Humanitext Reader

普鲁塔克 · 论控制愤怒 §13

克制奢华与挑剔并过简朴生活

第 10 段,共 12 段 · 希腊语

内容简介

芬达努斯指出,过度的欲望和奢华是滋生愤怒的温床,并借用苏格拉底等人的逸事,强调了适应简朴生活方式以及放弃对特定器物的执念的重要性。

§13ΦΟΥΝΔ.>καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς, καὶ μαλακίας οἷον σμῆνος ἢ σφηκιὰν ἡμῖν ἐντίκτουσι.
芬达努斯:此外,那些在灵魂中不断、频繁且一点一滴积聚起来的愤怒,主要是由伴随着奢华与软弱的利己之心和坏脾气,在我们的内心孕育出的,如同蜂群或胡蜂窝一般。
διὸ μεῖζον οὐδὲν εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς πραότητα πρὸς οἰκέτας καὶ γυναῖκα καὶ φίλους τῷ δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ δεομένῳ πολλῶν καὶ περιττῶν " ὁ δʼ οὔτʼ ἄγαν ὀπτοῖσιν οὔθʼ ἑφθοῖς ἄγαν, οὔθʼ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου ἠρτυμένοισι χαίρων ὥστʼ ἐπαινέσαι " χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν, οὐδʼ ἄρτον ἐξ ἀγορᾶς φαγὼν οὐδʼ ὄψου γευσάμενος ἐν λιτοῖς ἢ κεραμεοῖς σκεύεσιν, οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης μηδʼ ὥσπερ θαλάττης διὰ βάθους κεκινημένης, ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ ἱδρῶτος, ὥσπερ φλεγμοναῖς καταπλάσματα κομίζοντας, ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ δουλεύων διαίτῃ, καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς προσκρουμάτων πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος.
因此,对于一个能够随遇而安、不需要许多奢侈之物的人来说,为了对待仆役、妻子和朋友能保持温和,没有什么比随和与朴素更伟大的准备了。 “他既不因烤得过头也不因煮得过烂、既不因太淡也不因太咸、亦不因适中调味之物而高兴得大加赞美,” 另一方面,那些没有雪就不饮酒、不吃从市场上买来的面包、不在简朴或陶制器皿中品尝佳肴、不在不膨胀且不似深海般起伏的床榻上入睡的人,还要用鞭子和责打驱赶餐桌旁的仆役,让他们奔跑、呼喊和流汗,仿佛他们带去的是消炎的敷药一般,这样的人屈从于一种虚弱、挑剔和怨天尤人的生活方式,就像被持续不断的咳嗽折磨一样,在数次冲突中,不知不觉地在激怒的脾气周围造成了溃疡和卡他性的炎症状态。
ἐθιστέον οὖν τὸ σῶμα διʼ εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γιγνόμενον· οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσι.
因此,必须通过简朴的生活让身体习惯于随和,使之能够自给自足;因为需求少的人不会在很多事情上感到失望。
καὶ δεινὸν οὐδὲν ἀρξαμένους ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολουμένους καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν·
而且,从食物开始,静静地享用碰巧得到的食物,并没有什么可怕的,而不该因大发雷霆和不悦,而给自己和朋友送上“愤怒”这道最令人不快的配菜。
"δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο· " διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός.
“对于晚宴而言,恐怕没有比这更令人不快的了;” 因食物微焦、烟熏、缺盐或面包过冷,而鞭打仆役、辱骂妻子。
Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος· τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δʼ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων.
当阿尔科西劳斯与一些外邦客人一起款待朋友时,晚餐已经端上,但因为仆人们忘了买,所以没有面包。
ἐφʼ ᾧ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς;
对此,我们中谁不会大喊大叫、震裂墙壁呢?
ὁ δὲ μειδιάσας οἷόν ἐστιν ἔφη τὸ συμποτικὸν εἶναι τὸν σοφόν τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος. τὸν Εὐθύδημον, ἡ Ξανθίππη μετʼ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, ὁ δʼ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος γενόμενος· καὶ ὁ Σωκράτης παρὰ σοὶ δʼ εἶπεν οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτʼ ἐποίησεν, ἡμεῖς δʼ οὐκ ἠγανακτήσαμεν;
而他却微笑着说:“智者适于宴乐,竟是这般情形! ”又如苏格拉底从摔跤场把尤苏戴莫斯领回家时,赞西佩愤怒地冲进来,辱骂了一番,最后把桌子也掀翻了。 尤苏戴莫斯站起身来,十分沮丧地准备离开;苏格拉底却说:“前几天在你的家里,不是有一只鸡飞进来,做了同样的事吗? 而我们并没有生气呀。
δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν.
” 因为我们应当以随和、欢笑和友爱来接待朋友,而不是皱着眉头,或给服侍的人带来战栗和恐惧。
ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι· καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν.
我们还必须习惯于随和地使用所有的器皿,不要偏爱这一个而胜过那一个;就像有些人,明明有许多器皿,却偏偏选出一个杯子,如人们关于马略所传闻的那样,或者选出一个角杯,否则就不肯饮酒。
οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσιν καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες ἐκ πασῶν μίαν· εἶθʼ ὅταν συντριβῇ τι τούτων ἢ ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσι.
他们对待油瓶和刮汗板也是如此,在所有东西中只偏爱某一个;一旦这些东西中有什么坏了或丢了,他们就会感到沉重并惩罚仆人。
ἀφεκτέον οὖν τῷ πρὸς ὀργὴν φαύλως ἔχοντι τῶν σπανίων καὶ περιττῶν, οἷον ἐκπωμάτων καὶ σφραγίδων καὶ λίθων πολυτελῶν· ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων.
因此,易怒的人应当远离稀有和奢侈的东西,如杯盏、印章和昂贵的宝石;因为这些东西丢失时,比那些容易得到和常见的东西更让人失去理智。
διὸ καὶ τοῦ Νέρωνος ὀκτάγωνόν τινα σκηνὴν ὑπερφυὲς κάλλει καὶ πολυτελείᾳ θέαμα κατασκευάσαντος, ἤλεγξας ἔφη ὁ Σενέκας πένητα σεαυτόν· ἐὰν γὰρ ταύτην ἀπολέσῃς, ἑτέραν οὐ κτήσῃ τοιαύτην καὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέσθαι τὴν σκηνήν· ὁ δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν.
所以,当尼禄建造了一座八角形的帐篷,其美丽和昂贵令人叹为观止时,塞内卡说:“你证明了自己是个穷人;因为如果你失去了这个,你就无法再获得另一个同样的了。 ”而且,后来确实碰巧因为船只沉没而失去了这顶帐篷;但尼禄想起了塞内卡的话,便比较温和地承受了这一损失。
, ἡ δὲ πρὸς; τὰ πράγματʼ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον· εἰ δὲ πρὸς οἰκέτας, δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους.
而对事物的随和,也会让人对仆人变得随和与温顺;如果对仆人如此,显然对朋友和部下也是如此。
ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδʼ εἰ φθονερὸς ἀλλʼ εἰ θυμώδης καὶ ὅλως σὺν ὀργῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδʼ ἔρωτα γυναῖκας ἀνδρῶν ὑπομένειν δυναμένας μηδὲ συνήθειαν ἀλλήλων φίλους.
我们也看到,新买来的奴隶会打听买主的情况,不是问他是否迷信,也不是问他是否嫉妒,而是问他是否易怒;总之,一旦伴随着愤怒,丈夫就无法忍受妻子的节制,妻子也无法忍受丈夫的爱,朋友也无法忍受彼此的交往。
οὕτως οὔτε γάμος οὔτε φιλία μετʼ ὀργῆς ἀνεκτόν, ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν· ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον.
因此,无论是婚姻还是友谊,一旦伴随愤怒便无法忍受;但如果没有愤怒,即使是醉酒也是轻微的;因为神灵的茴香杖足以惩戒醉酒之人,除非随之而来的愤怒将纯酒变成了凶残和疯狂之物,而不是解忧和伴舞之物。
καὶ τὴν μανίαν αὐτὴν καθʼ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δʼ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους.
而且,狂气本身有安提基拉可以医治,但若与愤怒混合,就会演变成悲剧和神话。

词汇与语法注释

  1. 461bχιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν — 分词 `πιών`, `φαγών`, `γευσάμενος`, `κοιμηθείς`, `ἐπιταχύνων` 和 `δουλεύων` 均用以描述主语的性质和行为,主句动词为句末的迂回结构 `ἔλαθεν ... ἀπεργασάμενος`。`οὐκ ἂν πιών` 中的 `ἄν` 给分词赋予了潜在的语气(“一个不愿饮酒的人”)。
  2. 461dἈρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος — 属格独立结构(genitive absolute)。`τοὺς φίλους` 是 `ἑστιῶντος` 的直接宾语,意为“当阿尔科西劳斯与一些外邦客人一起款待朋友时”。
  3. 462aἀναμνησθεὶς τοῦ Σενέκα — 动词 `ἀναμιμνήσκω` 的被动(此处作中动意)分词 `ἀναμνησθεὶς` 直接支配属格 `τοῦ Σενέκα` 作为记忆的对象。
  4. 462bἂν μὴ προσγενόμενος ὁ θυμὸς... ποιήσῃ τὸν ἄκρατον — 此句与虚拟语气 `ποιήσῃ` 构成条件从句。`τὸν ἄκρατον`(纯酒)是 `ποιήσῃ` 的直接宾语,而 `ὠμηστὴν καὶ μαινόλην` 作宾语补足语。

引用这一段

普鲁塔克, 论控制愤怒 §13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。