§7τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει κακά.
しかし多くの人々にとっては、友人や親族の不幸だけでなく、敵の邪悪さもまた、彼らを苦しめ、苛立たせる。
βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ παροξύνουσι τοὺς ἀνοήτους·
なぜなら、悪口や怒り、嫉妬、悪意、敵意を伴う妬みは、それらを持つ者たち自身の破滅であるが、愚かな者たちをも悩ませ、苛立たせるからである。
ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές.
ちょうど、近人の短気や、知人の気難しさ、あるいは業務に携わる部下たちの何らかの不誠実さがそうであるように。
ὑφʼ ὧν οὐχ ἣκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροὶ
"πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ"
οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ νοσήμασιν, οὐκ εὐλόγως.
これらによって、あなた自身も少なからず動揺させられ、ちょうどソポクレスの言う医師たちが「苦い胆汁を苦い薬で洗い流す」かのように、彼らの情念や病に対して、不条理にも、同じように怒りを返し、ともに苦々しい気持ちになっているように私には思われる。
ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται.
というのも、あなたが委ねられて処理している実務は、素直で善良な人柄という扱いやすい道具によってではなく、多くの場合、荒々しくねじ曲がった人々によって奉仕されているからである。
τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδʼ ἄλλως ῥᾴδιον·
したがって、これらを真っ直ぐに正すことがあなたの仕事であると思ってはならないし、そもそもそれは容易なことでもない。
ἂν δʼ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανῇ τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις·
しかし、彼らを本来そのような性質のものとして扱い、あたかも医師が抜歯鉗子や傷口を留める鉤を使うようにして、可能な限りで穏やかで控えめな態度を示すなら、他人の不快さや邪悪さに苦しむよりもむしろ、あなた自身の心の状態を喜ぶことになるだろう。
καὶ ὥσπερ κύνας ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους οἰόμενος περαίνειν, ἐπιλήσῃ πολλὰ λυπηρὰ συνάγων, ὥσπερ εἰς χωρίον κοῖλον καὶ ταπεινὸν ἐπιρρέοντα, τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλαμένην κακῶν.
そして、犬たちが吠えたとしても、彼らは自分たちに相応しいことをしているのだと考えて、他人の悪によって満たされるこの器の小ささと弱さへと、低い土地に流れ込むように、多くの苦痛な事柄を集めて流入させることを、あなたは忘れるだろう。
ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος·
というのも、哲学者の一部は、不運な人々に対して生じる同情さえも非難しているからである。 助けることは善いことであるが、隣人とともに苦しみ、ともに屈することは善いことではないという理由で。
ὃ δὲ μεῖζόν ἐστιν, οὐδʼ αὑτῶν ἁμαρτανόντων καὶ διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν, ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν δεῖ·
さらに重大なことには、彼らは自分自身が過ちを犯し、その品性が悪くなっていることに気づいたときでさえ、気落ちしたり不快に思ったりすることを許さず、むしろ苦痛を伴わずにその邪悪さを治療すべきだとしている。
σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας.
考えてもみよ、私たちに関わり、近づいてくる人々が全員、温厚で魅力的な人たちではないからといって、自分たちが悩んだり不機嫌になったりするのを放置することが、どれほど不条理であるかを。
ἀλλʼ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι καὶ δεδοικότες.
しかし、親愛なるパッキオスよ、私たちが、出会う人々の邪悪さ一般を嫌悪しているのではなく、何らかの自己愛ゆえに、悪を憎む心からではなく、自分に向けられる邪悪さを嫌悪し、恐れているのだということに、自分自身で気づいていないのではないか(そうではないかと注意せよ)。
αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρʼ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφʼ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν.
なぜなら、事物に対する激しい興奮や、過度な欲望や追求、あるいは逆に忌避や中傷が、人々に対する不信や気難しさを生み出し、それらのために、私たちはあるものを奪われ、別のものに遭遇しているように思われるからである。
ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν γίγνεται καὶ πραότατος; .
しかし、事物に対して軽やかに、また節度をもって応じることに慣れている者は、人々に対しても最も親しみやすく、最も穏やかに接するようになる。