§12ὀρθῶς οὖν Φιλιππίδης ὁ κωμῳδιοποιὸς φιλοφρονουμένου τοῦ βασιλέως αὐτὸν Λυσιμάχου καὶ λέγοντος
τίνος σοι μεταδῶ τῶν ἐμῶν; οὗ βούλει
φησὶ
βασιλεῦ, πλὴν τῶν ἀπορρήτων
τῇ δʼ ἀδολεσχίᾳ καὶ ἡ περιεργία κακὸν οὐκ ἔλαττον πρόσεστι πολλὰ γὰρ ἀκούειν θέλουσιν, ἵνα πολλὰ λέγειν ἔχωσι·
それゆえ、喜劇詩人ピリッピデースは、リュシマコス王が彼を歓待して「私の持ち物のうち何を分け与えようか」と言ったときに、「王よ、秘密以外なら何でもお望みのものを」と正しく答えたのである。 お喋りには、それより劣らぬ悪徳として、お節介が付きまとっている。 彼らは多くを語るネタを持つために、多くを聞きたがるからである。
καὶ μάλιστα τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων περιιόντες ἐξιχνεύουσι καὶ ἀνερευνῶσιν, ὥσπερ ὕλην πυλαίαν τινὰ φορυτῶν τῇ φλυαρίᾳ παρατιθέμενοι, εἶθʼ ὥσπερ οἱ παῖδες τὸν κρύσταλλον οὔτε κατέχειν οὔτʼ ἀφιέναι θέλουσι·
そして特に、秘密にされ隠された話の数々をあちこち歩き回って嗅ぎ回り、探索するのである。 それは、自分たちのお喋りのために、瓦礫の山のようなうずたかい薪を用意するかのようであり、そののち、子供たちが氷を握りしめることも手放すことも望まないように、その話に執着する。
μᾶλλον δʼ ὥσπερ ἑρπετὰ τοὺς ἀπορρήτους λόγους ἐγκολπισάμενοι καὶ συλλαβόντες οὐ συγκρατοῦσιν ἀλλὰ διαβιβρώσκονται ὑπʼ αὐτῶν.
あるいはむしろ、蛇のような爬虫類を懐に入れ、捕らえたものの、それを抱き込み続けることができず、かえってそれらに食い破られるかのようである。
τὰς μὲν γὰρ βελόνας φασὶ ῥήγνυσθαι τικτούσας καὶ τὰς ἐχίδνας, οἱ δʼ ἀπόρρητοι λόγοι τοὺς μὴ στέγοντας ἐκπίπτοντες ἀπολλύουσι καὶ διαφθείρουσι.
人々が言うには、ヘビやマムシは子供を産むときに破裂するそうだが、秘密の話というのも、それを留めておけない人々から飛び出して、彼らを滅ぼし、破滅させるのである。
Σέλευκος ὁ Καλλίνικος ἐν τῇ πρὸς Γαλάτας μάχῃ πᾶν ἀποβαλὼν τὸ στράτευμα καὶ τὴν δύναμιν, αὐτὸς περισπάσας τὸ διάδημα καὶ φυγὼν ἵππῳ μετὰ τριῶν ἢ τεττάρων ἀνοδίαις καὶ πλάναις πολὺν δρόμον, ἤδη διʼ ἔνδειαν ἀπαγορεύων ἐπαυλίῳ τινὶ προσῆλθε, καὶ τὸν δεσπότην αὐτὸν εὑρὼν κατὰ τύχην ἄρτον καὶ ὕδωρ ᾔτησεν.
セレウコス・カッリニコスはガラティア人との戦いで全軍と全戦力を失い、自ら王冠をむしり取って、3、4人の従者とともに馬で逃走した。 道なき道を彷徨いながら長い距離を走り、ついに疲労と欠乏のために力尽きかけて、ある田舎の仮小屋に近づいた。 そして、偶然そこにいた主を自分で見つけ、パンと水を求めた。
ὁ δὲ καὶ ταῦτα· καὶ τῶν ἄλλων ὅσα παρῆν ἐν τῷ ἀγρῷ δαψιλῶς ἐπιδιδοὺς καὶ φιλοφρονούμενος ἐγνώρισε τὸ πρόσωπον τοῦ βασιλέως, καὶ περιχαρὴς γενόμενος τῇ συντυχίᾳ τῆς χρείας οὐ κατέσχεν οὐδὲ συνεψεύσατο βουλομένῳ λανθάνειν, ἀλλʼ ἄχρι τῆς ὁδοῦ προπέμψας.
その主は、これらをもてなしただけでなく、農場にあった他のすべてのものを惜しみなく提供して歓待するうちに、王の顔を見分けた。 そして、この困窮における偶然の出会いに狂喜した彼は、自制することができず、また身を隠したいと願う王に話を合わせることもせず、王を大通りまで見送った。
καὶ ἀπολυόμενος
ὑγίαινʼ
εἶπεν
ὦ βασιλεῦ Σέλευκε.
そして見送る際に、「お元気で、セレウコス王よ」と言った。
κἀκεῖνος ἐκτείνας τὴν δεξιὰν αὐτῷ καὶ προσελκόμενος; ὡς φιλήσων, ἔνευσεν ἑνὶ τῶν μετʼ αὐτοῦ ξίφει τὸν τράχηλον ἀποκόψαι τοῦ ἀνθρώπου·
すると王は、彼に右手を差し伸べ、口づけを交わすかのように引き寄せながら、同行していた者の一人に、剣でその男の首を切り落とすよう目配せした。
"φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
「そして、まだ言葉を発している彼の頭は、ついに塵と交わった。
"
εἰ· δʼ ἐσίγησε τότε καρτερήσας ὀλίγον χρόνον, εὐτυχήσαντος ὕστερον τοῦ βασιλέως καὶ μεγάλου γενομένου μείζονας ἂν οἶμαι χάριτας ἐκομίσατο ἀντὶ τῆς σιωπῆς ἢ τῆς φιλοξενίας.
」もし彼がその時、少しの間だけ耐えて沈黙を守っていたなら、のちに王が幸運を取り戻して強大になったときに、そのもてなしに対してよりも、むしろ沈黙に対して、より大きな恩賞を授かったであろうに。
οὗτος μὲν οὖν ἁμωσγέπως ἔσχε πρόφασιν τῆς ἀκρασίας τὴν ἐλπίδα καὶ τὴν φιλοφροσύνην.
ともあれ、この男は、自らの無自制に対して、希望や親切心という言い訳をどうにか持っていた。
§13οἱ δὲ πλεῖστοι τῶν ἀδολέσχων οὐδʼ αἰτίαν ἔχοντες ἀπολλύουσιν αὑτούς.
しかし、お喋りな人々の大部分は、何の理由もないのに自らを滅ぼす。
οἷον ἐν κουρείῳ τινὶ λόγων γιγνομἑνων περὶ τῆς Διονυσίου τυραννίδος, ὡς ἀδαμαντίνη καὶ ἄρρηκτός ἐστι, γελάσας ὁ κουρεὺς
ταῦθʼ ὑμᾶς
ἔφη
περὶ Διονυσίου δεῖ λέγειν, οὗ ἐγὼ παρʼ ἡμέρας ὀλίγας ἐπὶ τοῦ τραχήλου τὸ ξυρὸν ἔχω;
例えば、ある床屋で、ディオニュシオスの僭主政治がいかに金剛石のように堅固で不壊のものであるかという話がなされていたとき、その床屋は笑って「お前たちがディオニュシオスについてそんなことを言うとは。 私は数日おきに、彼の首元に剃刀をあてているのだぞ」と言った。
ταῦτʼ ἀκούσας ὁ Διονύσιος ἀνεσταύρωσεν αὐτόν.
これを聞いたディオニュシオスは、彼を磔刑にした。
ἐπιεικῶς δὲ λάλον ἐστὶ τὸ τῶν κουρέων γένος οἱ γὰρ ἀδολεσχότατοι προσρέουσι καὶ προσκαθίζουσιν, ὥστʼ αὐτοὺς ἀναπίμπλασθαι τῆς συνηθείας.
一般的に、床屋という人種はお喋りなものである。 なぜなら、極めてお喋りな連中がそこへ集まって居座るため、彼らもその習慣に感染してしまうからである。
χαριέντως γοῦν ὁ βασιλεὺς Ἀρχέλαος, ἀδολέσχου κουρέως περιβαλόντος αὐτῷ τὸ ὠμόλινον καὶ πυθομένου
πῶς σε κείρω, βασιλεῦ
σιωπῶν
ἔφη.
それゆえ、アルケラオス王は、お喋りな床屋が彼の肩にリネンの布をかけ、「王よ、髪をどのようにお刈りしましょうか」と尋ねたときに、「黙って」と言った。
κουρεὺς δὲ καὶ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων μεγάλην κακοπραγίαν ἀπήγγειλε, πρῶτος ἐν Πειραιεῖ πυθόμενος οἰκέτου τινὸς τῶν ἀποδεδρακότων ἐκεῖθεν.
また、アテナイ人のシケリアにおける大惨敗を最初に報告したのも床屋であった。
εἶτʼ ἀφεὶς τὸ ἐργαστήριον εἰς ἄστυ συνέτεινε δρόμῳ
"μή τις κῦδος ἄροιτο"
τὸν λόγον εἰς τὴν πόλιν ἐμβαλών,
"ὁ δὲ δεύτερος ἔλθοι.
彼は、そこから逃亡してきたある奴隷からペイライエウスで最初にその話を聞き、店を放り出して都へ全力で駆け出し、「誰かが名誉を得て、自分は二番手になることがないように」と、町にその噂を投げ込んだ。 「そして、二番手たる者がそのあとに続くように。
"
γενομένης δὲ ταραχῆς οἷον εἰκός, εἰς ἐκκλησίαν ἀθροισθεὶς ὁ δῆμος ἐπὶ τὴν ἀρχὴν ἐβάδιζε τῆς φήμης.
」当然のことながら大騒動が起こり、民衆は民会に集まったのち、噂の出所へと向かった。
ἤγετʼ οὖν ὁ κουρεὺς καὶ ἀνεκρίνετο, μηδὲ τοὔνομα τοῦ φράσαντος εἰδὼς ἀλλʼ εἰς ἀνώνυμον καὶ ἄγνωστον ἀναφέρων τὴν ἀρχὴν πρόσωπον.
そこでその床屋が連行されて尋問されたが、彼はそれを告げた者の名前さえ知らず、その出所として、名もなき見知らぬ人物を挙げるばかりであった。
ὀργὴ δʼ οὖν καὶ βοὴ τοῦ θεάτρου·
それゆえ劇場は怒りと叫び声に包まれた。
βασάνιζε καὶ στρέβλου τὸν ἀλάστορα·
「この不吉な奴を拷問にかけ、責め苦にかけろ!
πέπλασται ταῦτα καὶ συντέθειται·
これは捏造され、仕組まれた話だ。
τίς δʼ ἄλλος ἤκουσε;
他に誰がこれを聞いたというのだ?
τίς δʼ ἐπίστευσεν
ἐκομίσθη τροχός, κατετάθη ὁ ἄνθρωπος.
誰が信じたというのだ? 」車が運び込まれ、その男は手足を縛り引っ張られた。
ἐν τούτῳ παρῆσαν οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες, ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγότες, ἐσκεδάσθησαν οὖν πάντες ἐπὶ τὰ οἰκεῖα πένθη, καταλιπόντες ἐν τῷ τροχῷ τὸν ἄθλιον ἐνδεδεμένον.
その最中に、その災厄を自ら告げる人々が、戦場そのものから逃れて到着した。 こうして人々は皆、それぞれ我が家の悲嘆へと散り散りになり、哀れな男を車に縛り付けたまま放置した。
ὀψὲ δὲ λυθεὶς ἤδη πρὸς ἑσπέραν ἠρώτα τὸν δημόσιον, εἰ καὶ περὶ Νικίου τοῦ στρατηγοῦ, ὃν τρόπον ἀπόλωλεν, ἀκηκόασιν.
夕方遅くになってようやく釈放された彼は、公設の役人に、将軍ニキアスがどのようにして死んだかについても聞いたか、と尋ねた。
οὕτως ἄμαχόν τι κακὸν καὶ ἀνουθέτητον ἡ συνήθεια ποιεῖ τὴν ἀδολεσχίαν.
このように、お喋りという習慣は、克服しがたく、忠告の効かない悪徳となるのである。