- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg101.humanitext-grc2:12-13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
喜劇詩人ピリッピデースやセレウコス王の逸話を通して、沈黙を守れなかった者が招く悲劇を描く。さらに、不用意な発言で処刑された床屋や、シケリア敗戦の噂を真っ先に広めて拷問された床屋の例を挙げ、お喋りという克服しがたい習慣の恐ろしさを論じる。
ὀρθῶς οὖν Φιλιππίδης ὁ κωμῳδιοποιὸς φιλοφρονουμένου τοῦ βασιλέως αὐτὸν Λυσιμάχου1 καὶ λέγοντος τίνος σοι μεταδῶ τῶν ἐμῶν; οὗ βούλει φησὶ βασιλεῦ, πλὴν τῶν ἀπορρήτων τῇ δʼ ἀδολεσχίᾳ καὶ ἡ περιεργία κακὸν οὐκ ἔλαττον πρόσεστι πολλὰ γὰρ ἀκούειν θέλουσιν, ἵνα πολλὰ λέγειν ἔχωσι· καὶ μάλιστα τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων2 περιιόντες ἐξιχνεύουσι καὶ ἀνερευνῶσιν, ὥσπερ ὕλην πυλαίαν τινὰ φορυτῶν τῇ φλυαρίᾳ παρατιθέμενοι, εἶθʼ ὥσπερ οἱ παῖδες τὸν κρύσταλλον οὔτε κατέχειν οὔτʼ ἀφιέναι θέλουσι· μᾶλλον δʼ ὥσπερ ἑρπετὰ τοὺς ἀπορρήτους λόγους ἐγκολπισάμενοι καὶ συλλαβόντες οὐ συγκρατοῦσιν ἀλλὰ διαβιβρώσκονται ὑπʼ αὐτῶν. τὰς μὲν γὰρ βελόνας φασὶ ῥήγνυσθαι τικτούσας καὶ τὰς ἐχίδνας, οἱ δʼ ἀπόρρητοι λόγοι τοὺς μὴ στέγοντας ἐκπίπτοντες ἀπολλύουσι καὶ διαφθείρουσι. Σέλευκος ὁ Καλλίνικος ἐν τῇ πρὸς Γαλάτας μάχῃ πᾶν ἀποβαλὼν τὸ στράτευμα καὶ τὴν δύναμιν, αὐτὸς περισπάσας τὸ διάδημα καὶ φυγὼν ἵππῳ μετὰ τριῶν ἢ τεττάρων ἀνοδίαις καὶ πλάναις πολὺν δρόμον, ἤδη διʼ ἔνδειαν ἀπαγορεύων ἐπαυλίῳ τινὶ προσῆλθε, καὶ τὸν δεσπότην αὐτὸν εὑρὼν κατὰ τύχην ἄρτον καὶ ὕδωρ ᾔτησεν. ὁ δὲ καὶ ταῦτα καὶ τῶν ἄλλων ὅσα παρῆν ἐν τῷ ἀγρῷ δαψιλῶς ἐπιδιδοὺς καὶ φιλοφρονούμενος ἐγνώρισε τὸ πρόσωπον τοῦ βασιλέως, καὶ περιχαρὴς γενόμενος τῇ συντυχίᾳ τῆς χρείας οὐ κατέσχεν οὐδὲ συνεψεύσατο βουλομένῳ λανθάνειν,3 ἀλλʼ ἄχρι τῆς ὁδοῦ προπέμψας καὶ ἀπολυόμενος ὑγίαινʼ εἶπεν ὦ βασιλεῦ Σέλευκε. κἀκεῖνος ἐκτείνας τὴν δεξιὰν αὐτῷ καὶ προσελκόμενος ὡς φιλήσων, ἔνευσεν ἑνὶ τῶν μετʼ αὐτοῦ ξίφει τὸν τράχηλον ἀποκόψαι τοῦ ἀνθρώπου· "φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. " εἰ δʼ ἐσίγησε τότε καρτερήσας ὀλίγον χρόνον, εὐτυχήσαντος ὕστερον τοῦ βασιλέως καὶ μεγάλου γενομένου μείζονας ἂν οἶμαι χάριτας ἐκομίσατο4 ἀντὶ τῆς σιωπῆς ἢ τῆς φιλοξενίας. οὗτος μὲν οὖν ἁμωσγέπως ἔσχε πρόφασιν τῆς ἀκρασίας τὴν ἐλπίδα καὶ τὴν φιλοφροσύνην.
それゆえ、喜劇詩人ピリッピデースは、リュシマコス王が彼を歓待して「私の持ち物のうち何を分け与えようか」と言ったときに、「王よ、秘密以外なら何でもお望みのものを」と正しく答えたのである。 お喋りには、それより劣らぬ悪徳として、お節介が付きまとっている。彼らは多くを語るネタを持つために、多くを聞きたがるからである。そして特に、秘密にされ隠された話の数々をあちこち歩き回って嗅ぎ回り、探索するのである。それは、自分たちのお喋りのために、瓦礫の山のようなうずたかい薪を用意するかのようであり、そののち、子供たちが氷を握りしめることも手放すことも望まないように、その話に執着する。あるいはむしろ、蛇のような爬虫類を懐に入れ、捕らえたものの、それを抱き込み続けることができず、かえってそれらに食い破られるかのようである。人々が言うには、ヘビやマムシは子供を産むときに破裂するそうだが、秘密の話というのも、それを留めておけない人々から飛び出して、彼らを滅ぼし、破滅させるのである。セレウコス・カッリニコスはガラティア人との戦いで全軍と全戦力を失い、自ら王冠をむしり取って、3、4人の従者とともに馬で逃走した。道なき道を彷徨いながら長い距離を走り、ついに疲労と欠乏のために力尽きかけて、ある田舎の仮小屋に近づいた。そして、偶然そこにいた主を自分で見つけ、パンと水を求めた。その主は、これらをもてなしただけでなく、農場にあった他のすべてのものを惜しみなく提供して歓待するうちに、王の顔を見分けた。そして、この困窮における偶然の出会いに狂喜した彼は、自制することができず、また身を隠したいと願う王に話を合わせることもせず、王を大通りまで見送った。そして見送る際に、「お元気で、セレウコス王よ」と言った。 すると王は、彼に右手を差し伸べ、口づけを交わすかのように引き寄せながら、同行していた者の一人に、剣でその男の首を切り落とすよう目配せした。 「そして、まだ言葉を発している彼の頭は、ついに塵と交わった。」 もし彼がその時、少しの間だけ耐えて沈黙を守っていたなら、のちに王が幸運を取り戻して強大になったときに、そのもてなしに対してよりも、むしろ沈黙に対して、より大きな恩賞を授かったであろうと私は思う。ともあれ、この男は、自らの無自制に対して、希望や親切心という言い訳をどうにか持っていた。
οἱ δὲ πλεῖστοι τῶν ἀδολέσχων οὐδʼ αἰτίαν ἔχοντες ἀπολλύουσιν αὑτούς. οἷον ἐν κουρείῳ τινὶ λόγων γιγνομένων περὶ τῆς Διονυσίου τυραννίδος, ὡς ἀδαμαντίνη καὶ ἄρρηκτός ἐστι, γελάσας ὁ κουρεὺς ταῦθʼ ὑμᾶς ἔφη περὶ Διονυσίου δεῖ λέγειν, οὗ ἐγὼ παρʼ ἡμέρας ὀλίγας ἐπὶ τοῦ τραχήλου τὸ ξυρὸν ἔχω; ταῦτʼ ἀκούσας ὁ Διονύσιος ἀνεσταύρωσεν αὐτόν. ἐπιεικῶς δὲ λάλον ἐστὶ τὸ τῶν κουρέων γένος οἱ γὰρ ἀδολεσχότατοι προσρέουσι καὶ προσκαθίζουσιν, ὥστʼ αὐτοὺς ἀναπίμπλασθαι τῆς συνηθείας. χαριέντως γοῦν ὁ βασιλεὺς Ἀρχέλαος, ἀδολέσχου κουρέως περιβαλόντος αὐτῷ τὸ ὠμόλινον καὶ πυθομένου πῶς σε κείρω, βασιλεῦ σιωπῶν ἔφη. κουρεὺς δὲ καὶ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων μεγάλην κακοπραγίαν ἀπήγγειλε, πρῶτος ἐν Πειραιεῖ πυθόμενος οἰκέτου τινὸς τῶν ἀποδεδρακότων ἐκεῖθεν. εἶτʼ ἀφεὶς τὸ ἐργαστήριον εἰς ἄστυ συνέτεινε δρόμῳ "μή τις κῦδος ἄροιτο5" τὸν λόγον εἰς τὴν πόλιν ἐμβαλών, "ὁ δὲ δεύτερος ἔλθοι." γενομένης δὲ ταραχῆς οἷον εἰκός, εἰς ἐκκλησίαν ἀθροισθεὶς ὁ δῆμος ἐπὶ τὴν ἀρχὴν ἐβάδιζε τῆς φήμης. ἤγετʼ οὖν ὁ κουρεὺς καὶ ἀνεκρίνετο, μηδὲ τοὔνομα τοῦ φράσαντος εἰδὼς ἀλλʼ εἰς ἀνώνυμον καὶ ἄγνωστον ἀναφέρων τὴν ἀρχὴν πρόσωπον. ὀργὴ δʼ οὖν καὶ βοὴ τοῦ θεάτρου· βασάνιζε καὶ στρέβλου τὸν ἀλάστορα· πέπλασται ταῦτα καὶ συντέθειται· τίς δʼ ἄλλος ἤκουσε; τίς δʼ ἐπίστευσεν ἐκομίσθη τροχός, κατετάθη ὁ ἄνθρωπος. ἐν τούτῳ παρῆσαν οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες, ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγότες, ἐσκεδάσθησαν οὖν πάντες ἐπὶ τὰ οἰκεῖα πένθη, καταλιπόντες ἐν τῷ τροχῷ τὸν ἄθλιον ἐνδεδεμένον. ὀψὲ δὲ λυθεὶς ἤδη πρὸς ἑσπέραν ἠρώτα τὸν δημόσιον, εἰ καὶ περὶ Νικίου τοῦ στρατηγοῦ, ὃν τρόπον ἀπόλωλεν, ἀκηκόασιν. οὕτως ἄμαχόν τι κακὸν καὶ ἀνουθέτητον ἡ συνήθεια ποιεῖ τὴν ἀδολεσχίαν.
しかし、お喋りな人々の大部分は、何の理由もないのに自らを滅ぼす。例えば、ある床屋で、ディオニュシオスの僭主政治がいかに金剛石のように堅固で不壊のものであるかという話がなされていたとき、その床屋は笑って「お前たちがディオニュシオスについてそんなことを言うとは。私は数日おきに、彼の首元に剃刀をあてているのだぞ」と言った。 これを聞いたディオニュシオスは、彼を磔刑にした。一般的に、床屋という人種はお喋りなものである。なぜなら、極めてお喋りな連中がそこへ集まって居座るため、彼らもその習慣に感染してしまうからである。それゆえ、アルケラオス王は、お喋りな床屋が彼の肩にリネンの布をかけ、「王よ、髪をどのようにお刈りしましょうか」と尋ねたときに、「黙って」と言った。また、アテナイ人のシケリアにおける大惨敗を最初に報告したのも床屋であった。彼は、そこから逃亡してきたある奴隷からペイライエウスで最初にその話を聞き、店を放り出して都へ全力で駆け出し、「誰かが名誉を得ることのないように」と、町にその噂を投げ込んだ。 「そして自分が二番手になることのないように」当然のことながら大騒動が起こり、民衆は民会に集まったのち、噂の出所へと向かった。そこでその床屋が連行されて尋問されたが、彼はそれを告げた者の名前さえ知らず、その出所として、名もなき見知らぬ人物を挙げるばかりであった。それゆえ劇場は怒りと叫び声に包まれた。 「この不吉な奴を拷問にかけ、責め苦にかけろ!これは捏造され、仕組まれた話だ。他に誰がこれを聞いたというのだ?誰が信じたというのだ?」 車が運び込まれ、その男は手足を縛り引っ張られた。その最中に、その災厄を自ら告げる人々が、戦場そのものから逃れて到着した。こうして人々は皆、それぞれ我が家の悲嘆へと散り散りになり、哀れな男を車に縛り付けたまま放置した。夕方遅くになってようやく釈放された彼は、公設の役人に、将軍ニキアスがどのようにして死んだかについても聞いたか、と尋ねた。このように、お喋りという習慣は、克服しがたく、忠告の効かない悪徳となるのである。
- 12φιλοφρονουμένου τοῦ βασιλέως αὐτὸν Λυσιμάχου
φιλοφρονουμένου と τοῦ βασιλέως ... Λυσιμάχου は属格絶対(genitive absolute)構文を形成しており、αὐτόν はその分詞の直接目的語(対格)である。
- 12τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων
部分属格である τῶν λόγων が先行する形容詞 τοὺς ἀπορρήτους καὶ κεκρυμμένους(「話のうち、秘密にされ隠されたもの」)を修飾している。
- 508eοὐ κατέσχεν οὐδὲ συνεψεύσατο βουλομένῳ λανθάνειν
与格分詞句 βουλομένῳ λανθάνειν(「身を隠すことを望む者(王)」)は、動詞 συνεψεύσατο(「〜に話を合わせる」「〜と共に欺く」)の与格補語である。
- 508eμείζονας ἂν οἶμαι χάριτας ἐκομίσατο
εἰ δʼ ἐσίγησε(直説法過去)を条件節とし、ἂν ... ἐκομίσατο(直説法過去+ἂν)を帰結節とする過去の反実仮想。ἂν は挿入された οἶμαι(私は思う)の前に置かれている。
- 509bμή τις κῦδος ἄροιτο
ホーメロス(『イーリアス』第22歌207行など)からの部分的な引用。ここでは、床屋が他の誰かに先を越されるのを恐れて急いだという「懸念・恐れ」を表す希求法節として機能している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(10 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 原文 4 件
- 2026-11-15 AI校閲 — 訳文 2 件
- 2026-09-21 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
