Humanitext Reader

普鲁塔克 · 论心境安宁 §7

包容他人的不完美以保持内心平静

第 4 段,共 13 段 · 希腊语

内容简介

作者劝诫帕基乌斯应将身边不完美的人视作工具并坦然应对,指出内心的动摇源于自私而非对恶的憎恨,并说明轻松应对事务有助于培养待人的温和态度。

§7τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει κακά.
然而对于大多数人来说,不仅朋友和亲友的灾祸,连敌人的邪恶也会使他们痛苦和恼怒。
βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές.
因为诽谤、愤怒、嫉妒、恶意以及伴随着敌意的妒忌,虽然是拥有这些情绪的人自身的灾星,但它们也会扰乱和激怒愚蠢的人;正如邻居的脾气暴躁、熟人的难缠、以及负责事务的助手的某些劣行,也同样起作用一样。
ὑφʼ ὧν οὐχ ἣκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροὶ "πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ" οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ νοσήμασιν, οὐκ εὐλόγως.
在我看来,你本人也深受这些事情的干扰,就像索福克勒斯笔下的医生那样, “用苦药来清洗苦胆汁,” 从而同样以愤怒回应,并因他们的情感和疾病而一同变得痛苦,这并不合理。
ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται.
因为你受托处理的事务,并不是由单纯或善良的性格(如同顺手的工具一般)来协助完成的,而多是由粗野和扭曲的人来服务的。
τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδʼ ἄλλως ῥᾴδιον· ἂν δʼ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανῇ τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις· καὶ ὥσπερ κύνας ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους οἰόμενος περαίνειν, ἐπιλήσῃ πολλὰ λυπηρὰ συνάγων, ὥσπερ εἰς χωρίον κοῖλον καὶ ταπεινὸν ἐπιρρέοντα, τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλαμένην κακῶν.
因此,不要以为纠正这些人是你的工作,这在任何情况下也都非易事;但是,如果你把他们当作天生如此的人来对待,就像医生使用拔齿钳和伤口缝合夹一样,并尽可能表现得温和和克制,你就会为自己的心态感到高兴,而不是因他人的讨厌和恶劣而感到痛苦;而且,如果狗吠叫,你若认为它们只是在做适合它们的事,就会忘记(停止)收集许多痛苦的事,并像水流向低洼地带那样,将它们引入这因别人的恶行而充满的狭隘与软弱之中。
ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος· ὃ δὲ μεῖζόν ἐστιν, οὐδʼ αὑτῶν ἁμαρτανόντων καὶ διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν, ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν δεῖ· σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας.
因为有些哲学家甚至谴责对不幸之人产生同情,认为给予帮助是好的,而与邻人一同受苦和一同屈服则不然;更重要的是,他们甚至不允许人们在意识到自己犯错且品性处于糟糕状态时感到沮丧和不安,而是认为应当无痛地治疗这种恶行;试想,仅仅因为并非所有与我们交往和接近的人都是温和体贴的,我们就任由自己感到苦恼和烦躁,这是多么不合理啊。
ἀλλʼ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι καὶ δεδοικότες.
但是,亲爱的帕基乌斯,看啊,我们是否在自欺欺人,我们所排斥和害怕的并不是我们所遇到之人的普遍恶劣,而是因为某种自私自利(而非对恶的憎恨)而针对我们的恶意。
αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρʼ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφʼ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν.
因为对事务的剧烈焦躁、不配有的渴望与追求,或是相反的排斥与诽谤,都会产生对人们的猜疑和摩擦,由于这些,我们似乎被剥夺了某些东西,并陷入了另一些麻烦之中。
ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν γίγνεται καὶ πραότατος; .
而习惯于轻松且适度地应对事务的人,在与人交往时就会变得最为随和、最为温和。

词汇与语法注释

  1. 468bὑφʼ ὧν οὐχ ἧκιστά μοι δοκεῖς ... οὕτως ἀντιχαλεπαίνειν — 动词 δοκεῖς(“你似乎”)采用了人称构式,带有名格分词 ἐπιταραττόμενος(“你似乎受到扰乱”)。其后接的不定式短语 οὕτως ἀντιχαλεπαίνειν... 也直接依赖于 δοκεῖς,用以表达这种状态导致的后果(“并因而似乎以愤怒回应”)。
  2. 468dἐπιλήσῃ πολλὰ λυπηρὰ συνάγων — 动词 ἐπιλήσῃ(ἐπιλανθάνομαι 的将来时第二人称单数或虚拟语气)在此与分词 συνάγων 连用,表示“你将忘记(或停止)收集”。这里是劝诫对方停止将痛苦的事物收集并引入(ἐπιρρέοντα)自身因他人的恶而产生的软弱中。

引用这一段

普鲁塔克, 论心境安宁 §7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。