§14καίτοι γʼ ὥσπερ οἱ τὰ πικρὰ καὶ τὰ δυσώδη φάρμακα πιόντες δυσχεραίνουσι καὶ τὰς κύλικας, οὕτως οἱ τὰ κακὰ προσαγγέλλοντες ὑπὸ τῶν ἀκουόντων δυσχεραίνονται καὶ μισοῦνται.
しかしながら、苦くて悪臭のする薬を飲んだ人々がその杯にさえ嫌悪感を抱くように、悪い知らせを告げる人々は、それを聞く人々から嫌悪され、憎まれるのである。
ὅθεν χαριέντως ὁ Σοφοκλῆς διηπόρηκεν,
""
λυποῦσι δʼ οὖν ὥσπερ οἱ δρῶντες καὶ οἱ λέγοντες, ἀλλʼ ὅμως οὐκ ἔστι γλώσσης ῥεούσης ἐπίσχεσις οὐδὲ κολασμός.
それゆえ、ソポクレースは次のように優美に問いを投げかけている。 "" ともあれ、実際に行う者たちと同様に、語る者たちもまた苦痛を与えるのである。 しかしそれにもかかわらず、流れ出る舌を制止することも、懲らしめることもできない。
ἐν Λακεδαίμονι τῆς Χαλκιοίκου τὸ ἱερὸν ὤφθη σεσυλημένον, καὶ κειμένη ἔνδον κενὴ λάγυνος.
ラケダイモーンにおいて、青銅館の女神の神殿が略奪されているのが発見され、内部に空の瓶が置かれていた。
ἦν οὖν ἀπορία πολλῶν συνδεδραμηκότων, καί τις τῶν παρόντων
εἰ βούλεσθʼ εἶπεν ἐγὼ φράσω ὑμῖν ὁ μοι παρίσταται περὶ τῆς λαγύνου·
それで、多くの人々が駆け集まって困惑していたところ、居合わせた者の一人が言った。 「もしお望みなら、あの瓶について私の頭に浮かんだことをお話ししましょう。
νομίζω γάρ
ἔφη τοὺς
ἱεροσύλους ἐπὶ τηλικοῦτον ἐλθεῖν κίνδυνον, κώνειον ἐμπιόντας καὶ κομίζοντας οἶνον·
というのも、神殿荒らしどもはこれほど大きな危険に臨むにあたり、ドクニンジンをあらかじめ飲み、ワインを携えてきたのだと思うからです。
ἵνʼ εἰ μὲν αὐτοῖς λαθεῖν ἐγγένοιτο, τῷ ἀκράτῳ ποθέντι σβέσαντες καὶ διαλύσαντες τὸ φάρμακον ἀπέλθοιεν ἀσφαλῶς εἰ δʼ ἁλίσκοιντο, πρὸ τῶν βασάνων ὑπὸ τοῦ φαρμάκου ῥᾳδίως καὶ ἀνωδύνως ἀποθάνοιεν.
もし見つからずに済めば、生ワインを飲むことで毒を消し、分解させて、安全に立ち去るためです。 もし捕まるようなことがあれば、拷問をかけられる前に、その薬によって容易に、かつ苦痛なく死ねるようにと。
ταῦτʼ εἰπόντος αὐτοῦ, τὸ πρᾶγμα πλοκὴν ἔχον καὶ περινόησιν τοσαύτην οὐχ ὑπονοοῦντος ἀλλʼ εἰδότος ἐφαίνετο.
」彼がこのように語ると、その件がこれほど巧妙な仕組みと深い思慮を含んでいたため、彼は推測しているのではなく、真相を知っているかのように見えた。
καὶ περιστάντες αὐτὸν ἀνέκριναν ἄλλοθεν ἄλλος
τίς εἶ;
そして人々は彼を取り囲み、四方八方から彼を尋問した。 「お前は誰だ?
ʼ
καί
τίς σʼ οἶδε;
」「誰がお前を知っているのか?
ʼ
καί πόθεν
ἐπίστασαι ταῦτα;
」「なぜそんなことを知っているのだ?
καὶ τὸ πέρας ἐλεγχόμενος οὕτως ὡμολόγησεν εἷς εἶναι τῶν ἱεροσύλων.
」そして最後には、そのように厳しく追及されて、自分が神殿荒らしの一人であることを白状した。
οἱ δʼ Ἴβυκον ἀποκτείναντες οὐχ οὕτως ἑάλωσαν ἐν θεάτρῳ καθήμενοι, καὶ γεράνων παραφανεισῶν πρὸς ἀλλήλους; ἅμα γέλωτι ψιθυρίζοντες, ὡς αἱ Ἰβύκου ἔκδικοι πάρεισιν;
イビュコスを殺害した者たちもまた、劇場に座っていたとき、鶴の群れが現れるや、イビュコスの復讐者たちがやってきたと、笑いながら互いに囁き合ったことで、同じように捕まったのではなかったか。
ἀκούσαντες γὰρ οἱ καθεζόμενοι πλησίον, ἤδη πολὺν χρόνον τοῦ Ἰβύκου ὄντος ἀφανοῦς καὶ ζητουμένου, ἐπελάβοντο τῆς φωνῆς καὶ προσήγγειλαν τοῖς ἄρχουσιν.
近くに座っていた人々はそれを耳にし、イビュコスが行方不明になって既に久しく、捜索されていたため、その言葉を聞き咎めて政務官たちに通報したのである。
ἐλεγχθέντες δʼ οὕτως ἀπήχθησαν, οὐχ ὑπὸ τῶν γεράνων κολασθέντες ἀλλʼ ὑπὸ τῆς αὑτῶν γλωσσαλγίας ὥσπερ ἐρινύος ἢ Ποινῆς βιασθέντες ἐξαγορεῦσαι τὸν φόνον.
そしてこのようにして罪を暴かれ、引き立てられていった。 彼らは鶴によって罰せられたのではなく、自分たちのお喋りによって、まるでエリーニュスやポイネーに強制されるかのように、殺人を告白せざるを得なくなったのである。
ὡς γὰρ ἐν τῷ σώματι πρὸς τὰ πεπονθότα μέρη καὶ ἀλγοῦντα γίγνεται φορὰ καὶ ὁλκὴ τῶν πλησίον, οὕτως ἡ γλῶττα τῶν ἀδολέσχων ἀεὶ φλεγμονὴν ἔχουσα καὶ σφυγμὸν ἕλκει τι καὶ συνάγει τῶν ἀπορρήτων καὶ κεκρυμμένων ἐφʼ ἑαυτήν.
体において、患部や痛みのある部位に向けて、隣接する部分の流れや引き込みが生じるように、お喋りな人々の舌は、常に炎症と鼓動を抱えているため、秘密にされ隠された事柄を引き寄せ、自らのもとに集めてしまうのである。
διὸ δεῖ πεφράχθαι, καὶ τὸν λογισμὸν ὡς πρόβολον ἐμποδὼν ἀεὶ τῇ γλώττῃ κείμενον ἐπέχειν τὸ ῥεῦμα καὶ τὸν ὄλισθον αὐτῆς, ἵνα μὴ τῶν χηνῶν ἀφρονέστεροι εἶναι δοκῶμεν, οὕς φασιν, ὅταν ὑπερβάλλωσιν.
それゆえ(舌は)防壁で囲まれていなければならず、理性が障壁として常に舌の前に置かれ、その流れと滑り落ちを阻まなければならない。 それは、我々が雁よりも愚かであるように思われないためである。
ἐκ Κιλικίας τὸν Ταῦρον ἀετῶν ὄντα μεστόν, εἰς τὸ στόμα λαμβάνειν εὐμεγέθη λίθον ὥσπερ κλεῖθρον ἢ χαλινὸν ἐμβάλλοντας τῇ φωνῇ, καὶ νυκτὸς οὕτως ὑπερφέρεσθαι λανθάνοντας.
言われるところでは、彼らは鷲に満ちたキリキアからタウロス山脈を越える際、かなり大きな石を口に含み、まるで閂や轡をその声にはめるかのようにして、夜間に見つかることなく飛び越えていくということだ。
§15εἰ τοίνυν ἔροιτό τις
"τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον,ʼ"
οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών.
さて、もし誰かが「最も邪悪で、最も身を滅ぼした者は誰か」と尋ねたなら、裏切り者を差し置いて、他の誰かを挙げる者はいないだろう。
Εὐθυκράτης μὲν οὖν
ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις
ὥς φησι Δημοσθένης· Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν
πόρνας καὶ ἰχθῦς ἠγόραζεν· Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν.
さて、エウテュクラテースは、デモステネースが言うように、マケドニアから送られた木材で自宅の屋根を葺き、ピロクラテースは多額の金を受け取って娼婦や魚を買い漁り、エレトリアを裏切ったエウポルボスとピラグロスには、王が土地を与えた。
ὁ δʼ ἀδόλεσχος ἄμισθός ἐστι προδότης;
しかしお喋りな者は、報酬のない、そして自ら買って出た裏切り者である。
καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος·
彼は馬や城壁を売り渡すのではなく、裁判や内紛、政治的対立において秘密の話を漏らすのであるが、それに対して誰も感謝してはくれない。
ἀλλʼ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν.
それどころか、もし自分が聞いてもらえたなら、むしろ彼自身が感謝を負うことになる。
ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον
"οὐ φιλάνθρωπος σὺ γʼ ἐσσʼ·
それゆえ、自分の持ち物を無闇矢鱈に、思慮なく吐き出し、むやみに恵み与える者に対して言われた、「お前は博愛主義者なのではない。
ἔχεις νόσον, χαίρεις διδούς"
ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον·
病気なのだ。 与えることを喜んでいるのだ」という言葉は、お喋りな者にもそのまま当てはまる。
οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδʼ εὔνους·
お前はこれらのことを告げ口することで友人であるわけでも、親意を持っているわけでもない。
ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.
病気なのだ。 語り、無駄口を叩くことを喜んでいるのだ、と。