- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg101.humanitext-grc2:5-7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
弁論の代筆者リシアスの機知や、ホメロスが「飽き」を避けた工夫に言及しつつ、おしゃべりがもたらす人間関係の破滅や歴史的な災厄を具体例を挙げて語る。
Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν· ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι1 θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον· ὁ δὲ Λυσίας γελάσας τί οὖν εἶπεν οὐχ ἅπαξ μέλλεις λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν; καὶ σκόπει τὴν Λυσίου πειθὼ καὶ χάριν· κἀκεῖνον γάρ2 "ἐγώ φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν." τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν,3 ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέγονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων· ἀλλʼ ὅμως εἰπὼν καὶ ἀναφωνήσας ἐκεῖνο περὶ αὑτοῦ, τὸ "ἐχθρὸν δὲ μοί ἐστιν αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν" φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος. οἱ δʼ ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ παλίμψηστα διαμολύνοντες.
リシアスはある訴訟当事者のために弁論を代筆して与えた。その男は何度も読み返したあと、意気消沈してリシアスのもとにやって来て、最初にそれを自分で通読したときは驚くべき素晴らしいものに思えたが、再び、そして三度目に取り上げてみると、完全に切れ味が鈍く、役に立たないものに思えてきた、と言った。するとリシアスは笑って言った。「何だって?君はそれを裁判官たちの前で、ただ一度だけ語るのではないのかね?」そして、リシアスの持つ説得力と優雅さに注目せよ。というのも、彼もまた「スミレの髪をもつムーサたちから豊かに恵みを授かった、と私は主張する」からである。ところで、あの詩人について語られることの中で最も真実なのは、ホメロスだけが人間の飽きっぽさを克服したということである。彼は常に新鮮であり、常にその魅力が衰えない。それにもかかわらず、彼自身、自分自身について次のように語り、声を大にして叫んでいる。「一度明らかに語られたことを、繰り返し物語ることは、私にとって憎むべきことだ」彼は、あらゆる言葉を待ち伏せしている「飽き」を避け、また恐れている。次から次へと異なる物語へと聴衆の耳を導き、その新しさによって耳の満腹感をなだめるのである。これに対しておしゃべりな者たちは、まるで削り直した羊皮紙を汚すように、同じことを何度も繰り返して、実に人々の耳を削り取るのである。
τοῦτο τοίνυν πρῶτον ὑπομιμνήσκωμεν αὐτούς, ὅτι, καθάπερ τὸν οἶνον ἡδονῆς ἕνεκα καὶ φιλοφροσύνης εὑρημένον οἱ προσβιαζόμενοι πολὺν πίνειν καὶ ἄκρατον ἐνίους εἰς ἀηδίαν καὶ παροινίαν τρέπουσιν, οὕτω τὸν λόγον ἣδιστον ὄντα καὶ φιλανθρωπότατον συμβόλαιον οἱ χρώμενοι κακῶς καὶ προχείρως ἀπάνθρωπον ποιοῦσι καὶ ἄμικτον, οἷς οἴονται χαρίζεσθαι λυποῦντες καὶ ἀφʼ ὧν θαυμάζεσθαι καταγελώμενοι καὶ διʼ ὧν φιλεῖσθαι δυσχεραινόμενοι. ὥσπερ οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων ἀναφρόδιτος, οὕτως τῷ λόγῳ λυπῶν καὶ ἀπεχθανόμενος ἄμουσός τις καὶ ἄτεχνός ἐστι.
そこでまず第一に、彼らに次のことを思い出させよう。ちょうど、喜びと親睦のために発明されたワインを、無理やりたくさん、しかも生で飲ませようとする者たちが、ある人々を不快な気分や酒乱へと追いやるように、最も心地よく、最も人間味のある交わりの手段である言葉を、悪く不注意に用いる者たちは、それを人間味のない、非社交的なものにしてしまう。彼らは、喜ばせようと思っている相手を苦しめ、感心されようとする相手に嘲笑され、愛されようとする手段によって嫌われるのである。したがって、アプロディテの魔法の帯を使いながら、交際する相手を遠ざけ追い払う者が愛嬌のない者であるように、言葉を用いて人を苦しめ、嫌われる者は、無風流で無骨な者なのである。
τῶν δʼ ἄλλων παθῶν καὶ νοσημάτων τὰ μέν ἐστιν ἐπικίνδυνα τὰ δὲ μισητὰ τὰ δὲ καταγέλαστα, τῇ δʼ ἀδολεσχίᾳ πάντα συμβέβηκε. χλευάζονται μὲν γὰρ ἐν ταῖς κοιναῖς διηγήσεσι, μισοῦνται δὲ διὰ τὰς τῶν κακῶν προσαγγελίας, κινδυνεύουσι δὲ τῶν ἀπορρήτων μὴ κρατοῦντες, ὅθεν Ἀνάχαρσις ἑστιαθεὶς παρὰ Σόλωνι καὶ κοιμώμενος, ὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα4 τοῖς μορίοις τὴν δὲ δεξιὰν τῷ στόματι προσκειμένην ἔχων· ἐγκρατεστέρου γὰρ ᾤετο χαλινοῦ δεῖσθαι τὴν γλῶτταν, ὀρθῶς οἰόμενος. οὐ γὰρ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως ἄνδρας τοσούτους ἀφροδισίων ἀκρασίᾳ πεπτωκότας, ὅσας πόλεις καὶ ἡγεμονίας λόγος ἐξενεχθεὶς ἀπόρρητος ἀναστάτους ἐποίησε. Σύλλας ἐπολιόρκει τὰς Ἀθήνας, οὐκ ἔχων σχολὴν ἐνδιατρῖψαι χρόνον πολὺν ἐπεὶ πόνος ἄλλος ἔπειγεν ἡρπακότος μὲν Ἀσίαν Μιθριδάτου τῶν δὲ περὶ Μάριον αὖθις ἐν Ῥώμῃ κρατούντων· ἀλλὰ πρεσβυτῶν τινων ἐπὶ κουρείου διαλεγομένων ὡς οὐ φυλάττεται τὸ Ἑπτάχαλκον καὶ κινδυνεύει τὸ ἄστυ κατʼ ἐκεῖνο ληφθῆναι τὸ μέρος, ἀκούσαντες οἱ κατάσκοποι πρὸς τὸν Σύλλαν ἐξήγγειλαν. ὁ δʼ εὐθὺς τὴν δύναμιν προσαγαγὼν περὶ μέσας νύκτας εἰσήγαγε τὸ στράτευμα, καὶ μικροῦ μὲν κατέσκαψε τὴν πόλιν ἐνέπλησε δὲ φόνου καὶ νεκρῶν, ὥστε τὸν Κεραμεικὸν αἵματι ῥυῆναι. χαλεπῶς δὲ πρὸς τοὺς Ἀθηναίους ἔσχε διὰ τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα· κακῶς γὰρ αὐτὸν ἔλεγον καὶ τὴν Μετέλλαν, ἀναπηδῶντες ἐπὶ τὰ τείχη καὶ σκώπτοντες "συκάμινον ἔσθʼ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον,ʼ "καὶ τοιαῦτα πολλὰ φλυαροῦντες ἐπεσπάσαντο κουφοτάτου πράγματος λόγων ὥς φησιν ὁ Πλάτων βαρυτάτην ζημίαν τὴν δὲ Ῥωμαίων πόλιν ἐκώλυσεν ἐλευθέραν γενέσθαι, Νέρωνος ἀπαλλαγεῖσαν, ἑνὸς ἀνδρὸς ἀδολεσχία. μία γὰρ ἦν νύξ, μεθʼ ἣν ἔδει τὸν τύραννον ἀπολωλέναι, παρεσκευασμένων ἀπάντων· ὁ δὲ μέλλων αὐτὸν ἀποκτιννύναι, πορευόμενος εἰς θέατρον ἰδών τινα τῶν δεδεμένων ἐπὶ θύραις μέλλοντα προσάγεσθαι τῷ Νέρωνι καὶ τὴν αὑτοῦ τύχην ἀποδυρόμενον, ἐγγὺς προσῆλθεν αὐτῷ καὶ προσψιθυρίσας εὔχου φησὶν ὦ ἄνθρωπε, τὴν σήμερον ἡμέραν παρελθεῖν μόνον, αὔριον δέ μοι εὐχαριστήσεις. ἁρπάσας οὖν τὸ αἰνιχθὲν ἐκεῖνος καὶ νοήσας, οἶμαι, ὅτι "νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει "τὴν βεβαιοτέραν εἵλετο σωτηρίαν πρὸ τῆς δικαιοτέρας. ἐμήνυσε γὰρ τῷ Νέρωνι τὴν φωνὴν τἀνθρώπου· κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπʼ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε.5
他のあらゆる情念や病においては、あるものは危険であり、あるものは憎むべきであり、あるものは滑稽であるが、おしゃべりにはそれらすべてが備わっている。彼らは日常の世間話において嘲笑され、他人の悪事の密告によって憎まれ、秘密を守ることができないために危険に身をさらす。それゆえ、アナカルシスはソロンのところで饗応され、眠っているとき、左手を性器に、右手を口に当てているのが見られた。彼は、舌はより強力な手綱を必要としていると考えたのであり、それは正しい考えであった。実際、性欲の不節制によって身を滅ぼしたこれほど多くの男たちを数え上げるのは容易ではないが、口外された秘密の言葉が、どれほど多くの都市や支配権を根こそぎ破壊したことか。スッラはアテナイを包囲していたが、長く時間を費やす余裕はなかった。別の苦労が彼を駆り立てていたからである。ミトリダテスがアジアを奪い、マリウスの徒党がローマで再び実権を握っていたからである。しかし、ある老人たちが床屋で「エプタカルコンの警備が手薄で、街はそこから奪われる危険がある」と話しているのを、これを聞いたスパイたちがスッラに告げ口した。彼は直ちに軍を進め、夜半に軍勢を進入させた。そして街をほとんど徹底的に破壊し、殺戮と死体で満たしたので、ケラメイコスは血で流れるほどになった。彼はアテナイ人に対して、彼らの行動よりもその言葉のゆえに激しく怒っていた。なぜなら、彼らは城壁の上に駆け上がっては彼やメテッラを罵倒し、「スッラは麦粉をまぶしたクワの実だ」などとからかっていたからである。このように多くのくだらない話をして、彼らは、プラトンが言うように、最も軽いものである「言葉」によって、最も重い罰を招いたのである。一方、ローマの市がネロから解放されて自由になるのを阻んだのは、たった一人の男のおしゃべりであった。それは一晩のことで、その夜が明ければ暴君は滅ぼされるはずであり、すべての準備が整っていた。だが、彼を殺害するはずだった男が、劇場に向かって歩いているとき、門の前で縛られ、ネロの前に引き出されようとしている囚人の一人が自分の不幸な運命を嘆いているのを見て、彼の近くに進み寄り、耳元でこう囁いた。「友よ、今日という日だけが過ぎ去るように祈りなさい。明日には私に感謝することになるだろう」。その男はその暗示を捉え、そしておそらく、「手元にあるものを残して、手元にないものを追い求めるのは愚か者だ」と理解したのだろう。彼は、より義にかなった救いよりも、より確実な救いを選んだ。彼はネロにその男の言葉を密告したのである。そして、あの男は直ちに捕らえられた。そして、拷問、火、鞭が彼に加えられた。彼は、強制なしにみずから漏らしてしまった事柄を、今度は強制のもとで、否認しようとする中で。
- 5αὐτῷ διεξιόντι
与格分詞。非人称表現 φανῆναι(φαίνομαι の不定詞)の論理的主語(「彼が通読したときに」)を示すが、文脈上は主節の主語である対格 τὸν λόγον にかかるのではなく、文法的・修辞的に「彼にとって(そのように思われた)」という与格の αὐτῷ に一致させている。
- 504dκἀκεῖνον γάρ
不定詞構文の主語(対格)。直後に引用される詩句 ἐγώ φαμὶ...(「私は主張する…」)の中の動詞 φαμὶ がとる対格不定詞構文(ἐκεῖνον ... εὖ λαχεῖν「彼もまた…恵みを豊かに授かったと」)の主語として、引用文の中に組み込まれている。
- 504dτῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν
部分属格(比較基準)の構造。λεγομένων(現在受動分詞属格複数)は ἀληθέστατόν(最上級中性単数主格)の比較・選択の範囲を示し、「詩人(ホメロス)について語られていることの中で、最も真実なのは…」という構造を形成している。
- 505aὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα...
受動態の動詞 ὤφθη(「見られた」)に伴う分詞 ἔχων(「持っている」)と、その目的語としての対格 τὴν μὲν ἀριστερὰν χεῖρα(「左手を」)の構造。主語の動作を客観的に記述するギリシア語特有の受動・分詞構文である。
- 505dἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε
対比的表現。πρὸς τὴν ἀνάγκην(「強制に直面して、すなわち拷問のもとで」)と χωρὶς ἀνάγκης(「強制なしに、すなわち自発的に(不用意に)」)が対置されている。対格分詞 ἀρνούμενον は前文の αὐτόν(捕らえられた暗殺者)にかかり、彼が不用意に口走ってしまった暗殺計画(ἃ)を、今度は拷問の中で必死に否認しようとする状況を記述している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
