§3καίτοι γʼ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵνʼ, ἐὰν ἐντὸς κατατείνοντος
ἡνία σιγαλόεντα
τοῦ λογισμοῦ μὴ ὑπακούῃ μηδʼ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες.
それなのに、自然は私たちの内にある何ものをも、舌ほどには堅固な防壁で囲まなかった。 その前に歯という番兵を配置したのである。 それは、理性が内側で「輝く手綱」を引き締めても、舌がそれに従わず、引っ込まない場合には、それを噛むことによって、血を流させつつ、その不節制を抑え込めるようにするためである。
ἀχαλίνων
γὰρ οὐ ταμιείων οὐδʼ οἰκημάτων ἀλλὰ ʽ
στομάτων τὸ τέλος δυστυχίαν
ὁ Εὐριπίδης φησίν.
「手綱なき、倉庫や部屋にあらず、口の破滅こそが不幸なり」とエウリピデスは言っている。
οἱ δʼ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαντίων ἀδέσμων μηδὲν ὄφελος οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δʼ ἀκλείστοις καὶ ἀθύροις ὥσπερ τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι, πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν.
しかし、扉のない部屋や、紐で縛られていない財布は、持ち主にとって何の役にも立たないと考えながら、閉じられることも扉もない口を、まるで黒海の水のように常に外へと流れ出させて使っている人々は、言葉をあらゆるものの中で最も価値のないものとみなしているかのようである。
ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται·
それゆえ、彼らは、あらゆる言葉が求めるものである「信用」を得ることができない。
τὸ γὰρ οἰκεῖον αὐτοῦ τέλος τοῦτʼ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δʼ οἱ λάλοι, κἂν ἀληθεύωσιν.
言葉本来の目的とは、聞き手に信用を生じさせることだからである。 だが、おしゃべりな人々は、たとえ真実を語っていても信用されない。
ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς. τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν.
なぜなら、器に密閉された小麦が、分量においては増えているように見えても、実用においてはより質の悪いものとなるように、言葉もおしゃべりな人間の中に入ると、多くの偽りの付加物を生み出し、それによって信用を台無しにしてしまうからである。
§4ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος φυλάξαιτʼ ἄν·
さらにまた、恥を知る品行方正な人なら誰もが泥酔することを避けるだろう。
μανίᾳ γὰρ ὁμότοιχος μὲν ἡ ὀργὴ κατʼ ἐνίους ἡ δὲ μέθη σύνοικος·
ある人々によれば、怒りは狂気と壁を隔てて隣り合っており、泥酔は狂気と同居しているからである。
μᾶλλον δὲ μανία τῷ μὲν χρόνῳ ἥττων, τῇ δʼ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι.
むしろ泥酔は、時間においては狂気より短いが、原因においてはより大きい。 自発的という要素がそこに伴っているからである。
τῆς δὲ μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον
"
οἶνος γάρ τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι,
καὶ θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκε.
また、泥酔を非難する際、言葉における不節制と無秩序ほど厳しく言われるものはない。 「酒は思慮深い人でさえ大いに歌わせ、しとやかに微笑ませ、踊らせる」と言われる通りである。
"
καίτοι τὸ δεινότατον, ᾠδὴ καὶ γέλως καὶ ὄρχησις, οὐδὲν ἄχρι τούτων.
しかし、恐ろしいのは歌や笑いや踊りではない。 これらはそこにとどまる。
"καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον"
τοῦτʼ ἤδη δεινὸν καὶ ἐπικίνδυνον καὶ μή ποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν.
「そして、口に出さぬ方がよい言葉を漏らしてしまう」これこそが、実に恐ろしく危険なことなのである。 おそらく、詩人は哲学者たちの間で探究されている問いを解決して、ワインを飲むことと泥酔の間に違いを設けたのであり、前者はくつろぎを、後者はたわ言をもたらすとしたのである。
τὸ. γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν.
しらふの人の心にあることが、酔っ払いの舌の上にある、と諺にも言う通りである。
ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν ὑπό τινος ἀδολέσχου,
καὶ τίς ἄν
ἔφη
δύναιτο μωρὸς ὢν ἐν οἴνῳ σιωπᾶν; Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους·
それゆえ、ビアスはある宴席で沈黙し、あるおしゃべりな男から愚か者だとからかわれたとき、こう言った。 「愚か者でありながら、酒を飲みつつ沈黙していられる者がどこにいようか」また、アテナイである者が王の使節たちをもてなした際、使節たちの強い要望に応じて哲学者たちを同じ場所に集めようと尽力した。
χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι
περὶ σοῦ δὲ τί χρὴ λέγειν
ἔφασαν
ὦ Ζήνων τῷ βασιλεῖ;
他の人々が談話に加わり、それぞれが話の持ち分を提供していたとき、ゼノンだけは沈黙を守っていた。 すると異邦人の使節たちは、親しみを示して彼に杯を掲げ、「ゼノン殿、王にはあなたのことについて何と伝えるべきでしょうか」と尋ねた。
κἀκεῖνος
ἄλλο μηθέν
εἶπεν
ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος. οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, ἡ δὲ μέθη λάλον·
すると彼は言った。 「アテナイには、酒席において沈黙を守ることができる老人が一人いる、とだけ伝えてくだされ」このように、沈黙は深く、神秘的で、理性的(しらふ)なものであるが、泥酔はおしゃべりなものである。
ἄνουν γὰρ καὶ ὀλιγόφρον, διὰ τοῦτο καὶ πολύφωνον.
それは無分別で思慮が足りず、それゆえに多言となるからである。
οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον·
哲学者たちも泥酔を定義して、「酒の上でのたわ言」であると言う。
οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν·
このように、飲むこと自体は非難されない。 もし飲むことに沈黙が伴うならば。
ἀλλʼ ἡ μωρολογία μέθην ποιεῖ τὴν οἴνωσιν.
むしろ、くだらない話(愚言)が、ただの飲酒を泥酔へと変えるのである。
ὁ μὲν οὖν μεθύων ληρεῖ παρʼ οἶνον, ὁ δʼ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ μεθʼ ἡμέραν νύκτωρ·
さて、酔っ払いは酒の上でのみたわ言を言うが、おしゃべりな男はどこででもたわ言を言う。 広場でも、劇場でも、散歩道でも、酔っていても、昼でも夜でも。
ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος.
そして、病気を治療する医師としては(患者よりも)厄介であり、船の同行者としては船酔いよりも不快であり、人を褒めるときは非難する者よりも煙たい。
ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦσιν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις.
実際、おしゃべりな善人と付き合うよりは、機転の利く悪人と交際する方がまだましである。
ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ τὸν Αἴαντα τραχυνόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτʼ εἴρηκεν
"οὐ μέμφομαί σε·
ソポクレスのネストルは、言葉の荒々しいアイアスを宥める際、その人柄にふさわしくこう語っている。 「お前を非難はしない。
δρῶν γὰρ εὖ κακῶς λέγεις·
行動は立派だが、言葉がひどいのだから」しかし、おしゃべりな男に対して私たちはそうは思わない。
"
πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι.
むしろ、あらゆる行いの恩恵が、言葉の不適切さによって台無しにされ、失われてしまうのである。