§12ὀρθῶς οὖν Φιλιππίδης ὁ κωμῳδιοποιὸς φιλοφρονουμένου τοῦ βασιλέως αὐτὸν Λυσιμάχου καὶ λέγοντος
τίνος σοι μεταδῶ τῶν ἐμῶν;
因此,当莱西马科斯国王盛情款待喜剧诗人菲利皮德斯并说:“我的财产中,有什么可以分给你的?
οὗ βούλει
φησὶ
βασιλεῦ, πλὴν τῶν ἀπορρήτων
τῇ δʼ ἀδολεσχίᾳ καὶ ἡ περιεργία κακὸν οὐκ ἔλαττον πρόσεστι πολλὰ γὰρ ἀκούειν θέλουσιν, ἵνα πολλὰ λέγειν ἔχωσι· καὶ μάλιστα τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων περιιόντες ἐξιχνεύουσι καὶ ἀνερευνῶσιν, ὥσπερ ὕλην πυλαίαν τινὰ φορυτῶν τῇ φλυαρίᾳ παρατιθέμενοι, εἶθʼ ὥσπερ οἱ παῖδες τὸν κρύσταλλον οὔτε κατέχειν οὔτʼ ἀφιέναι θέλουσι·
”时,菲利皮德斯正确地回答道:“大王,除了您的秘密,任何您所愿的都行。 ” 而在多嘴多舌之外,还伴随着同样严重的恶行,即多管闲事(猎奇窥探);因为他们想要听闻许多事情,以便能有很多话可说;他们尤其四处游荡,追踪并搜寻那些不可告人且隐秘的话语,仿佛是为自己的废话准备了一堆瓦砾般的柴薪,接着就像孩子们对待冰块一样,既不想一直握着,也不想放手。
μᾶλλον δʼ ὥσπερ ἑρπετὰ τοὺς ἀπορρήτους λόγους ἐγκολπισάμενοι καὶ συλλαβόντες οὐ συγκρατοῦσιν ἀλλὰ διαβιβρώσκονται ὑπʼ αὐτῶν.
或者更确切地说,他们像把爬虫置于怀中一般,把秘密的话语揽入胸怀并抓住,却无法控制它们,反被它们噬咬。
τὰς μὲν γὰρ βελόνας φασὶ ῥήγνυσθαι τικτούσας καὶ τὰς ἐχίδνας, οἱ δʼ ἀπόρρητοι λόγοι τοὺς μὴ στέγοντας ἐκπίπτοντες ἀπολλύουσι καὶ διαφθείρουσι.
因为据说针鱼和蝮蛇在生育时会肚裂而亡,而秘密的话语在泄露时,也会使那些无法保密的人灭亡并毁灭。
Σέλευκος ὁ Καλλίνικος ἐν τῇ πρὸς Γαλάτας μάχῃ πᾶν ἀποβαλὼν τὸ στράτευμα καὶ τὴν δύναμιν, αὐτὸς περισπάσας τὸ διάδημα καὶ φυγὼν ἵππῳ μετὰ τριῶν ἢ τεττάρων ἀνοδίαις καὶ πλάναις πολὺν δρόμον, ἤδη διʼ ἔνδειαν ἀπαγορεύων ἐπαυλίῳ τινὶ προσῆλθε, καὶ τὸν δεσπότην αὐτὸν εὑρὼν κατὰ τύχην ἄρτον καὶ ὕδωρ ᾔτησεν.
塞琉古·卡里尼科斯在与加拉太人的战斗中丧失了全部军队和力量,他自己扯下王冠,与三四个随从骑马逃跑,在无路荒野中荒废奔跑了很长的路程,最终因缺乏物资而精疲力竭,来到某处乡野小屋,碰巧遇到了屋主本人,便向他讨要面包和水。
ὁ δὲ καὶ ταῦτα· καὶ τῶν ἄλλων ὅσα παρῆν ἐν τῷ ἀγρῷ δαψιλῶς ἐπιδιδοὺς καὶ φιλοφρονούμενος ἐγνώρισε τὸ πρόσωπον τοῦ βασιλέως, καὶ περιχαρὴς γενόμενος τῇ συντυχίᾳ τῆς χρείας οὐ κατέσχεν οὐδὲ συνεψεύσατο βουλομένῳ λανθάνειν, ἀλλʼ ἄχρι τῆς ὁδοῦ προπέμψας.
那人不仅奉上了这些,还慷慨地提供了农田里所有现成的东西并盛情款待,在此期间认出了国王的容貌。 由于在国王穷途末路时偶遇而狂喜万分,他没能克制自己,也没有配合想要隐瞒身份的国王装糊涂,而是一路护送国王到了大路口。
καὶ ἀπολυόμενος
ὑγίαινʼ
εἶπεν
ὦ βασιλεῦ Σέλευκε.
在告别时, “祝您安康,塞琉古国王。 ” 说道。
κἀκεῖνος ἐκτείνας τὴν δεξιὰν αὐτῷ καὶ προσελκόμενος; ὡς φιλήσων, ἔνευσεν ἑνὶ τῶν μετʼ αὐτοῦ ξίφει τὸν τράχηλον ἀποκόψαι τοῦ ἀνθρώπου· "φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
国王便向他伸出右手,将他拉近,做出仿佛要亲吻他的样子,同时向身边的一名随从示意,用剑砍断那人的脖子; “话音未落,他的头颅已与尘土相混。
"
εἰ· δʼ ἐσίγησε τότε καρτερήσας ὀλίγον χρόνον, εὐτυχήσαντος ὕστερον τοῦ βασιλέως καὶ μεγάλου γενομένου μείζονας ἂν οἶμαι χάριτας ἐκομίσατο ἀντὶ τῆς σιωπῆς ἢ τῆς φιλοξενίας.
” 如果他当时能忍耐片刻,保持沉默,等到后来国王重获好运并强大起来时,我想,他因沉默而获得的赏赐将远大于因好客而得到的。
οὗτος μὲν οὖν ἁμωσγέπως ἔσχε πρόφασιν τῆς ἀκρασίας τὴν ἐλπίδα καὶ τὴν φιλοφροσύνην.
因此,这个人在某种程度上,还得以用希望和热情作为其无自制的借口。
§13οἱ δὲ πλεῖστοι τῶν ἀδολέσχων οὐδʼ αἰτίαν ἔχοντες ἀπολλύουσιν αὑτούς.
但大多数多嘴者在毫无借口的情况下毁灭了自己。
οἷον ἐν κουρείῳ τινὶ λόγων γιγνομἑνων περὶ τῆς Διονυσίου τυραννίδος, ὡς ἀδαμαντίνη καὶ ἄρρηκτός ἐστι, γελάσας ὁ κουρεὺς
ταῦθʼ ὑμᾶς
ἔφη
περὶ Διονυσίου δεῖ λέγειν, οὗ ἐγὼ παρʼ ἡμέρας ὀλίγας ἐπὶ τοῦ τραχήλου τὸ ξυρὸν ἔχω;
例如,在某家理发店里,人们谈论起狄奥尼修斯的僭主统治如何像金刚石般坚不可摧、不可动摇时,理发师笑答道: “你们竟然对狄奥尼修斯说这种话,而我每隔几天就要把剃刀搁在他的脖子上?
ταῦτʼ ἀκούσας ὁ Διονύσιος ἀνεσταύρωσεν αὐτόν.
” 狄奥尼修斯听闻此事后,将他钉上了十字架。
ἐπιεικῶς δὲ λάλον ἐστὶ τὸ τῶν κουρέων γένος οἱ γὰρ ἀδολεσχότατοι προσρέουσι καὶ προσκαθίζουσιν, ὥστʼ αὐτοὺς ἀναπίμπλασθαι τῆς συνηθείας.
一般而言,理发师这个群体是极其多嘴的,因为最爱说闲话的人都会聚集并坐在那里,以至于理发师们也被传染了这种习惯。
χαριέντως γοῦν ὁ βασιλεὺς Ἀρχέλαος, ἀδολέσχου κουρέως περιβαλόντος αὐτῷ τὸ ὠμόλινον καὶ πυθομένου
πῶς σε κείρω, βασιλεῦ
σιωπῶν
ἔφη.
因此,阿契劳斯国王做出了风趣的回应:当时一个多嘴的理发师把亚麻披肩围在国王身上,并问道: “大王,我该怎么给您理发? ” 他回答道: “默默无言。
κουρεὺς δὲ καὶ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων μεγάλην κακοπραγίαν ἀπήγγειλε, πρῶτος ἐν Πειραιεῖ πυθόμενος οἰκέτου τινὸς τῶν ἀποδεδρακότων ἐκεῖθεν.
” 此外,也是一个理发师最先报告了雅典人在西西里的巨大惨败,因为他在皮埃纽斯最先从一个从那里逃出来的奴隶那里得知了此事。
εἶτʼ ἀφεὶς τὸ ἐργαστήριον εἰς ἄστυ συνέτεινε δρόμῳ
"μή τις κῦδος ἄροιτο"
τὸν λόγον εἰς τὴν πόλιν ἐμβαλών,
"ὁ δὲ δεύτερος ἔλθοι.
随后,他丢下店铺,一路狂奔赶往内城,将消息抛入城中,以免“有人抢先立功,自己反成第二。 ” “而第二者随之而来。
"
γενομένης δὲ ταραχῆς οἷον εἰκός, εἰς ἐκκλησίαν ἀθροισθεὶς ὁ δῆμος ἐπὶ τὴν ἀρχὴν ἐβάδιζε τῆς φήμης.
” 正如预料的那样,全城一片混乱,聚集在公民大会上的民众便朝着谣言的源头查去。
ἤγετʼ οὖν ὁ κουρεὺς καὶ ἀνεκρίνετο, μηδὲ τοὔνομα τοῦ φράσαντος εἰδὼς ἀλλʼ εἰς ἀνώνυμον καὶ ἄγνωστον ἀναφέρων τὴν ἀρχὴν πρόσωπον.
于是理发师被带走受审,但他甚至连告诉他消息的人的名字都不知道,只能把来源推给一个无名且不相识的人。
ὀργὴ δʼ οὖν καὶ βοὴ τοῦ θεάτρου· βασάνιζε καὶ στρέβλου τὸν ἀλάστορα·
因此,剧场里爆发了愤怒和呼喊: “拷问并严刑拷打这个罪魁祸首!
πέπλασται ταῦτα καὶ συντέθειται·
这是捏造和编造出来的!
τίς δʼ ἄλλος ἤκουσε;
还有谁听到了?
τίς δʼ ἐπίστευσεν
ἐκομίσθη τροχός, κατετάθη ὁ ἄνθρωπος.
谁会相信? ” 刑车被推了上来,那个人被拉紧绑在上面。
ἐν τούτῳ παρῆσαν οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες, ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγότες, ἐσκεδάσθησαν οὖν πάντες ἐπὶ τὰ οἰκεῖα πένθη, καταλιπόντες ἐν τῷ τροχῷ τὸν ἄθλιον ἐνδεδεμένον.
就在这时,报告灾难的人们赶到了,他们是从战场上逃出来的。 于是大家各自散去,回家去悲悼自己的亲人,却把那可怜的人继续绑在刑车上。
ὀψὲ δὲ λυθεὶς ἤδη πρὸς ἑσπέραν ἠρώτα τὸν δημόσιον, εἰ καὶ περὶ Νικίου τοῦ στρατηγοῦ, ὃν τρόπον ἀπόλωλεν, ἀκηκόασιν.
直到傍晚时分,他才被解绑放开,随后他便询问公差,是否也听说了将军尼基亚斯是如何牺牲的。
οὕτως ἄμαχόν τι κακὸν καὶ ἀνουθέτητον ἡ συνήθεια ποιεῖ τὴν ἀδολεσχίαν.
习惯竟使多嘴多舌成了一种如此无可救药且不听劝诫的恶疾。