§5Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν·
吕西阿斯为某个有诉讼官司的人写了一篇辩护词并交给了他。
ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον·
那人读了许多遍,垂头丧气地来找吕西阿斯,说道,起初他自己通读时,觉得这篇辩护词非常美妙,但当他再次及第三次拿起它读时,却觉得完全迟钝且无用。
ὁ δὲ Λυσίας γελάσας
τί οὖν
εἶπεν
οὐχ ἅπαξ μέλλεις λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν;
吕西阿斯笑着说:“那又怎样? 你难道不是只在法官面前说一次吗?
καὶ σκόπει τὴν Λυσίου πειθὼ καὶ χάριν· κἀκεῖνον γάρ
"ἐγώ φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν.
”请看吕西阿斯的说服力和优雅;因为对于他也可以说:“我自认由紫冠缪斯神女处分得了一份好运。
"
τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν, ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέγονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων·
”而在关于那位诗人的传闻中,最真实的是,唯有荷马克服了人类的厌倦,总是新颖而充满魅力。
ἀλλʼ ὅμως εἰπὼν καὶ ἀναφωνήσας ἐκεῖνο περὶ αὑτοῦ, τὸ
"
ἐχθρὸν δὲ μοί ἐστιν
αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν
"
φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος.
然而,尽管他自己也说并宣告了关于他自己的那句话:“再讲一遍那些已经清晰讲过的故事,于我是可恨的,”但他避开并害怕那潜伏在所有言语中的“厌倦”,将听众的耳朵从一些故事引向另一些故事,并用新颖性来抚慰耳朵的饱足感。
οἱ δʼ ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ παλίμψηστα διαμολύνοντες.
但那些多言者却用重复的话语磨坏了我们的耳朵,像污损重写纸一样弄脏它们。
§6τοῦτο τοίνυν πρῶτον ὑπομιμνήσκωμεν αὐτούς, ὅτι, καθάπερ τὸν οἶνον ἡδονῆς ἕνεκα καὶ φιλοφροσύνης εὑρημένον οἱ προσβιαζόμενοι πολὺν πίνειν καὶ ἄκρατον ἐνίους εἰς ἀηδίαν καὶ παροινίαν τρέπουσιν, οὕτω τὸν λόγον ἣδιστον ὄντα καὶ φιλανθρωπότατον συμβόλαιον οἱ χρώμενοι κακῶς καὶ προχείρως ἀπάνθρωπον ποιοῦσι καὶ ἄμικτον, οἷς οἴονται χαρίζεσθαι λυποῦντες καὶ ἀφʼ ὧν θαυμάζεσθαι καταγελώμενοι καὶ διʼ ὧν φιλεῖσθαι δυσχεραινόμενοι.
因此,我们首先要提醒他们:正如那些强迫人们多喝且喝纯酒(这本是为了娱乐和友好而发明的)的人,使一些人转向不快和酒后失态,同样,那些糟糕且草率地使用言语的人,将最甜蜜、最富有人性的交往媒介变成了野蛮且孤立的事物,折磨着他们以为在取悦的人,被他们希望崇拜自己的人嘲笑,并因他们希望借此被爱戴的手段而被厌恶。
ὥσπερ οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων ἀναφρόδιτος, οὕτως τῷ λόγῳ λυπῶν καὶ ἀπεχθανόμενος ἄμουσός τις καὶ ἄτεχνός ἐστι.
因此,正如用魔法带驱开并赶走同伴的人是无吸引力的,同样,用言语折磨并使人产生怨恨的人,也是缺乏教养且拙劣的。
§7τῶν δʼ ἄλλων παθῶν καὶ νοσημάτων τὰ μέν ἐστιν ἐπικίνδυνα τὰ δὲ μισητὰ τὰ δὲ καταγέλαστα, τῇ δʼ ἀδολεσχίᾳ πάντα συμβέβηκε.
在其他的情感和疾病中,有些是危险的,有些是可憎的,有些是可笑的,但对于多言,所有这些都发生了。
χλευάζονται μὲν γὰρ ἐν ταῖς κοιναῖς διηγήσεσι, μισοῦνται δὲ διὰ τὰς τῶν κακῶν προσαγγελίας, κινδυνεύουσι δὲ τῶν ἀπορρήτων μὴ κρατοῦντες, ὅθεν Ἀνάχαρσις ἑστιαθεὶς παρὰ Σόλωνι καὶ κοιμώμενος, ὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα τοῖς μορίοις τὴν δὲ δεξιὰν τῷ στόματι προσκειμένην ἔχων· ἐγκρατεστέρου γὰρ ᾤετο χαλινοῦ δεῖσθαι τὴν γλῶτταν, ὀρθῶς οἰόμενος.
因为他们在普通的叙述中被嘲笑,因报告恶事而被憎恨,并因无法控制秘密而面临危险。 因此,阿纳卡尔西斯在所伦家受宴请并入睡时,被看见他的左手放在私处,右手放在嘴上;因为他认为舌头需要一个更强有力的缰绳,他的想法是对的。
οὐ γὰρ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως ἄνδρας τοσούτους ἀφροδισίων ἀκρασίᾳ πεπτωκότας, ὅσας πόλεις καὶ ἡγεμονίας λόγος ἐξενεχθεὶς ἀπόρρητος ἀναστάτους ἐποίησε.
因为一个人不能轻易数清有多少人因性欲的无节制而倒下,正如那些因泄露了秘密之言而被彻底摧毁的城市和国家一样多。
Σύλλας ἐπολιόρκει τὰς Ἀθήνας, οὐκ ἔχων σχολὴν ἐνδιατρῖψαι χρόνον πολὺν
ἐπεὶ πόνος ἄλλος ἔπειγεν
ἡρπακότος μὲν Ἀσίαν Μιθριδάτου τῶν δὲ περὶ Μάριον αὖθις ἐν Ῥώμῃ κρατούντων·
苏拉正在围攻雅典,没有闲暇在那里耗费很长时间,因为另一项劳役催促着他,米特里达梯夺取了亚洲,而马略的一党在罗马重新掌权。
ἀλλὰ πρεσβυτῶν τινων ἐπὶ κουρείου διαλεγομένων ὡς οὐ φυλάττεται τὸ Ἑπτάχαλκον καὶ κινδυνεύει τὸ ἄστυ κατʼ ἐκεῖνο ληφθῆναι τὸ μέρος, ἀκούσαντες οἱ κατάσκοποι πρὸς τὸν Σύλλαν ἐξήγγειλαν.
但是,当一些老人在理发店里谈论说埃普塔查尔孔没有防守,城市有在该处被攻破的危险时,探子们听到了这些并向苏拉报告。
ὁ δʼ εὐθὺς τὴν δύναμιν προσαγαγὼν περὶ μέσας νύκτας εἰσήγαγε τὸ στράτευμα, καὶ μικροῦ μὲν κατέσκαψε τὴν πόλιν ἐνέπλησε δὲ φόνου καὶ νεκρῶν, ὥστε τὸν Κεραμεικὸν αἵματι ῥυῆναι.
他立即调动军队,在半夜时分引兵入城,几乎将城市夷为平地,并填满了杀戮和尸体,以至于凯拉米克斯流血成河。
χαλεπῶς δὲ πρὸς τοὺς Ἀθηναίους ἔσχε διὰ τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα· κακῶς γὰρ αὐτὸν ἔλεγον καὶ τὴν Μετέλλαν, ἀναπηδῶντες ἐπὶ τὰ τείχη καὶ σκώπτοντες
"συκάμινον ἔσθʼ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον,ʼ"
καὶ τοιαῦτα πολλὰ φλυαροῦντες ἐπεσπάσαντο κουφοτάτου πράγματος
λόγων
ὥς φησιν ὁ Πλάτων
βαρυτάτην ζημίαν
τὴν δὲ Ῥωμαίων πόλιν ἐκώλυσεν ἐλευθέραν γενέσθαι, Νέρωνος ἀπαλλαγεῖσαν, ἑνὸς ἀνδρὸς ἀδολεσχία.
他对雅典人发怒,更多是因为他们的言语而非他们的行为;因为他们爬上城墙,谩骂并嘲笑他及梅特拉: “苏拉是撒了麦粉的桑葚,”他们胡言乱语许多此类事情,为最轻微的事情——如柏拉图所说,“言语”——招致了最沉重的惩罚。 而罗马城在摆脱尼罗后,未能获得自由,就是由于一个人的多言。
μία γὰρ ἦν νύξ, μεθʼ ἣν ἔδει τὸν τύραννον ἀπολωλέναι, παρεσκευασμένων ἀπάντων· ὁ δὲ μέλλων αὐτὸν ἀποκτιννύναι, πορευόμενος εἰς θέατρον ἰδών τινα τῶν δεδεμένων ἐπὶ θύραις μέλλοντα προσάγεσθαι τῷ Νέρωνι καὶ τὴν αὑτοῦ τύχην ἀποδυρόμενον, ἐγγὺς προσῆλθεν αὐτῷ καὶ προσψιθυρίσας
εὔχου
φησὶν
ὦ ἄνθρωπε, τὴν σήμερον ἡμέραν παρελθεῖν μόνον, αὔριον δέ μοι εὐχαριστήσεις.
因为本有一夜之后暴君就要灭亡,一切都已准备就绪;但那个准备刺杀他的人,在去剧场的路上,看到一个被绑在门口、即将被带到尼罗面前并哀叹自己命运的囚犯,便走近他,低声说:“祈祷吧,朋友,只要今天过去,明天你就会感谢我。
ἁρπάσας οὖν τὸ αἰνιχθὲν ἐκεῖνος καὶ νοήσας, οἶμαι, ὅτι
"νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει"
τὴν βεβαιοτέραν εἵλετο σωτηρίαν πρὸ τῆς δικαιοτέρας.
”那人便抓住了这个暗示,并且我想他明白: “愚人啊,留下现成的,却追求未成的,”他选择了更安全的救赎,而不是更正义的。
ἐμήνυσε γὰρ τῷ Νέρωνι τὴν φωνὴν τἀνθρώπου· κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπʼ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε.
他把那人的话报告给了尼罗;而那人立刻被抓走,严刑拷打、火烧和鞭笞落在他身上,当他在被迫的情况下,否认他在没有被迫的情况下所说出的话时。