§5Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν·
リシアスはある訴訟当事者のために弁論を代筆して与えた。
ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον·
その男は何度も読み返したあと、意気消沈してリシアスのもとにやって来て、最初にそれを自分で通読したときは驚くべき素晴らしいものに思えたが、再び、そして三度目に取り上げてみると、完全に切れ味が鈍く、役に立たないものに思えてきた、と言った。
ὁ δὲ Λυσίας γελάσας
τί οὖν
εἶπεν
οὐχ ἅπαξ μέλλεις λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν;
するとリシアスは笑って言った。 「何だって? 君はそれを裁判官たちの前で、ただ一度だけ語るのではないのかね?
καὶ σκόπει τὴν Λυσίου πειθὼ καὶ χάριν·
」そして、リシアスの持つ説得力と優雅さに注目せよ。
κἀκεῖνον γάρ
"ἐγώ φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν.
彼についてもまた、「私は、紫の冠を戴くミューズたちから恵みを豊かに授かったと主張する」と言われているからである。
"
τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν, ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέγονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων·
ところで、あの詩人について語られることの中で最も真実なのは、ホメロスだけが人間の飽きっぽさを克服したということである。 彼は常に新鮮であり、常にその魅力が衰えない。
ἀλλʼ ὅμως εἰπὼν καὶ ἀναφωνήσας ἐκεῖνο περὶ αὑτοῦ, τὸ
"
ἐχθρὸν δὲ μοί ἐστιν
αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν
"
φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος.
それにもかかわらず、彼自身、自分自身について次のように語り、声を大にして叫んでいる。 「一度明らかに語られたことを、繰り返し物語ることは、私にとって憎むべきことだ」彼は、あらゆる言葉を待ち伏せしている「飽き」を避け、また恐れている。 次から次へと異なる物語へと聴衆の耳を導き、その新しさによって耳の満腹感をなだめるのである。
οἱ δʼ ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ παλίμψηστα διαμολύνοντες.
これに対しておしゃべりな者たちは、まるで削り直した羊皮紙を汚すように、同じことを何度も繰り返して、実に人々の耳を削り取るのである。
§6τοῦτο τοίνυν πρῶτον ὑπομιμνήσκωμεν αὐτούς, ὅτι, καθάπερ τὸν οἶνον ἡδονῆς ἕνεκα καὶ φιλοφροσύνης εὑρημένον οἱ προσβιαζόμενοι πολὺν πίνειν καὶ ἄκρατον ἐνίους εἰς ἀηδίαν καὶ παροινίαν τρέπουσιν, οὕτω τὸν λόγον ἣδιστον ὄντα καὶ φιλανθρωπότατον συμβόλαιον οἱ χρώμενοι κακῶς καὶ προχείρως ἀπάνθρωπον ποιοῦσι καὶ ἄμικτον, οἷς οἴονται χαρίζεσθαι λυποῦντες καὶ ἀφʼ ὧν θαυμάζεσθαι καταγελώμενοι καὶ διʼ ὧν φιλεῖσθαι δυσχεραινόμενοι.
そこでまず第一に、彼らに次のことを思い出させよう。 ちょうど、喜びと親睦のために発明されたワインを、無理やりたくさん、しかも生で飲ませようとする者たちが、ある人々を不快な気分や酒乱へと追いやるように、最も心地よく、最も人間味のある交わりの手段である言葉を、悪く不注意に用いる者たちは、それを人間味のない、非社交的なものにしてしまう。 彼らは、喜ばせようと思っている相手を苦しめ、感心されようとする相手に嘲笑され、愛されようとする手段によって嫌われるのである。
ὥσπερ οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων ἀναφρόδιτος, οὕτως τῷ λόγῳ λυπῶν καὶ ἀπεχθανόμενος ἄμουσός τις καὶ ἄτεχνός ἐστι.
したがって、アプロディテの魔法の帯を使いながら、交際する相手を遠ざけ追い払う者が愛嬌のない者であるように、言葉を用いて人を苦しめ、嫌われる者は、無風流で無骨な者なのである。
§7τῶν δʼ ἄλλων παθῶν καὶ νοσημάτων τὰ μέν ἐστιν ἐπικίνδυνα τὰ δὲ μισητὰ τὰ δὲ καταγέλαστα, τῇ δʼ ἀδολεσχίᾳ πάντα συμβέβηκε.
他のあらゆる情念や病においては、あるものは危険であり、あるものは憎むべきであり、あるものは滑稽であるが、おしゃべりにはそれらすべてが備わっている。
χλευάζονται μὲν γὰρ ἐν ταῖς κοιναῖς διηγήσεσι, μισοῦνται δὲ διὰ τὰς τῶν κακῶν προσαγγελίας, κινδυνεύουσι δὲ τῶν ἀπορρήτων μὴ κρατοῦντες, ὅθεν Ἀνάχαρσις ἑστιαθεὶς παρὰ Σόλωνι καὶ κοιμώμενος, ὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα τοῖς μορίοις τὴν δὲ δεξιὰν τῷ στόματι προσκειμένην ἔχων·
彼らは日常の世間話において嘲笑され、他人の悪事の密告によって憎まれ、秘密を守ることができないために危険に身をさらす。 それゆえ、アナカルシスはソロンのところで饗応され、眠っているとき、左手を性器に、右手を口に当てているのが見られた。
ἐγκρατεστέρου γὰρ ᾤετο χαλινοῦ δεῖσθαι τὴν γλῶτταν, ὀρθῶς οἰόμενος.
彼は、舌はより強力な手綱を必要としていると考えたのであり、それは正しい考えであった。
οὐ γὰρ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως ἄνδρας τοσούτους ἀφροδισίων ἀκρασίᾳ πεπτωκότας, ὅσας πόλεις καὶ ἡγεμονίας λόγος ἐξενεχθεὶς ἀπόρρητος ἀναστάτους ἐποίησε.
実際、性欲の不節制によって身を滅ぼしたこれほど多くの男たちを数え上げるのは容易ではないが、口外された秘密の言葉が、どれほど多くの都市や支配権を根こそぎ破壊したことか。
Σύλλας ἐπολιόρκει τὰς Ἀθήνας, οὐκ ἔχων σχολὴν ἐνδιατρῖψαι χρόνον πολὺν
ἐπεὶ πόνος ἄλλος ἔπειγεν
ἡρπακότος μὲν Ἀσίαν Μιθριδάτου τῶν δὲ περὶ Μάριον αὖθις ἐν Ῥώμῃ κρατούντων·
スッラはアテナイを包囲していたが、長く時間を費やす余裕はなかった。 別の苦労が彼を駆り立てていたからである。 ミトリダテスがアジアを奪い、マリウスの徒党がローマで再び実権を握っていたからである。
ἀλλὰ πρεσβυτῶν τινων ἐπὶ κουρείου διαλεγομένων ὡς οὐ φυλάττεται τὸ Ἑπτάχαλκον καὶ κινδυνεύει τὸ ἄστυ κατʼ ἐκεῖνο ληφθῆναι τὸ μέρος, ἀκούσαντες οἱ κατάσκοποι πρὸς τὸν Σύλλαν ἐξήγγειλαν.
しかし、ある老人たちが床屋で「エプタカルコンの警備が手薄で、街はそこから奪われる危険がある」と話しているのを、これを聞いたスパイたちがスッラに告げ口した。
ὁ δʼ εὐθὺς τὴν δύναμιν προσαγαγὼν περὶ μέσας νύκτας εἰσήγαγε τὸ στράτευμα, καὶ μικροῦ μὲν κατέσκαψε τὴν πόλιν ἐνέπλησε δὲ φόνου καὶ νεκρῶν, ὥστε τὸν Κεραμεικὸν αἵματι ῥυῆναι.
彼は直ちに軍を進め、夜半に軍勢を進入させた。 そして街をほとんど徹底的に破壊し、殺戮と死体で満たしたので、ケラメイコスは血で流れるほどになった。
χαλεπῶς δὲ πρὸς τοὺς Ἀθηναίους ἔσχε διὰ τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα·
彼はアテナイ人に対して、彼らの行動よりもその言葉のゆえに激しく怒っていた。
κακῶς γὰρ αὐτὸν ἔλεγον καὶ τὴν Μετέλλαν, ἀναπηδῶντες ἐπὶ τὰ τείχη καὶ σκώπτοντες
"συκάμινον ἔσθʼ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον,ʼ"
καὶ τοιαῦτα πολλὰ φλυαροῦντες ἐπεσπάσαντο κουφοτάτου πράγματος
λόγων
ὥς φησιν ὁ Πλάτων
βαρυτάτην ζημίαν
τὴν δὲ Ῥωμαίων πόλιν ἐκώλυσεν ἐλευθέραν γενέσθαι, Νέρωνος ἀπαλλαγεῖσαν, ἑνὸς ἀνδρὸς ἀδολεσχία.
なぜなら、彼らは城壁の上に駆け上がっては彼やメテッラを罵倒し、「スッラは麦粉をまぶしたクワの実だ」などとからかっていたからである。 このように多くのくだらない話をして、彼らは、プラトンが言うように、最も軽いものである「言葉」によって、最も重い罰を招いたのである。 一方、ローマの市がネロから解放されて自由になるのを阻んだのは、たった一人の男のおしゃべりであった。
μία γὰρ ἦν νύξ, μεθʼ ἣν ἔδει τὸν τύραννον ἀπολωλέναι, παρεσκευασμένων ἀπάντων·
それは一晩のことで、その夜が明ければ暴君は滅ぼされるはずであり、すべての準備が整っていた。
ὁ δὲ μέλλων αὐτὸν ἀποκτιννύναι, πορευόμενος εἰς θέατρον ἰδών τινα τῶν δεδεμένων ἐπὶ θύραις μέλλοντα προσάγεσθαι τῷ Νέρωνι καὶ τὴν αὑτοῦ τύχην ἀποδυρόμενον, ἐγγὺς προσῆλθεν αὐτῷ καὶ προσψιθυρίσας
εὔχου
φησὶν
ὦ ἄνθρωπε, τὴν σήμερον ἡμέραν παρελθεῖν μόνον, αὔριον δέ μοι εὐχαριστήσεις.
だが、彼を殺害するはずだった男が、劇場に向かって歩いているとき、門の前で縛られ、ネロの前に引き出されようとしている囚人の一人が自分の不幸な運命を嘆いているのを見て、彼の近くに進み寄り、耳元でこう囁いた。 「友よ、今日という日だけが過ぎ去るように祈りなさい。 明日には私に感謝することになるだろう」。
ἁρπάσας οὖν τὸ αἰνιχθὲν ἐκεῖνος καὶ νοήσας, οἶμαι, ὅτι
"νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει"
τὴν βεβαιοτέραν εἵλετο σωτηρίαν πρὸ τῆς δικαιοτέρας.
その男はその暗示を捉え、そしておそらく、「手元にあるものを残して、手元にないものを追い求めるのは愚か者だ」と理解したのだろう。 彼は、より義にかなった救いよりも、より確実な救いを選んだ。
ἐμήνυσε γὰρ τῷ Νέρωνι τὴν φωνὴν τἀνθρώπου·
彼はネロにその男の言葉を密告したのである。
κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπʼ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε.
そして、あの男は直ちに捕らえられた。 そして、拷問、火、鞭が彼に加えられた。 彼は、強制なしにみずから漏らしてしまった事柄を、今度は強制のもとで、否認しようとする中で。