§11ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα βουλὴν ἐβουλεύετο καθʼ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας·
ローマの元老院が、何日もの間、自らの中だけで秘密の会議を行っていた。
ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων, γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον·
その事柄が極めて不透明で疑惑を呼んだため、他の点では思慮深いがある一人の女が(なにしろ女であるから)、夫に熱心に迫り、その秘密を聞き出そうとした。
ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης.
誓いや、沈黙を守るという誓約がなされ、自分は信頼されていないのだと彼女が嘆き悲しむ涙が流された。
ὁ δὲ Ῥωμαῖος ἐξελέγξαι βουλόμενος αὐτῆς τὴν ἀβελτερίαν
νικᾷς, ὦ γύναι
εἶπεν
ἀλλʼ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον·
そのローマ人は彼女の愚かさを試そうと思い、「お前の勝ちだ、妻よ」と言い、「だが、恐ろしく奇妙な話を聞いてくれ。
προσήγγελται γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ·
神官たちから、金の兜と槍を持ったヒバリが飛んでいるのが見撃されたと報告があったのだ。
σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν·
我々はこの前兆が吉か凶かを検討しており、予言者たちと共に悩んでいる。
ἀλλὰ σιώπα
ταῦτʼ εἰπὼν ᾤχετʼ εἰς τὴν ἀγοράν·
だが黙っていてくれ」と言い、広場(アゴラ)へ去っていった。
ἡ δὲ τῶν θεραπαινίδων εὐθὺς ἐφελκυσαμένη τὴν πρώτην εἰσελθοῦσαν, ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττεν
οἴμοι
λέγουσα
τἀνδρὸς καὶ τῆς πατρίδος·
女はすぐに侍女たちの中から最初に部屋に入ってきた者を呼び寄せ、自分の胸を叩き、髪をむしりながら「ああ、夫と祖国よ!
τί πεισόμεθα;
私たちはどうなってしまうのか!
βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖν
τί γὰρ γέγονεν;
」と言い、侍女が「何があったのですか? 」と尋ねるように仕向けた。
ὡς δʼ οὖν πυθομένης διηγήσατο καὶ προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸ
ταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα,
οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστʼ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον·
侍女が尋ねると、彼女はそれを語って聞かせ、あらゆるお喋りにつきものの決まり文句「これを誰にも言わないで黙っていておくれ」を付け加えた。 侍女が彼女から離れるやいなや、同僚の召使いの中で最も暇そうにしている者を見つけてすぐに話を吹き込んだ。
ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ πρὸς αὐτὴν ἔφρασεν.
その召使いは、自分のところにやってきた愛人に語った。
οὕτω δʼ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προλαβεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμων
ἀρτίως
εἶπεν
οἴκοθεν εἰς ἀγορὰν καταβαίνεις;
こうして話は広場へと転がり出ていき、噂を捏造した本人より先に広場に到達した。 彼の知人の一人が彼に出会い、こう言った。 「今、家から広場へ降りてこられたのですか?
ἀρτίως
ἔφη ἐκεῖνος.
」「今さ」と彼は言った。
οὐκοῦν οὐδὲν ἀκήκοας;
「それでは何も聞いておられないのですね?
γέγονε γάρ τι καινόν;
」「何か新しいことでもあったのか?
ἀλλὰ κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες.
」「金の兜と槍を持ったヒバリが飛んでいるのが見撃され、政務官たちがこれについて元老院を招集しようとしているのです。
κἀκεῖνος γελάσας
φεῦ τοῦ τάχους
εἶπεν
ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα
τούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς οἴκαδʼ εἰσῆλθεν,
ἀπώλεσάς μʼ
εἶπεν
ὦ γύναι·
」彼は笑って言った。 「なんという早さだ! 妻よ、私の言葉が私よりも先に広場に到達しているとは! 」そこで彼は政務官たちに会って混乱を解き、家に帰ると妻を懲らしめるために言った。 「お前は私を破滅させた、妻よ。
τὸ γὰρ ἀπόρρητον ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον·
秘密が私の家から発覚し、公にされてしまったのだ。
ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν.
お前の無自制のために、私は祖国を去らねばならない。
τρεπομένης δὲ πρὸς; ἄρνησιν αὐτῆς καὶ λεγούσης
οὐ·
」彼女はそれを否定しようとして言った。
γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας;
「あなた、その話を三百人の人々と一緒に聞いたのではないのですか?
ποίων
ἔφη
τριακοσίων;
」「三百人だと? 」と彼は言った。 「何の三百人だ?
σοῦ βιασαμένης, ἐπλασάμην ἀποπειρώμενος.
お前が無理に聞き出そうとしたから、私が試すためにでっち上げたのだ。
οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετʼ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ οἶνον οὐκ ἔλαιον ἀλλʼ ὕδωρ ἐγχέας, ἐπείρασε τὴν γυναῖκα.
」この男は、ヒビの入った器にワインや油ではなく、水を注ぐようにして、非常に安全かつ慎重に妻を試したのである。
Φούλβιος δʼ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ, γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι, τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δʼ ὃς ἔτι λοιπός;
一方、アウグストゥス・カイサルの友人であったフルウィウスは、皇帝がすでに老人となり、家の孤独を嘆き、二人の孫(娘の息子たち)が亡くなり、生き残っているポストゥムスも中傷によって追放されているため、妻の息子を帝位継承者に迎えざるを得ないと嘆くのを聞いた。
ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος, ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτίρων καὶ βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν·
皇帝は同情し、その孫を国外から呼び戻そうと考えていた。
ταῦτʼ ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε πρὸς τὴν γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτʼ ἐγνωκὼς οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλʼ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς καθίστησιν.
フルウィウスはこれを聞いて妻に漏らし、妻はリウィアに伝え、リウィアはカイサルを激しく非難した。 もし前からそのように考えていながら、なぜ孫を呼び戻さないのか、そうして私を帝位継承者との敵対と戦争に陥れるつもりかと。
· ἐλθόντος οὖν ἕωθεν, ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντος
χαῖρε, Καῖσαρ
ὑγίαινʼ
εἶπε
Φούλβιε.
翌朝、いつものようにフルウィウスがカイサルのもとを訪れ、「カイサル、ご機嫌よう」と言うと、カイサルは「お健やかに、フルウィウス」と言った。
κἀκεῖνος νοήσας ᾤχετʼ εὐθὺς ἀπιὼν οἴκαδε, καὶ τὴν γυναῖκα μεταπεμψάμενος
ἔγνωκεν
ἔφη
Καῖσαρ, ὅτι τἀπόρρητον οὐκ ἐσιώπησα·
フルウィウスはそれを察して、すぐに家に帰り、妻を呼んで言った。 「カイサルは私が秘密を黙っていなかったことを知ってしまった。
καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν·
だから私は自殺するつもりだ。
ἡ δὲ γυνὴ
δικαίως
εἶπεν
ὅτι μοι τοσοῦτον συνοικῶν χρόνον οὐκ ἔγνως οὐδʼ ἐφυλάξω τὴν ἀκρασίαν·
」妻は言った。 「当然です。 これほど長く私と暮らしていながら、私の無自制を知らず、警戒もしなかったのですから。
ἀλλʼ ἔασον ἐμὲ προτέραν
καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός.
ですが、私を先に行かせてください。 」そして剣を取って、夫に先立って自らを刺し殺した。