§5Κυβείᾳ γὰρ ὁ Πλάτων τὸν βίον ἀπείκασεν, ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι.
というのも、プラトンは人生をダイス遊びに例え、そこでは都合の良いように投げる必要があり、また投げて出た目をうまく使う必要があるとした。
τούτων δὲ τὸ μὲν βάλλειν οὐκ ἐφʼ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γιγνόμενα παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν.
これらのうち、投げること自体は我々の支配下にはないが、運命から生じるものを適切に受け入れ、それぞれに場所を割り当てて、本来の強みが最も発揮され、望まない出来事が出遭う人々を最も苦しめないようにすることは、私たちが賢明であるならば、私たちのなすべき仕事である。
τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους ἐξίστησι μὲν εὐτυχία συστέλλει δὲ δυστυχία·
というのも、生き方において技術も分別もない者たちは、肉体が病弱で暑さにも寒さにも耐えられない人々のように、幸運にはのぼせ上がり、不運には打ちのめされるからである。
ταράττονται δʼ ὑπʼ ἀμφοτέρων, μᾶλλον δʼ ὑφʼ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς.
そして彼らは両者によって動揺させられるが、むしろ両者において自分自身によって、かつ、いわゆる善きものにおいて劣らず動揺させられるのである。
Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε, τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ, τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους·
実際、無神論者と呼ばれたテオドロスは、自分が右手で言葉を差し出しているのに、聞き手は左手でそれを受け取っていると言っていた。
οἱ δʼ ἀπαίδευτοι πολλάκις τὴν τύχην δεξιὰν παρισταμένην ἐπαριστέρως λαμβάνοντες ἀσχημονοῦσιν οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις φέρει μέλι τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον αὑτοῖς λαμβάνουσι.
他方、教養のない者たちは、しばしば運命が右手に現れて寄り添っているのに、それを左手で受け取って不作法な振る舞いをする。 しかし、賢者たちは、ミツバチにとって最も辛く最も乾燥したタイムが蜂蜜をもたらすように、このように、しばしば極めて困難な状況から、自分たちにとって適した有益なものを受け取るのである。
§6τοῦτʼ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας
οὐδʼ οὕτως
ἔφη
κακῶς·
したがって、まずこのことを訓練し習熟せねばならない。 犬を狙って石を投げ損ねて継母に当ててしまった者が、「これでも悪くない」と言ったように。
ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων.
というのも、望まない出来事から運命を転換させることができるからである。
ἐφυγαδεύθη Διογένης, οὐδʼ οὕτω κακῶς ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν.
ディオゲネスは追放されたが、「これでも悪くない」。 というのも、追放の後に哲学を始めたからである。
Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός·
キティオンのゼノンには、一隻の貨物船が残されていた。
πυθόμενος δὲ ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν
εὖγʼ
εἶπεν
ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσʼ ἡμᾶς.
これが荷を積んだまま難破して沈没したと聞いて、「よくやってくれた、運命よ、私を粗末な外套とストアへと駆り立てるとは」と言った。
τί οὖν κωλύει μιμεῖσθαι τούτους;
では、彼らを模倣することを何が妨げるのか。
ἀρχὴν παραγγέλλων διήμαρτες;
公職を志して失敗したか。
ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων.
ならば、農地で自らの私有地を世話して過ごせばよい。
ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης;
しかし、支配者の友情を求めて拒絶されたか。
ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ.
ならば、危険なく、煩わしい用事もなく生きるだろう。
πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας;
逆に、多忙と心労を伴う公務に携わることになったか。
"οὐδὲ θερμὸν ὕδωρ τοσόνδε τέγξει μαλθακὰ γυῖα"
κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως
"πόνον ἡδὺν κάματὸν τʼ εὐκάματον.
「温かい水もこれほどまでにしなやかな四肢を和らげることはない」とピンダロスが言うように、名声や権力を伴う名誉が「心地よい労苦と、快い労働」を作り出すのである。
"
ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός;
あるいは、中傷や嫉妬によって不運や追放に直面したか。
ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν, ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν.
ならば、風はムーサたちとアカデメイアへと順風に吹いている、ディオニュシオスの友情をめぐって嵐に遭遇したプラトンのように。
διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν.
それゆえ、高名な人々を観察し、彼らもまた同じような目に遭って傷つかなかったかを見ることも、心の平穏にとって大いに役立つ。
οἷον ἀπαιδία τὸ λυποῦν ἐστι;
たとえば、子がないことが苦痛なのか。
τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε πενίᾳ δυσφορεῖς παρούσῃ;
ローマの王たちを見よ。 彼らの誰も息子に支配権を遺さなかった。 目前の貧しさに耐えかねているのか。
καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι Βοιωτῶν ἢ Ἐπαμεινώνδας;
それならボイオティア人のうちで、エパメイノンダス以上に誰になりたいと思っただろうか。
τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος;
またローマ人のうちで、ファブリキウス以上に誰になりたいか。
ἀλλὰ διέφθαρταί σου τὸ γύναιον;
しかし、あなたの妻が不貞を働いたか。
οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα τὸ ἐν Δελφοῖς
"ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μʼ ἀνέθηκεν·
それなら、デルポイにある碑文を読んだことはないのか。 「水と陸の王アギスが私を奉納した。
"
οὐδʼ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας;
」また、彼の妻ティマイアをアルキビアデスが誘惑し、生まれた子を彼女が侍女たちにささやきながらアルキビアデスと呼んでいたことを聞いたことはないのか。
ἀλλὰ τοῦτʼ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατʼ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσʼ ἡ θυγάτηρ·
しかし、そのことはアギスがギリシア人のうちで最も高名かつ偉大であることを妨げなかった。 彼の時代の哲学者たちのうちでスティルポンが、娘がふしだらであったにもかかわらず最も快活に生きることを妨げなかったのと同様に。
ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος
ἐμὸν οὖν
ἔφη
ἁμάρτημα τοῦτʼ ἐστὶν ἢ ἐκείνης;
それどころか、メトロクレスが彼を非難したとき、「では、それは私の過ちなのか、それとも彼女の過ちなのか」と彼は言った。
εἰπόντος δὲ τοῦ Μητροκλέους
ἐκείνης μὲν ἁμάρτημα σὸν δʼ ἀτύχημα·
メトロクレスが、「彼女の過ちであり、あなたの不幸だ」と言うと、「どういうことかね。
πῶς λέγεις; εἶπεν
οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματʼ ἐστί;
過ちとは失敗ではないのか」と言った。
πάνυ μὲν οὖν
, ἔφη.
「その通りです」と彼は言った。
τὰ δὲ διαπτώματʼ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα; συνωμολόγησε καὶ ὁ Μητροκλῆς.
「そして失敗とは、失敗したものにとっては目的を外すことではないのか」メトロクレスもこれに同意した。
τὰ δʼ ἀποτεύγματʼ οὐχ ὧν ἀποτεύγματʼ καὶ ἀτυχήματα; πράῳ λόγῳ καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν τοῦ κυνικοῦ βλασφημίαν.
「そして目的を外すこととは、それが外れたものにとって不幸ではないのか」このように、穏やかで哲学的な議論によって、キュニコス派の悪口を無駄な吠え声であると証明したのである。