Humanitext Reader

プルタルコス · 怒りを抑えることについて §13

贅沢と気難しさの抑制と簡素な生活の効用

10 / 12 箇所 · ギリシア語

要旨

ンダヌスは、過剰な欲望や贅沢が怒りを引き起こす温床であると指摘し、簡素な生活様式への適合、身の回りの調度品に対するこだわりを捨てることの重要性を、ソクラテスらの逸話を用いて説く。

§13ΦΟΥΝΔ.>καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς, καὶ μαλακίας οἷον σμῆνος ἢ σφηκιὰν ἡμῖν ἐντίκτουσι.
ΦΟΥΝΔ. さらに、魂の中に絶えず、頻繁に、少しずつ蓄積される怒りは、とりわけ、贅沢と軟弱を伴う自己愛と気難しさが、私たちの内にまるで蜂の群れやスズメバチの巣のようなものを生み出すのです。
διὸ μεῖζον οὐδὲν εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς πραότητα πρὸς οἰκέτας καὶ γυναῖκα καὶ φίλους τῷ δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ δεομένῳ πολλῶν καὶ περιττῶν " ὁ δʼ οὔτʼ ἄγαν ὀπτοῖσιν οὔθʼ ἑφθοῖς ἄγαν, οὔθʼ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου ἠρτυμένοισι χαίρων ὥστʼ ἐπαινέσαι " χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν, οὐδʼ ἄρτον ἐξ ἀγορᾶς φαγὼν οὐδʼ ὄψου γευσάμενος ἐν λιτοῖς ἢ κεραμεοῖς σκεύεσιν, οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης μηδʼ ὥσπερ θαλάττης διὰ βάθους κεκινημένης, ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ ἱδρῶτος, ὥσπερ φλεγμοναῖς καταπλάσματα κομίζοντας, ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ δουλεύων διαίτῃ, καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς προσκρουμάτων πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος.
それゆえ、現在あるものに満足し、多くの過分なものを求めない人間にとって、召使いたちや妻や友人に対する温厚さへと向かうために、満足のしやすさと素朴さ以上に優れた糧はありません。 "彼は、焼きすぎたものにも、茹ですぎたものにも、薄味すぎのものにも、濃味すぎのものにも、あるいは中間に調味されたものにも、褒めそやすほどには喜ばず、" 一方で、雪がなければ飲もうとせず、市場で買ったパンを食べようとせず、簡素な器や陶器の器に盛られたおかずを味わおうとせず、また底からうねる海のように膨らんだ寝具でなければ眠ろうともせず、食卓の周りの給仕たちを、まるではれものに湿布を運んでくるかのように、走らせ、怒鳴らせ、汗をかかせながら、鞭や殴打で急き立て、病弱で、あら探しばかりし、不平だらけの不満足な生活様式に従属している者は、絶え間のない咳によるように、数多くの衝突によって、知らぬ間に激情のまわりに潰瘍だらけで炎症を起こしやすい状態を作り出してしまっているのである。
ἐθιστέον οὖν τὸ σῶμα διʼ εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γιγνόμενον·
それゆえ、身体を簡素な生活によって満足しやすさに慣れさせ、自己充足できるようにすべきである。
οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσι.
わずかなものしか必要としない人々は、多くのものを損なうことがないからである。
καὶ δεινὸν οὐδὲν ἀρξαμένους ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολουμένους καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν·
そして、食物から始めて、手元にあるものを黙って享受することは、何も恐ろしいことではない。 大いに怒り不機嫌になって、自分自身や友人たちに「怒り」という最も不快なおかずを放り込むよりはましである。
"δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο·
"夕食にとって、これ以上に不快なものは他にないであろう。
" διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός.
"(料理が)少し焦げたことや、煙や、塩気が足りないこと、あるいは冷めすぎたパンのために、使用人が殴られ、妻が罵られることほど。
Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος· τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δʼ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων.
アルケシラオスが、異邦の客たちと共に友人をもてなしていた時のこと、夕食は供されたが、召使いたちが買い忘れたためにパンがなかった。
ἐφʼ ᾧ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς;
我々なら誰が、大声を張り上げて壁を揺るがさなかっただろうか。
ὁ δὲ μειδιάσας οἷόν ἐστιν ἔφη τὸ συμποτικὸν εἶναι τὸν σοφόν τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος. τὸν Εὐθύδημον, ἡ Ξανθίππη μετʼ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, ὁ δʼ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος γενόμενος·
しかし彼は、微笑んで言った。 「賢者が宴会にふさわしい態度をとるというのは、こういうことなのだ。 」また、ソクラテスが格闘技場からエウテュデモスを連れて帰ってきたとき、クサンティッペが怒って現れ、罵った挙句、ついには食卓をひっくり返してしまった。 エウテュデモスは立ち上がり、すっかり気を落として立ち去ろうとした。
καὶ ὁ Σωκράτης παρὰ σοὶ δʼ εἶπεν οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτʼ ἐποίησεν, ἡμεῖς δʼ οὐκ ἠγανακτήσαμεν;
するとソクラテスは言った。 「先日、君の家でも、一羽の鶏が飛び込んできて同じことをしたではないか。 だが我々は腹を立てなかっただろう?
δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν.
」なぜなら、眉をひそめたり、奉仕する者たちに戦慄と恐怖を与えたりすることなく、満足のいく気立てと笑いと親切心をもって友人たちを迎えるべきだからである。
ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι·
また、あらゆる器具をこだわりなく使い、あれよりもこれを使うというようにならないよう慣れるべきである。
καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν.
たとえばある人々は、多くの器具があるのに、マリオスについて語られるように、一つの杯やリュトンを選び出し、他のものでは飲もうとしない。
οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσιν καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες ἐκ πασῶν μίαν·
彼らは、油壺や垢擦り板に対しても同様であり、すべての中から特定の一つを好む。
εἶθʼ ὅταν συντριβῇ τι τούτων ἢ ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσι.
そして、それらのうちの何かが壊れたり紛失したりすると、ひどく腹を立て、罰を与えるのである。
ἀφεκτέον οὖν τῷ πρὸς ὀργὴν φαύλως ἔχοντι τῶν σπανίων καὶ περιττῶν, οἷον ἐκπωμάτων καὶ σφραγίδων καὶ λίθων πολυτελῶν·
それゆえ、怒りに陥りやすい者は、珍しいものや過分なもの、たとえば杯や印章、高価な宝石などを避けるべきである。
ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων.
なぜなら、それらが失われたとき、手に入りやすく見慣れたものよりも、はるかに人を激怒させるからである。
διὸ καὶ τοῦ Νέρωνος ὀκτάγωνόν τινα σκηνὴν ὑπερφυὲς κάλλει καὶ πολυτελείᾳ θέαμα κατασκευάσαντος, ἤλεγξας ἔφη ὁ Σενέκας πένητα σεαυτόν·
それゆえ、ネロンがその美しさと贅沢さにおいて驚くべき見ものである八角形の天幕を造らせたとき、セネカは言った。 「お前は自分が貧乏人であることを証明してしまった。
ἐὰν γὰρ ταύτην ἀπολέσῃς, ἑτέραν οὐ κτήσῃ τοιαύτην καὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέσθαι τὴν σκηνήν·
なぜなら、もしこれを見失えば、二度と同じようなものは手に入らないのだから。 」そして実際、船が沈没してその天幕が失われる事態が起きた。
ὁ δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν.
しかしネロンはセネカの言葉を思い出し、より寛大にそれを受け入れた。
, ἡ δὲ πρὸς; τὰ πράγματʼ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον·
物事に対するこの満足のしやすさは、召使いたちに対しても人を満足しやすく、また穏やかにする。
εἰ δὲ πρὸς οἰκέτας, δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους.
そして、召使いたちに対してそうであるなら、友人たちに対しても、また部下たちに対しても同様であることは明らかである。
ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδʼ εἰ φθονερὸς ἀλλʼ εἰ θυμώδης καὶ ὅλως σὺν ὀργῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδʼ ἔρωτα γυναῖκας ἀνδρῶν ὑπομένειν δυναμένας μηδὲ συνήθειαν ἀλλήλων φίλους.
私たちは、新しく買われた奴隷たちが、自分を買った主人について、迷信深いかとか嫉妬深いかではなく、怒りっぽい人間であるかどうかを尋ねるのを目にする。 また、全体として、怒りを伴うならば、夫は妻の貞淑を、妻は夫の愛を、友人は互いの交わりを耐え忍ぶことができなくなるのを目にする。
οὕτως οὔτε γάμος οὔτε φιλία μετʼ ὀργῆς ἀνεκτόν, ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν·
このように、結婚も友情も、怒りを伴うならば耐え難いものであるが、怒りを伴わなければ、泥酔でさえ許せるものとなる。
ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον.
神のウイキョウの杖は、酔っ払いを懲らしめるのに十分であり、怒りがそれに加わって、薄めていないワインを、苦痛を和らげるものや踊りの代わりに、残忍で狂暴なものにしてしまわない限りは。
καὶ τὴν μανίαν αὐτὴν καθʼ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δʼ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους.
そして、狂気そのものは単独であればアンティキュラが治療するが、それが怒りと混ざり合うと、悲劇や神話を生み出すのである。

語釈・文法注

  1. 461bχιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν — 分詞 `πιών`, `φαγών`, `γευσάμενος`, `κοιμηθείς`, `ἐπιταχύνων`, `δουλεύων` はすべて主節の主語となる人物の性質・行動を記述しており、主動詞は末尾の `ἔλαθεν ... ἀπεργασάμενος` である。`οὐκ ἂν πιών` の `ἄν` は潜在(〜しようとしないであろう)のニュアンスを分詞に与えている。
  2. 461dἈρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος — 属格独立構文(genitive absolute)。`τοὺς φίλους` は `ἑστιῶντος` の直接目的語であり、「アルケシラオスが、異邦の客たちと共に友人をもてなしていたとき」と解釈される。
  3. 462aἀναμνησθεὶς τοῦ Σενέκα — 動詞 `ἀναμιμνήσκω` の受動態(ここでは中間態の意味)の分詞 `ἀναμνησθεὶς` は、記憶の対象として属格の `τοῦ Σενέκα` を直接支配している。
  4. 462bἂν μὴ προσγενόμενος ὁ θυμὸς... ποιήσῃ τὸν ἄκρατον — 接続法 `ποιήσῃ` を伴う条件節を形成する。`τὸν ἄκρατον`(希釈していないワイン)が `ποιήσῃ` の直接目的語であり、`ὠμηστὴν καὶ μαινόλην` がその目的格補語として機能している。

この箇所を引用する

プルタルコス, 怒りを抑えることについて §13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。