§8οὐ μόνον τοίνυν ἀπὸ τῆς μάχης ἀλλʼ οὐδὲν ἧττον ἀπὸ τῆς ἀκολουθίας κατίδοι τις ἂν τὴν παθητικὴν ἀρχὴν τῆς λογικῆς οὖσαν ἑτέραν.
それゆえ、闘いからだけでなく、従属からであっても、情念的な原理が理性的な原理とは異なるものであることを、等しく見て取ることができるだろう。
ἐπεὶ γὰρ ἔστι μὲν ἐρᾶν εὐφυοῦς πρὸς ἀρετὴν καὶ γενναίου παιδὸς ἔστι δὲ φαύλου καὶ ἀκολάστου, συμβαίνει δὲ θυμῷ χρῆσθαι μὲν ἀλόγως πρὸς παῖδας αὑτοῦ καὶ γονεῖς χρῆσθαι δʼ ὑπὲρ γονέων καὶ παίδων δικαίως πρὸς πολεμίους καὶ τυράννους·
なぜなら、徳に対して優れた素質を持ち高貴な少年に恋することもあれば、劣っていて放縦な少年に恋することもあるし、また、自らの子供たちや親に対して不合理に怒りを用いることもあれば、親や子供たちのために、敵や僭主に対して正当にそれを用いることもあるからである。
ὥσπερ ἐκεῖ μάχης καὶ διαφορᾶς τοῦ πάθους πρὸς τὸν λογισμὸν αἴσθησις ἔστιν, οὕτως ἐνταῦθα πειθοῦς καὶ ἀκολουθίας, οἷον ἐπιρρέποντος καὶ συνεπιδιδόντος.
そこにおいて、情念の理性に対する闘いと対立の感覚があるように、ここにおいては、あたかも(情念が)傾きかけ、ともに付き従っているかのような、説得と従属の感覚がある。
ἔτι τοίνυν καὶ γυναῖκα γήμας κατὰ νόμους ἀνὴρ ἐπιεικὴς διανοεῖται περιέπειν καὶ συνεῖναι δικαίως καὶ σωφρόνως, χρόνῳ δὲ τῆς συνηθείας ἐντεκούσης πάθος αἰσθάνεται τῷ λογισμῷ τὸ φιλεῖν καὶ τὸ ἀγαπᾶν ἐπιτεινόμενον ὥσπερ αὖ καὶ νέοι διδασκάλοις ἐπιτυχόντες ἀστείοις ὑπὸ χρείας τὸ πρῶτον ἕπονται καὶ ζηλοῦσιν, ὕστερον δὲ καὶ φιλοῦσιν ἀντὶ γνωρίμων καὶ μαθητῶν ἐρασταὶ καλούμενοι καὶ ὄντες.
さらに、法に従って妻を娶った立派な夫は、正当にかつ節度をもって彼女をいたわり、ともに暮らそうと意図するが、時間が経ち、親密さが情念を生み出すと、彼は愛することといつくしむことが自らの理性に対して強まっていくのを感知する。 ちょうどまた、若者たちが優れた教師たちに出会ったとき、最初は必要に迫られて付き従い、あこがれるが、後には(彼らを)愛するようになり、知人や弟子というよりは、愛好者と呼ばれ、また現にそうなるように。
τὸ δʼ αὐτὸ συμβαίνει καὶ πρὸς ἄρχοντας ἐν πόλεσι χρηστοὺς καὶ γείτονας καὶ κηδεστάς·
そして同じことが都市における善良な支配者たち、近隣の人々、あるいは姻戚関係にある人々に対しても起こる。
ἀρξάμενοι γὰρ ὑπὸ χρείας τινὸς καθηκόντως ἀλλήλοις ὁμιλεῖν, ἔπειτα λανθάνουσιν εἰς τὸ φιλεῖν ὑποφερόμενοι, συνεπισπασαμένου τοῦ λογισμοῦ καὶ συναναπείσαντος τὸ παθητικόν.
なぜなら、何らかの必要に迫られて、義務にふさわしく互いに交際し始めた後、その後、いつの間にか愛することへと流されていくからである。 それは、理性が一緒に引き寄せ、情念的な部分を共に説得したことによる。
ὁ δʼ εἰπών
"
αἰδώς τε·
また、「恥(慎み)よ。
δισσαὶ δʼ εἰσίν, ἡ μὲν οὐ κακὴ
ἡ δʼ ἄχθος οἴκων·
それには二つのものがあり、一方は悪くなく、他方は家の重荷である」と言った者は、自ら感じ取っていたことが明らかではないだろうか。
"
ἆρʼ οὐ δῆλός ἐστι συνῃσθημένος; ἐν ἑαυτῷ τοῦτο τὸ πάθος πολλάκις μὲν ἀκολουθοῦν τῷ λόγῳ καὶ συγκατακοσμούμενον, πολλάκις δὲ παρὰ τὸν λόγον ὄκνοις καὶ μελλήσεσι καιροὺς καὶ πράγματα λυμαινόμενον;
自分自身の中で、この情念が、しばしば理性に従い、共に秩序づけられる一方で、しばしば理性に反して、躊躇やためらいによって好機や事柄を台無しにしてしまうということを。
§9οἷς καὶ αὐτοὶ τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπείκοντες, αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι καὶ τὸ ἣδεσθαι χαίρειν καὶ τοὺς φόβους εὐλαβείας·
これらに彼ら自身も、明白な事実のゆえにある意味で屈して、「恥じること」を「慎み深くあること」と呼び、「快を感ずること」を「喜ぶこと」と呼び、さらに「恐れ」を「警戒」と呼んでいる。
ταύτην μὲν οὐδενὸς; ἂν αἰτιασαμένου τὴν εὐφημίαν, εἰ ταὐτὰ πάθη προστιθέμενα μὲν τῷ λογισμῷ τούτοις καλοῦσι τοῖς ὀνόμασι, μαχόμενα δὲ καὶ βιαζόμενα τὸν λογισμὸν ἐκείνοις.
誰もこの言葉の言い換えを非難することはないだろうが、もし、同一の情念が、理性に加わるときにはこれらの名前で呼ばれ、理性に逆らって無理に抗うときにはそれらの名前で呼ばれるのだと彼らが言うのであれば。
ὅταν δὲ δακρύοις ἐλεγχόμενοι καὶ τρόμοις καὶ χρόας μεταβολαῖς, ἀντὶ λύπης καὶ φόβου δηγμούς τινας καὶ συνθροήσεις λέγωσι καὶ προθυμίας τὰς ἐπιθυμίας ὑποκορίζωνται, σοφιστικὰς δοκοῦσιν οὐ φιλοσόφους δικαιώσεις καὶ ἀποδράσεις ἐκ τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων.
しかし、涙や震え、顔色の変化によって露呈しているときに、苦痛や恐れの代わりに「(心の)疼き」や「(心の)動揺」と呼び、欲求を「意欲」と愛称で言い換えるとき、彼らは言葉によって、哲学的ではなくソフィスト的な言い訳と、事実からの逃避をたくらんでいるように見える。
καίτοι πάλιν αὐτοὶ τάς τε χαρὰς ἐκείνας καὶ τὰς βουλήσεις καὶ τὰς εὐλαβείας εὐπαθείας καλοῦσιν οὐκ ἀπαθείας, ὀρθῶς ἐνταῦθα χρώμενοι τοῖς ὀνόμασι·
にもかかわらず、再び彼ら自身、それらの喜びや意志や警戒を「良い情念」と呼んでおり、「無情念」とは呼んでいない。 この点において、彼らは正しく言葉を使っている。
· γίγνεται γὰρ εὐπάθεια τοῦ λογισμοῦ τὸ πάθος οὐκ ἀναιροῦντος ἀλλὰ κοσμοῦντος καὶ τάττοντος ἐν τοῖς σωφρονοῦσιν.
なぜなら、「良い情念」とは、理性が情念を消し去るのではなく、節度ある人々において、それを秩序づけ整えることから生じるものだからである。
οἱ δὲ φαῦλοι καὶ ἀκρατεῖς τί πάσχουσιν, ὅταν τὸν πατέρα καὶ τὴν μητέρα κρίναντες φιλεῖν ἀντὶ τοῦ ἐρωμένου καὶ τῆς ἐρωμένης μὴ δύνωνται, τὴν δʼ ἑταίραν καὶ τὸν κόλακα κρίναντες, εὐθὺς καὶ φιλῶσιν;
しかし、劣った人々や自制心のない人々には何が起こっているのだろうか。 彼らが、愛人たちよりも父親や母親を愛すべきだと判断しながらもそうすることができず、一方で、娼婦や取り巻きを愛すべきではないと判断しながらも、たちまち愛してしまうとき。
εἰ γὰρ τὸ πάθος ἦν κρίσις, ἔδει τῇ τοῦ φιλεῖν χρῆναι καὶ μισεῖν κρίσει τὸ φιλεῖν ἕπεσθαι καὶ τὸ μισεῖν νυνὶ δὲ συμβαίνει τἀναντία, ταῖς μὲν προστιθεμένου τοῦ πάθους κρίσεσι ταῖς δʼ ἀπειθοῦντος.
なぜなら、もし情念が判断であるならば、愛すべきであり憎むべきであるという判断に、愛することと憎むことが従うはずだからである。 しかし現実には、ある判断には情念が従う一方で、別の判断には従わないという、逆のことが起こっている。
καί φασιν αὐτοί, τῶν πραγμάτων ἐκβιαζομένων, οὐ πᾶσαν εἶναι κρίσιν πάθος ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης, ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ πάσχον ἐν ἡμῖν ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον.
そして彼ら自身も、事実に強制されて、すべての判断が情念なのではなく、激しく過度な衝動を動かすような判断だけが情念であると言っている。 こうして彼らは、動かすものと動かされるものと同じように、私たちの中で判断するものと受動するものが異なるものであると認めているのである。
αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος τὴν καρτερίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν πραγμάτων ὁμολογεῖν ἀναγκαζόμενος, ὡς ἕτερόν ἐστι τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ ᾧ ἀκολουθεῖ πειθόμενον ἢ πάλιν μάχεται μὴ πειθόμενον.
クリュシッポス自身も、多くの箇所で、忍耐と自制を「選択する理性に従う心の状態」と定義しているが、彼もまた事実に強制されて認めていることが明らかである。 すなわち、従うときに説得される、あるいは再び従わないときに戦う、私たちの中の「従うもの」は、それが従う相手とは異なるものである、ということを。