§8Ζήνων δʼ ὁ φιλόσοφος, ἵνα μηδʼ ἄκοντος αὐτοῦ πρόηταί τι τῶν ἀπορρήτων ἐκβιαζόμενον τὸ σῶμα ταῖς ἀνάγκαις, διαφαγὼν τὴν γλῶτταν προσέπτυσε τῷ τυράννῳ.
哲学家芝诺,为了不至于在肉体受到严刑拷打强迫时,甚至违背自己的意愿泄露任何秘密,便咬断自己的舌头,吐向了僭主。
καλὸν δὲ καὶ Λέαινα τῆς ἐγκρατείας ἔχει γέρας· ἑταίρα τῶν περὶ Ἁρμόδιον ἦν καὶ Ἀριστογείτονα καὶ τῆς ἐπὶ τοὺς τυράννους συνωμοσίας ἐκοινώνει ταῖς ἐλπίσιν ὡς γυνή· καὶ γὰρ αὕτη περὶ τὸν καλὸν ἐκεῖνον ἐβάκχευσε κρατῆρα τοῦ ἔρωτος, καὶ κατωργίαστο διὰ τοῦ θεοῦ τοῖς ἀπορρήτοις.
莱亚娜也因其自制获得了优美的回报;她是哈尔摩狄奥斯和阿里斯托革同的一名情妇,并在希望中作为一名女性参与了反对僭主的阴谋;因为她也围绕着那美妙的爱之双耳喷口杯狂欢,并通过这位神明被启迪入秘密之中。
ὡς οὖν ἐκεῖνοι πταίσαντες ἀνῃρέθησαν, ἀνακρινομένη καὶ κελευομένη φράσαι τοὺς ἔτι λανθάνοντας οὐκ ἔφρασεν, ἀλλʼ ἐνεκαρτέρησεν, ἐπιδείξασα τοὺς ἄνδρας οὐδὲν ἀνάξιον ἑαυτῶν παθόντας, εἰ τοιαύτην ἠγάπησαν.
因此,当那些人失败并被杀害后,她被审讯并被命令指认那些仍未暴露的人,但她没有招供,而是坚持到底,以此表明那些男子如果爱上了这样一位女子,就没有遭受任何配不上他们身份的事。
Ἀθηναῖοι δὲ χαλκῆν ποιησάμενοι, λέαιναν ἄγλωσσον ἐν πύλαις τῆς ἀκροπόλεως ἀνέθηκαν, τῷ μὲν θυμοειδεῖ τοῦ ζῴου τὸ ἀήττητον αὐτῆς τῷ δʼ ἀγλώσσῳ τὸ σιωπηρὸν καὶ μυστηριῶδες ἐμφαίνοντες οὐδεὶς γὰρ οὕτω λόγος ὠφέλησε ῥηθεὶς ὡς πολλοὶ σιωπηθέντες·
雅典人制作了一尊青铜像,将一只无舌的雌狮立在卫城的门口,用这只野兽的猛烈来体现她不可战胜的意志,用无舌来体现她的沉默与神秘。
ἔστι γὰρ εἰπεῖν ποτε τὸ σιγηθέν, οὐ μὴν σιωπῆσαί γε τὸ λεχθέν, ἀλλʼ ἐκκέχυται καὶ διαπεφοίτηκεν.
因为没有任何说出的话语能像许多保持沉默的话语那样带来如此大的益处;因为被保持沉默的事随时可以再说,而说出的话却绝不能再保持沉默,它已经溢出并传播开来了。
ὅθεν οἶμαι τοῦ μὲν λέγειν ἀνθρώπους τοῦ δὲ σιωπᾶν θεοὺς διδασκάλους ἔχομεν, ἐν τελεταῖς καὶ μυστηρίοις σιωπὴν παραλαμβάνοντες.
因此,我想我们以人类为说话的老师,而以神明为沉默的老师,正如我们在仪式和神秘礼仪中接受沉默一样。
ὁ δὲ ποιητὴς τὸν λογιώτατον Ὀδυσσέα σιωπηλότατον πεποίηκε, καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὴν τροφόν· ἀκούεις γὰρ λεγούσης
"ἕξω δʼ ἠύτε περ κρατερὴ δρῦς ἠὲ σίδηρος"
αὐτὸς δὲ τῇ Πηνελόπῃ παρακαθήμενος
"
θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος,
ἀτρέμας ἐν βλεφάροισιν.
而诗人让最善辩的奥德修斯成为了最沉默的人,他的儿子、妻子和乳母也是如此;因为你听见她说:“我将像坚固的橡树或铁一样守口如瓶,”而他自己坐在帕涅罗珀身旁:“在心中他确实怜悯他哭泣的妻子,但他的眼睛就像角或铁一样立着,在眼睑中一动不动。
"
οὕτω τὸ σῶμα μεστὸν ἦν αὐτῷ πανταχόθεν ἐγκρατείας, καὶ πάντʼ ἔχων ὁ λόγος εὐπειθῆ καὶ ὑποχείρια προσέταττε τοῖς ὄμμασι μὴ δακρύειν, τῇ γλώττῃ μὴ φθέγγεσθαι, τῇ καρδίᾳ μὴ τρέμειν μηδʼ ὑλακτεῖν. "τῷ δʼ αὖτʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα"
μέχρι τῶν ἀλόγων κινημάτων διήκοντος τοῦ λογισμοῦ καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα πεποιημένου κατήκοον ἑαυτῷ καὶ χειρόηθες.
”如此,他的肉体在各方面都充满了自制,他的理性让一切顺从并处于掌控之下,命令眼睛不要流泪,舌头不要说话,心脏不要颤抖,也不要吠叫:“而他的心,听从命令,忍耐着留在原处。 ” 理性的力量甚至延伸到了无理性的运动,使呼吸和血液都顺从并驯服于自己。
τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ τῶν ἑταίρων· τὸ γὰρ ἑλκομένους καὶ προσουδιζομένους ὑπὸ τοῦ Κύκλωπος μὴ κατειπεῖν τοῦ Ὀδυσσέως μηδὲ δεῖξαι τὸ πεπυρακτωμένον ἐκεῖνο καὶ παρεσκευασμένον ὄργανον ἐπὶ τὸν ὀφθαλμόν, ἀλλʼ ὠμοὺς ἐσθίεσθαι μᾶλλον ἢ φράσαι τι τῶν ἀπορρήτων, ὑπερβολὴν ἐγκρατείας καὶ πίστεως οὐκ ἀπολέλοιπεν.
而他的大多数同伴也是如此;因为被独眼巨人拖拽并撞击在地上时,没有背叛奥德修斯,也没有指认那为他的眼睛而烧热和准备好的工具,而是宁愿被生吃也不愿泄露任何秘密,这已显示出无以复加的自制和忠诚。
ὅθεν ὁ Πιττακὸς οὐ κακῶς, τοῦ Αἰγυπτίων βασιλέως πέμψαντος ἱερεῖον αὐτῷ καὶ κελεύσαντος τὸ κάλλιστον καὶ χείριστον ἐξελεῖν κρέας, ἐξέπεμψεν ἐξελὼν τὴν γλῶτταν ὡς ὄργανον μὲν ἀγαθῶν ὄργανον δὲ κακῶν. τῶν μεγίστων οὖσαν.
因此皮塔科斯做得不坏,当埃及国王送给他一头祭兽,并命令他取出最好和最坏的肉时,他取出并送回了舌头,认为舌头是最大的善的工具,也是最大的恶的工具。