§8Ζήνων δʼ ὁ φιλόσοφος, ἵνα μηδʼ ἄκοντος αὐτοῦ πρόηταί τι τῶν ἀπορρήτων ἐκβιαζόμενον τὸ σῶμα ταῖς ἀνάγκαις, διαφαγὼν τὴν γλῶτταν προσέπτυσε τῷ τυράννῳ.
哲学者ゼノンは、たとい不本意であっても、肉体が拷問によって強制されることで秘密の何かを漏らすことがないように、自分の舌を噛み切って僭主に吐きかけた。
καλὸν δὲ καὶ Λέαινα τῆς ἐγκρατείας ἔχει γέρας·
また、レアイナも自制の美しい報酬を得ている。
ἑταίρα τῶν περὶ Ἁρμόδιον ἦν καὶ Ἀριστογείτονα καὶ τῆς ἐπὶ τοὺς τυράννους συνωμοσίας ἐκοινώνει ταῖς ἐλπίσιν ὡς γυνή·
彼女はハルモディオスとアリストゲイトンの一味のヘタイラであり、女性でありながら、希望において僭主たちに対する陰謀に加わっていた。
καὶ γὰρ αὕτη περὶ τὸν καλὸν ἐκεῖνον ἐβάκχευσε κρατῆρα τοῦ ἔρωτος, καὶ κατωργίαστο διὰ τοῦ θεοῦ τοῖς ἀπορρήτοις.
というのも、彼女もまたあの愛の美しき酒杯の周りで狂乱し、その神を通じて秘密に参入していたからである。
ὡς οὖν ἐκεῖνοι πταίσαντες ἀνῃρέθησαν, ἀνακρινομένη καὶ κελευομένη φράσαι τοὺς ἔτι λανθάνοντας οὐκ ἔφρασεν, ἀλλʼ ἐνεκαρτέρησεν, ἐπιδείξασα τοὺς ἄνδρας οὐδὲν ἀνάξιον ἑαυτῶν παθόντας, εἰ τοιαύτην ἠγάπησαν.
それゆえ、あの男たちが失敗して殺されたとき、彼女は訊問されまだ露見していない者たちを告げるよう命じられたが、告白せず、かえって耐え抜いた。 それによって、あの男たちが、もしこのような女性を愛したのだとすれば、自分たちに不名誉なことは何も経験しなかったということを示したのである。
Ἀθηναῖοι δὲ χαλκῆν ποιησάμενοι, λέαιναν ἄγλωσσον ἐν πύλαις τῆς ἀκροπόλεως ἀνέθηκαν, τῷ μὲν θυμοειδεῖ τοῦ ζῴου τὸ ἀήττητον αὐτῆς τῷ δʼ ἀγλώσσῳ τὸ σιωπηρὸν καὶ μυστηριῶδες ἐμφαίνοντες οὐδεὶς γὰρ οὕτω λόγος ὠφέλησε ῥηθεὶς ὡς πολλοὶ σιωπηθέντες·
アテナイ人たちはブロンズ製の舌のない雌ライオンの像を作り、アクロポリスの門に捧げた。 その獣の猛々しさによって彼女の不屈を、舌のなさによって彼女の沈黙と神秘性を表したのである。 というのも、語られてこれほど有益だった言葉は一つもないが、沈黙されたことで有益だった多くの言葉があるからである。
ἔστι γὰρ εἰπεῖν ποτε τὸ σιγηθέν, οὐ μὴν σιωπῆσαί γε τὸ λεχθέν, ἀλλʼ ἐκκέχυται καὶ διαπεφοίτηκεν.
一度沈黙されたことはいつか語ることができるが、一度語られたことを沈黙することはできず、それは流れ出てあちこちへ広まってしまうからである。
ὅθεν οἶμαι τοῦ μὲν λέγειν ἀνθρώπους τοῦ δὲ σιωπᾶν θεοὺς διδασκάλους ἔχομεν, ἐν τελεταῖς καὶ μυστηρίοις σιωπὴν παραλαμβάνοντες.
それゆえ私は、語ることについては人間を、沈黙することについては神々を教師として持つのだと思う。 私たちは秘儀や神秘儀礼において沈黙を受け入れるのだから。
ὁ δὲ ποιητὴς τὸν λογιώτατον Ὀδυσσέα σιωπηλότατον πεποίηκε, καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὴν τροφόν·
また、あの詩人は最も言葉巧みなオデュッセウスを最も沈黙深い者として描き、その息子も妻も乳母も同様にした。
ἀκούεις γὰρ λεγούσης
"ἕξω δʼ ἠύτε περ κρατερὴ δρῦς ἠὲ σίδηρος"
αὐτὸς δὲ τῇ Πηνελόπῃ παρακαθήμενος
"
θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος,
ἀτρέμας ἐν βλεφάροισιν. "
οὕτω τὸ σῶμα μεστὸν ἦν αὐτῷ πανταχόθεν ἐγκρατείας, καὶ πάντʼ ἔχων ὁ λόγος εὐπειθῆ καὶ ὑποχείρια προσέταττε τοῖς ὄμμασι μὴ δακρύειν, τῇ γλώττῃ μὴ φθέγγεσθαι, τῇ καρδίᾳ μὴ τρέμειν μηδʼ ὑλακτεῖν.
というのも、彼女が次のように言うのを聞くからである。 「私は頑丈な樫の木か鉄のように秘密を保ちましょう」彼自身、ペネロペの傍らに座りながら、「心の中では泣いている妻を憐れんでいたが、両の目は角か鉄であるかのように、まぶたの中で微動だにせず立っていた」このように彼の体はいたるところ自制で満ちており、理性がすべてを服従させ支配下に置いていたので、目には涙を流さぬよう、舌には語らぬよう、心臓には震えず、吠えぬよう命じていた。
"τῷ δʼ αὖτʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα"
μέχρι τῶν ἀλόγων κινημάτων διήκοντος τοῦ λογισμοῦ καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα πεποιημένου κατήκοον ἑαυτῷ καὶ χειρόηθες.
「心は彼の命令に従い、耐え忍んで留まっていた」理性が理性のない運動にまで及び、息や血さえも自分に従順で扱いやすいものにしていたからである。
τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ τῶν ἑταίρων·
そして、彼の仲間の多くもまた同様であった。
τὸ γὰρ ἑλκομένους καὶ προσουδιζομένους ὑπὸ τοῦ Κύκλωπος μὴ κατειπεῖν τοῦ Ὀδυσσέως μηδὲ δεῖξαι τὸ πεπυρακτωμένον ἐκεῖνο καὶ παρεσκευασμένον ὄργανον ἐπὶ τὸν ὀφθαλμόν, ἀλλʼ ὠμοὺς ἐσθίεσθαι μᾶλλον ἢ φράσαι τι τῶν ἀπορρήτων, ὑπερβολὴν ἐγκρατείας καὶ πίστεως οὐκ ἀπολέλοιπεν.
キュクロプスによって引きずられ、地面に叩きつけられながらも、オデュッセウスを密告せず、あの眼を突くために赤く熱され準備された道具を指し示すこともせず、秘密を告げるよりは生で食べられることを選んだのは、極限の自制と忠誠を示して余りある。
ὅθεν ὁ Πιττακὸς οὐ κακῶς, τοῦ Αἰγυπτίων βασιλέως πέμψαντος ἱερεῖον αὐτῷ καὶ κελεύσαντος τὸ κάλλιστον καὶ χείριστον ἐξελεῖν κρέας, ἐξέπεμψεν ἐξελὼν τὴν γλῶτταν ὡς ὄργανον μὲν ἀγαθῶν ὄργανον δὲ κακῶν. τῶν μεγίστων οὖσαν.
それゆえ、エジプトの王が生け贄の獣を彼に送り、最も良くかつ最も悪い肉を切り出すよう命じたとき、ピッタコスが舌を切り出して送り返したのは、悪くないことであった。 舌こそが、最も大きな善の道具であり、同時に最大の悪の道具でもあると考えたからである。