§12ΦΟΥΝΔ.αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων.
ΦΟΥΝΔ. さて、これもおそらく怒りの治療法とは見えず、誰かが怒りの中で犯す過ちを回避し、防ぐことのように見えるでしょう。
καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ἱερώνυμος.
とはいえ、脾臓の腫れは熱病の随伴症状にすぎないものの、それが和らぐと熱病も軽くなる、とヒエロニュモスが言う通りです。
ἀλλʼ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τήν γένεσιν ἄλλους ὑπʼ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίγνεται.
しかし、怒りそのものの発生を観察すると、様々な人が様々な原因によって怒りに陥るのを目にしますが、それらすべてにおいて、侮られ無視されているという感覚が一様に生じているのです。
διὸ καὶ τοῖς παραιτουμένοις δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν ἢ ἀνάγκην ἢ πάθος ἢ δυστυχίαν τιθεμένους ὡς Σοφοκλῆς
"
ἀλλʼ οὐ γάρ, ὦ ʼναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει
νοῦς τοῖς κακῶς πράξασιν, ἀλλʼ ἐξίσταται.
それゆえ、怒りを宥めようとする人々を助けるべきであり、彼らの行為を軽蔑や不遜さからできるだけ遠ざけ、無知や、やむを得ぬ事情、情念、あるいは不運に帰すべきです。 ソポクレスが次のように言っているように。 "しかし、王よ、不運に見舞われた人々には、生まれつき備わっている分別さえ留まることはなく、失われてしまうのです。
"
καὶ τῆς Βρισηΐδος τὴν ἀφαίρεσιν εἰς τὴν Ἄτην ἀναφέρων ὁ Ἀγαμέμνων, ὅμως
"ἂψ ἐθέλει ἀρέσαι, δόμεναὶ τʼ ἀπερείσιʼ ἄποινα.
"また、アガメムノンはブリーセーイスを奪ったことをアーテーのせいにしながらも、それでもやはり、 "再び和解し、数限りない代償を与えたい。 "と言っています。
"
καὶ γὰρ τὸ δεῖσθαι τοῦ μὴ καταφρονοῦντός ἐστι, καὶ ταπεινὸς; φανεὶς ὁ ἀδικήσας ἔλυσε τὴν τῆς ὀλιγωρίας δόξαν.
なぜなら、懇願することは、相手を侮っていないことの証であり、過ちを犯した者が自らをへりくだって示すことは、軽蔑しているという疑念を解消するからです。
οὐ δεῖ δὲ ταῦτα περιμένειν τὸν ὀργιζόμενον, ἀλλὰ τὸ τοῦ Διογένους
οὗτοί σου καταγελῶσιν ὦ Διόγενες· ἐγὼ δʼ οὐ καταγελῶμαι
λαμβάνειν ἐν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ νομίζειν ἀλλὰ μᾶλλον ἐκείνου καταφρονεῖν, ὡς διʼ ἀσθένειαν ἢ πλημμέλειαν ἢ προπέτειαν ἢ ῥᾳθυμίαν ἢ ἀνελευθερίαν ἢ γῆρας ἢ νεότητα πλημμελοῦντος.
しかし、怒る者はこれを待つべきではなく、ディオゲネスのあの言葉、すなわち、「人々があなたを嘲笑っていますよ、ディオゲネス」「だが、私は嘲笑われてはいない」という言葉を自分の中で受け止め、自分が侮られているとみなすのではなく、むしろ、相手が弱さ、過ち、軽率さ、怠慢、心の狭さ、老齢、あるいは若さのゆえに過ちを犯しているのだとして、相手を侮るべきです。
οἰκέταις δὲ καὶ φίλοις ἀφετέον τὸ τοιοῦτο παντάπασιν.
召使いたちや友人たちに対しては、このような疑念を完全に捨てるべきです。
οὐ γὰρ ὡς ἀδυνάτων οὐδʼ ὡς ἀπράκτων, ἀλλὰ διʼ ἐπιείκειαν ἢ διʼ εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δʼ ὡς φιλούντων καταφρονοῦσι·
なぜなら、彼らは主人が無能だからでも無力だからでもなく、寛大さや好意のゆえに、ある者は善い人として、またある者は愛してくれる人として甘えているにすぎないからです。
νυνὶ δʼ οὐ μόνον πρὸς γυναῖκα καὶ δούλους καὶ φίλους ὡς καταφρονούμενοι τραχέως ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύταις καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπʼ ὀργῆς συμπίπτομεν οἰόμενοι καταφρονεῖσθαι, καὶ κυσὶν ὑλακτοῦσι καὶ ὄνοις ἐμβάλλουσι χαλεπαίνομεν ὡς ἐκεῖνος ὁ βουλόμενος τύπτειν τὸν ὀνηλάτην, εἶτʼ ἀνακραγόντος ὅτι
Ἀθηναῖός εἰμι,
σὺ δὲ μὲν οὐκ εἶ Ἀθηναῖος
τὸν ὄνον λέγων ἔτυπτε καὶ πολλὰς ἐνεφόρει πληγάς.
しかし現状では、私たちは妻や奴隷、友人たちに対して、自分が侮られていると思って激しく怒るだけでなく、宿屋の主人や船乗り、酔っ払ったラバ追いに対しても、自分が侮られていると思い込んで、怒りのあまりしばしば衝突してしまいます。 そして、吠える犬やぶつかってくるロバに対しても腹を立てるのです。 それは、あのラバ追いを殴ろうとしたものの、相手が「私はアテナイ市民だ! 」と叫んだため、「それなら、お前はアテナイ市民ではないな」と言ってロバを殴り、何度も激しい鞭打ちを加えた男のようです。