§14ΦΟΥΝΔ.δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ·
ΦΟΥΝΔ. そして、たわむれている時にもそれに場所を与えてはならない。 というのも、それは親愛の情に敵意をもたらすからである。
μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται·
また、親しく語り合っている時にも(場所を与えてはならない)。 というのも、それは対話から争いを生み出すからである。
μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι·
また、審判をしている時にも。 というのも、それは権限に傲慢さを付け加えるからである。
μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ μισολογίαν μήτʼ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον·
また、教育している時にも。 というのも、それは落胆と学問嫌いを生じさせるからである。 また、幸運に恵まれている時にも。 というのも、それは嫉妬を増大させるからである。
μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις·
また、不幸に見舞われている時にも。 というのも、彼らが不機嫌になり、共に悲しんでくれる人々と争うとき、それは憐れみを取り去ってしまうからである。
ὡς ὁ Πρίαμος
"
ἔρρετε, λωβητῆρες, ἐλεγχέες·
プリアモスがそうであったように。 "去れ、恥知らずの、面汚しどもめ。
οὔ νυ καὶ ὑμῖν
ἔστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;
お前たちには自分の家にも嘆きがないというのか、私を苦しめるためにやって来るとは。
"
ἡ δʼ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δʼ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης·
"これに対して、満足のしやすさは、ある事柄を助け、ある事柄を飾り立て、ある事柄をいっそう甘美にし、温厚さによって怒りやあらゆる不機嫌に打ち勝つのである。
ὥσπερ Εὐκλείδης, τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος
ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δέ
φήσας
ἀπολοίμην, εἰ μή σε πείσαιμι
διέτρεψε παραχρῆμα καὶ μετέθηκε.
エウクレイデスがそうであった。 彼の兄弟が不和の末に彼に対して「もし私があなたに復讐しなければ、私は死んでしまえ」と言ったとき、「しかし私は」と言って、「もしあなたを説得できなければ、死んでしまえ」と(答え)、すぐに(相手の怒りを)そらし、その心を改めさせた。
πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δʼ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν·
またポレモンは、宝石を愛し高価な印章に熱を上げている男が自分を罵ったとき、何も答えず、その印章の一つに注意を向け、じっと観察した。
ἡσθεὶς οὖν ὁ ἄνθρωπος
μὴ οὕτως
εἶπεν
ὦ Πολέμων, ἀλλʼ ὑπʼ αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται
ὁ δʼ Ἀρίστιππος, ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος
ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία; καθεύδει
φησὶν
ἐγὼ δʼ αὐτὴν ἐγερῶ·
そこで男は嬉しくなって言った。 「そんな風にではなく、ポレモンよ、光にかざして見てごらん。 そうすれば君にとってはるかによく見えるだろう。 」またアリスティッポスは、エスケィネスとの間に怒りが生じた際、誰かが「アリスティッポスよ、あなたたちの友情はどこへ行ったのか」と言ったとき、「眠っているのだ」と答え、「私がそれを起こそう」と言った。
καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν
οὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν;
そしてエスケィネスのもとへ行き、こう言った。 「私はあなたにとって、忠告を受けるにも値しないほど、完全に不運で救いようのない人間に見えるだろうか」するとエスケィネスは言った。
ὁ δʼ Αἰσχίνης
οὐδέν
ἔφη
θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.
「何も驚くことはない。 万事において私の素質よりも優れているあなたが、ここでもなすべきことを先に悟ったとしても。
"
καὶ γὰρ κάπρον φριξαύχενʼ οὐ μόνον γυνή,
παῖς δʼ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ
κλίναι παλαιστοῦ παντὸς εὐμαρέστερον.
」 "なぜなら、首の毛を逆立てた猪でさえ、女だけでなく、生まれたばかりの子供が幼い手で撫でるだけで、いかなる力士よりも容易に手なずけることができるのだから。
"
ἀλλʼ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν ὑπʼ ὀργῆς·
"しかし私たちは、凶暴な動物たちを飼い慣らし、温和にする。 狼の仔やライオンの仔さえ腕の中に抱きかかえて歩き回る。 それなのに、自分の子供たちや友人や親しい人々を怒りのために追い出してしまう。
οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν, ἀλλʼ ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δʼ ἐλευθεριότητα τὸ δʼ εὐσέβειαν καλοῦντες οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα.
そして、召使いたちや市民たちに対して、怒りをまるで野獣のように解き放ちながら、それを「悪を憎む心」と都合よく言い換えている。 しかし私は思う、魂の他のあらゆる情熱や病についても、あるものを「深謀遠慮」、別のものを「気前の良さ」、また別のものを「敬虔」と呼ぶことによって、私たちはそれらのいずれからも逃れることができずにいるのだと。
§15ΦΟΥΝΔ.καίτοι, καθάπερ ὁ Ζήνων ἔλεγε τὸ σπέρμα σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἔοικε τῶν παθῶν πανσπερμία τις ὁ θυμὸς εἶναι·
ΦΟΥΝΔ. しかしながら、ゼノンが、種子とは魂の諸能力が引きちぎられて混ざり合い結合したものであると言っていたように、怒りとは諸情念のあらゆる種子の混ざり物のようなものであると思われる。
καὶ γὰρ λύπης ἀπέσπασται καὶ ἡδονῆς καὶ ὕβρεως·
というのも、それは苦痛からも、快楽からも、傲慢からも引きちぎられたものだからである。
καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρεκακίαν, φθόνου δὲ καὶ χείρων ἐστίν·
そして、それは他者の不幸を喜ぶという嫉妬の性質を含んでいるが、嫉妬よりもなお悪いものである。
ἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον·
なぜなら、それは自分自身が害を受けないようにと戦うのではなく、他者を打ち砕いて自らもひどい目に遭うようにと戦うからである。
ἐπιθυμίας δʼ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι.
また、欲望のうちで最も不快なものがそこに植え付けられている。 それが他者を苦しめることへの欲求であるとするならば、まさしくそうである。
διὸ τῶν μὲν ἀσώτων ταῖς οἰκίαις προσιόντες αὐλητρίδος ἀκούομεν ἑωθινῆς, καὶ
πηλόν
ὣς τις εἶπεν
οἴνου καὶ σπαράγματα στεφάνων
καὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους·
それゆえ、放蕩者の家に近づくとき、私たちは朝方に笛吹きの女の音を聞き、「泥」と、ある人が言ったように、「ワインの泥と千切れた花冠」を目にし、また門口で二日酔いになっている従者たちを見る。
τὰ δὲ τῶν πικρῶν ἐκκαλύμματα καὶ δυσκόλων ἐν τοῖς προσώποις τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις·
これに対し、気難しく不機嫌な者たちの(家の)内情は、その表情のうちに、また召使いたちの顔つきや、焼き印や、足枷によって暴露されているのを目にするであろう。
"ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις"
ὀργίλου ἀνδρός
"κωκυτὸς ἐμπέπτωκε,"
μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτίρειν ὁρῶντας.
"そして常に、歌い手の代わりに、怒りっぽい男の家には "" 嘆きの声が響き渡っている。 "家の中で家令たちが鞭打たれ、侍女たちが拷問にかけられているからである。 そのため、怒りのもたらす苦痛を目にする時、人々は欲望や快楽のうちにある(放蕩者の)苦痛の方を(むしろ)同情するほどなのである。