρίου τραχηλιζόμενον τοὺς δὲ πολυπράγμονας ἴδοις ἂν ὑπὸ παντὸς ὁμοίως θεάματος τραχηλιζομένους καὶ περιαγομένους, ὅταν ἔθος καὶ μελέτη γένηται τῆς ὄψεως αὐτοῖς πανταχοῦ διαφορουμένης δεῖ δʼ, ὡς οἶμαι, μὴ καθάπερ θεράπαιναν ἀνάγωγον ἔξω ῥέμβεσθαι τὴν αἴσθησιν, ἀλλʼ ἀποπεμπομένην ὑπὸ τῆς ψυχῆς ἐπὶ· τὰ πράγματα συντυγχάνειν αὐτοῖς ταχὺ καὶ διαγγέλλειν·
実際、ディオゲネスは、オリンピア祝勝者ディオクシッポスが戦車に乗って入場するのを目撃した。 ディオクシッポスは、行列を見物している美しい女性から視線をそらすことができず、下から見つめ、振り返ってばかりいた。 彼は言った。 「見よ、あの選手が小娘によって首をねじ曲げられているのを」しかし、お節介な者たちは、あらゆる見世物によって同様に首をねじ曲げられ、引き回されているのを見るだろう。 視線があちこちに散らされることが、彼らにとって習慣となり訓練となってしまうときには。 しかし、私の考えでは、感覚は、行行儀の悪い女奴隷のように外をほっつき歩くべきではなく、魂によって用事のために送り出されたときに、それらの事柄に速やかに出会って報告すべきである。
εἶτα πάλιν κοσμίως ἐντὸς εἶναι τοῦ λογισμοῦ καὶ προσέχειν αὐτῷ.
そして、再び秩序正しく理性の内にとどまり、それに従うべきなのである。
νῦν δὲ συμβαίνει τὸ τοῦ Σοφοκλέους " ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι φοροῦσιν " αἱ μὴ τυχοῦσαι παιδαγωγίας ὥσπερ ἐλέγομεν ὀρθῆς μηδʼ ἀσκήσεως αἰσθήσεις προεκτρέχουσαι καὶ συνεφελκόμεναι πολλάκις εἰς ἃ μὴ δεῖ καταβάλλουσι τὴν διάνοιαν.
しかし、現状ではソポクレスの次の言葉のようになっている。 「それから、アイニア人の男の、御しがたい子馬たちが彼をさらっていく」私たちが言ったように、正しい教育や訓練を受けていない感覚は、先走って理性を引きずり込み、しばしば不適切な事柄へと理性を引きずり倒すのである。
ὅθεν ἐκεῖνο μὲν ψεῦδός ἐστι, τὸ Δημόκριτον ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρον πυρωθέν, καὶ τὴν ἀπʼ αὐτοῦ ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλʼ ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς, ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι·
それゆえ、デモクリトスが、自ら進んで視力を失わせるために、熱した鏡に目を固定し、そこからの反射光を浴びたという話は、嘘である。 それは、目が外へと何度も理性を呼び出すことで騒ぎを起こさず、むしろ塞がれた通りの窓のように、内にあって家を守り、精神的な対象に没頭できるようにするためであったとされるが。
τοῦτο μέντοι παντὸς μᾶλλον ἀληθές ἐστιν, ὅτι τὴν αἴσθησιν ὀλίγα κινοῦσιν οἱ πλεῖστα τῇ διανοίᾳ χρώμενοι.
しかし、次のことは何よりも真実である。 すなわち、理性を最も多く用いる人々は、感覚をほとんど動かさないということである。
καὶ γὰρ τὰ μουσεῖα πορρωτάτω τῶν πόλεων ἱδρύσαντο, καὶ τὴν νύκτα προσεῖπον εὐφρόνην μέγα πρὸς εὕρεσιν τῶν ζητουμένων καὶ σκέψιν ἡγούμενοι τὴν ἡσυχίαν καὶ τὸ ἀπερίσπαστον.
それゆえ、人々は学術の殿堂を都市から最も遠い場所に設立し、また、静寂と散漫でないことが、求めているものの発見や考察にとって大いに役立つと考え、夜を『慈悲深きもの』と呼んだのである。
§13ἀλλὰ μὴν οὐδʼ ἐκεῖνο χαλεπὸν καὶ δύσκολον, ἀνθρώπων λοιδορουμένων ἐν ἀγορᾷ καὶ κακῶς λεγόντων ἀλλήλους μὴ προσελθεῖν·
さらに、広場で人々が罵り合い、互いに悪口を言っているときに、近づかないようにすることは、決して難しくも困難でもない。
ἢ συνδρομῆς ἐπὶ τι πλειόνων γενομένης μεῖναι καθήμενον·
また、多くの人が何かに集まっているときに、座ったままでいることも(難しくない)。
ἐὰν δʼ ἀκρατῶς ἔχῃς, ἀπελθεῖν ἀναστάντα χρηστοῦ μὲν γὰρ οὐδενὸς τοῖς πολυπραγμονοῦσιν ἀναμίξας σεαυτὸν ἀπολαύσεις, μεγάλα δʼ ὠφεληθήσῃ τὸ πολύπραγμον ἀποστρέψας βίᾳ καὶ κολούσας ὑπακούειν τῷ λογισμῷ συνεθιζόμενον.
もし自制できないなら、立ち上がって立ち去ること(も難しくない)。 なぜなら、お節介な者たちに自分を混じり合わせても、何ら良いことを享受することはないが、力ずくでお節介をそらし、それを抑制して、理性に従うよう習慣づけるなら、大いに益を得るからである。
ἐκ δὲ τούτου μᾶλλον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει καὶ θέατρον ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπʼ ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας διώσασθαι, καὶ βοῆς ἐν σταδίῳ γενομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι.
そして、このことからさらに訓練を強めて、評判の良い出し物をやっている劇場を通り過ぎたり、友人たちが舞踊手や喜劇役者の見物へと誘ってきても拒絶したり、競技場や競馬場で大歓声が起こっても振り返らないようにすることは、正しいことである。
καθάπερ γὰρ ὁ Σωκράτης παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας· οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν δεομένους.
というのも、ソクラテスが、空腹でないのに食べるよう勧める食べ物や、喉が渇いていないのに飲むよう勧める飲み物を警戒するように勧告したように、私たちもまた、必要としていない人々を捉えて惹きつけるような見世物や聞き物を警戒し、避けるべきだからである。
ὁ δὲ Κῦρος οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ Ἀράσπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς γυναικὸς εἶδος, οὐκοῦν ἔφη διὰ τοῦτο μᾶλλον αὐτῆς ἀφεκτέον·
キュロスはパンテイアに会うことを望まなかった。 アラスパスが、その女性の姿は見るに値すると言ったときも、彼は言った。 「それならなおさら、彼女を避けるべきだ。
εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ καὶ μὴ σχολάζοντα φοιτᾶν θεᾶσθαι τε καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπουδῆς ἀξίων ὁμοίως οὐδʼ Ἀλέξανδρος εἰς ὄψιν ἦλθε τῆς Δαρείου γυναικὸς ἐκπρεπεστάτης εἶναι λεγομένης·
もし私が君に説得されて彼女のもとへ行くなら、今度は彼女が私を説得して、暇がないときにも彼女を訪ねて見つめ、そばに座らせ、多くの真面目に取り組むべき事柄をうち捨てさせるかもしれないからだ」同様にアレクサンドロスも、極めて美しいと噂されていたダレイオスの妻に会おうとはしなかった。
ἀλλὰ πρὸς τὴν μητέρα φοιτῶν αὐτῆς πρεσβῦτιν οὖσαν, οὐχ ὑπέμεινε τὴν νέαν καὶ καλὴν ἰδεῖν.
彼は彼女の母親(年老いていた)のもとには通ったが、若くて美しい妻を見ることは耐え忍ばなかった。
ἡμεῖς δὲ τοῖς φορείοις τῶν γυναικῶν ὑποβάλλοντες τοὺς ὀφθαλμοὺς καὶ τῶν θυρίδων ἐκκρεμαννύντες, οὐδὲν ἁμαρτάνειν δοκοῦμεν οὕτως ὀλισθηρὰν καὶ ῥευστὴν εἰς ἅπαντα τὴν πολυπραγμοσύνην ποιοῦντες.
それに対して私たちは、女性たちの乗る輿に目を向け、窓から身を乗り出しながらも、何ら過ちを犯していないと思っている。 そのようにお節介をあらゆる方向に対して滑りやすく、流れやすいものにしているというのに。

語釈・文法注

  1. 521aμηδὲν διαφέρειν τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι — 不定詞 τιθέναι(置くこと)の直接目的語として τοὺς πόδας と τοὺς ὀφθαλμοὺς が並置されており、比較の接続詞 ἤ(〜よりも)によって結ばれている。文法的には「他人の家に足を置く(踏み入れる)ことは、目を置く(向ける)ことと何ら異ならない」という並行関係を示す。
  2. 521cαἱ μὴ τυχοῦσαι παιδαγωγίας ὥσπερ ἐλέγομεν ὀρθῆς μηδʼ ἀσκήσεως αἰσθήσεις — 名詞 αἰσθήσεις(感覚、主格複数・女性)を、否定語付きの限定分詞句 αἱ μὴ τυχοῦσαι が修飾している。属格の παιδαγωγίας ὀρθῆς と ἀσκήσεως は、動詞 τυγχάνω(得る、分詞は τυχοῦσαι)の目的語。関係節的な挿入語句 ὥσπερ ἐλέγομεν が ὀρθῆς の前に割り込んでいるため、語順が複雑になっている。
  3. 521dτὸ Δημόκριτον ἑκουσίως σβέσαι τὰς ὄψεις — 前文の指示代名詞 ἐκεῖνο を具体的に説明する同格の名詞節(冠詞 τό + 対格主語 Δημόκριτον + 不定詞 σβέσαι)。「デモクリトスが自発的に視力を失わせたということ」という意味を表す。

この箇所を引用する

プルタルコス, 詮索好きについて §12-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg102.humanitext-grc2:12-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。