Humanitext Reader

普鲁塔克 · 论道德美德 §8-9

顺从理性的情念与斯多葛学派的矛盾

第 9 段,共 12 段 · 希腊语

内容简介

通过情念自发顺从并与理性调和的例子(如爱与羞耻),证明了两者是不同的原理。尽管斯多葛学派试图通过使用温和的词汇将情念归类为理性判断的一部分,但人类的实际行为以及他们自身定义中的逻辑矛盾,不可避免地揭示了进行判断的部分与承受情念的部分之间的清晰区别。

§8οὐ μόνον τοίνυν ἀπὸ τῆς μάχης ἀλλʼ οὐδὲν ἧττον ἀπὸ τῆς ἀκολουθίας κατίδοι τις ἂν τὴν παθητικὴν ἀρχὴν τῆς λογικῆς οὖσαν ἑτέραν.
因此,不仅从战斗中,而且同样从顺从中,人们也可以看出,情念的原理与理智的原理是不同的。
ἐπεὶ γὰρ ἔστι μὲν ἐρᾶν εὐφυοῦς πρὸς ἀρετὴν καὶ γενναίου παιδὸς ἔστι δὲ φαύλου καὶ ἀκολάστου, συμβαίνει δὲ θυμῷ χρῆσθαι μὲν ἀλόγως πρὸς παῖδας αὑτοῦ καὶ γονεῖς χρῆσθαι δʼ ὑπὲρ γονέων καὶ παίδων δικαίως πρὸς πολεμίους καὶ τυράννους· ὥσπερ ἐκεῖ μάχης καὶ διαφορᾶς τοῦ πάθους πρὸς τὸν λογισμὸν αἴσθησις ἔστιν, οὕτως ἐνταῦθα πειθοῦς καὶ ἀκολουθίας, οἷον ἐπιρρέποντος καὶ συνεπιδιδόντος.
因为,既然有可能因美德而爱一个天赋优异且高贵的少年,也有可能爱一个卑劣且放荡的少年,而且人们有时会不合理地对自己的孩子和父母动怒,有时又会为了父母和孩子而正当地对敌人和暴君动怒;正如在前者中存在着情念对抗理智的战斗和分歧的感知,同样在后者中也存在着说服和顺从的感知,仿佛情念在倾斜并一同顺应。
ἔτι τοίνυν καὶ γυναῖκα γήμας κατὰ νόμους ἀνὴρ ἐπιεικὴς διανοεῖται περιέπειν καὶ συνεῖναι δικαίως καὶ σωφρόνως, χρόνῳ δὲ τῆς συνηθείας ἐντεκούσης πάθος αἰσθάνεται τῷ λογισμῷ τὸ φιλεῖν καὶ τὸ ἀγαπᾶν ἐπιτεινόμενον ὥσπερ αὖ καὶ νέοι διδασκάλοις ἐπιτυχόντες ἀστείοις ὑπὸ χρείας τὸ πρῶτον ἕπονται καὶ ζηλοῦσιν, ὕστερον δὲ καὶ φιλοῦσιν ἀντὶ γνωρίμων καὶ μαθητῶν ἐρασταὶ καλούμενοι καὶ ὄντες.
此外,一个体面的男子依法娶妻后,意图正当地、克己地对待她并与她共同生活,但随着时间推移,亲密感产生情念时,他感知到爱与珍惜在理智的作用下不断增强,就像年轻人遇到优秀的教师时,起初因需要而追随并向往他们,但后来也爱他们,被称为并现已成为爱慕者,而不仅是熟人和学生。
τὸ δʼ αὐτὸ συμβαίνει καὶ πρὸς ἄρχοντας ἐν πόλεσι χρηστοὺς καὶ γείτονας καὶ κηδεστάς· ἀρξάμενοι γὰρ ὑπὸ χρείας τινὸς καθηκόντως ἀλλήλοις ὁμιλεῖν, ἔπειτα λανθάνουσιν εἰς τὸ φιλεῖν ὑποφερόμενοι, συνεπισπασαμένου τοῦ λογισμοῦ καὶ συναναπείσαντος τὸ παθητικόν.
同样的事情也发生在对城邦中善良的统治者、邻居和姻亲身上;因为,起初因某种需要而以合宜的方式互相交往,随后他们便在不知不觉中滑向相爱,因为理智将其拉拢并一同说服了情念部分。
ὁ δʼ εἰπών " αἰδώς τε· δισσαὶ δʼ εἰσίν, ἡ μὲν οὐ κακὴ ἡ δʼ ἄχθος οἴκων· " ἆρʼ οὐ δῆλός ἐστι συνῃσθημένος;
而那个说“还有羞耻;它们是双重的,一种并非坏事,另一种是家庭的重担”的人,难道不是显然也感知到了这一点吗?
ἐν ἑαυτῷ τοῦτο τὸ πάθος πολλάκις μὲν ἀκολουθοῦν τῷ λόγῳ καὶ συγκατακοσμούμενον, πολλάκις δὲ παρὰ τὸν λόγον ὄκνοις καὶ μελλήσεσι καιροὺς καὶ πράγματα λυμαινόμενον;
因为在他自己身上,这种情念常常顺从理智并与之共同得到修饰,但又常常违背理智,以犹豫和拖延损害了时机和事务。
§9οἷς καὶ αὐτοὶ τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπείκοντες, αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι καὶ τὸ ἣδεσθαι χαίρειν καὶ τοὺς φόβους εὐλαβείας· ταύτην μὲν οὐδενὸς;
对此,他们自己由于事实的明显性也在某种程度上妥协,将“羞耻”称为“敬畏”,将“感到快乐”称为“喜悦”,将“恐惧”称为“谨慎”。
ἂν αἰτιασαμένου τὴν εὐφημίαν, εἰ ταὐτὰ πάθη προστιθέμενα μὲν τῷ λογισμῷ τούτοις καλοῦσι τοῖς ὀνόμασι, μαχόμενα δὲ καὶ βιαζόμενα τὸν λογισμὸν ἐκείνοις.
确实,如果没有人会指责这种美称,如果他们是在这些情念与理智结合时用这些名字称呼它们,而在它们对抗并强迫理智时用那些名字称呼它们。
ὅταν δὲ δακρύοις ἐλεγχόμενοι καὶ τρόμοις καὶ χρόας μεταβολαῖς, ἀντὶ λύπης καὶ φόβου δηγμούς τινας καὶ συνθροήσεις λέγωσι καὶ προθυμίας τὰς ἐπιθυμίας ὑποκορίζωνται, σοφιστικὰς δοκοῦσιν οὐ φιλοσόφους δικαιώσεις καὶ ἀποδράσεις ἐκ τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων.
但是,当他们因眼泪、颤抖和脸色的改变而被揭穿时,却用“刺痛”和“心神不宁”来代替“痛苦”和“恐惧”,并用“热诚”来粉饰“欲望”,他们似乎是在通过名词来制造诡辩的而非哲学的辩解和对事实的逃避。
καίτοι πάλιν αὐτοὶ τάς τε χαρὰς ἐκείνας καὶ τὰς βουλήσεις καὶ τὰς εὐλαβείας εὐπαθείας καλοῦσιν οὐκ ἀπαθείας, ὀρθῶς ἐνταῦθα χρώμενοι τοῖς ὀνόμασι·
然而,他们自己反过来又将那些喜悦、意志和谨慎称为“好情念”而不是“无情念”,在此正确地使用了名词。
· γίγνεται γὰρ εὐπάθεια τοῦ λογισμοῦ τὸ πάθος οὐκ ἀναιροῦντος ἀλλὰ κοσμοῦντος καὶ τάττοντος ἐν τοῖς σωφρονοῦσιν.
因为“好情念”产生于理智并非消灭情念,而是在克己之人中对其进行修饰和安排。
οἱ δὲ φαῦλοι καὶ ἀκρατεῖς τί πάσχουσιν, ὅταν τὸν πατέρα καὶ τὴν μητέρα κρίναντες φιλεῖν ἀντὶ τοῦ ἐρωμένου καὶ τῆς ἐρωμένης μὴ δύνωνται, τὴν δʼ ἑταίραν καὶ τὸν κόλακα κρίναντες, εὐθὺς καὶ φιλῶσιν;
但是,那些卑劣和无自制力的人又在经历什么呢? 当他们判定应该爱父母而不是情夫或情妇时,却无法做到,而在判定之后,却立刻去爱娼妓和谄媚者?
εἰ γὰρ τὸ πάθος ἦν κρίσις, ἔδει τῇ τοῦ φιλεῖν χρῆναι καὶ μισεῖν κρίσει τὸ φιλεῖν ἕπεσθαι καὶ τὸ μισεῖν νυνὶ δὲ συμβαίνει τἀναντία, ταῖς μὲν προστιθεμένου τοῦ πάθους κρίσεσι ταῖς δʼ ἀπειθοῦντος.
因为如果情念就是判定,那么爱与恨应当跟随“必须爱与恨”的判定;但现在发生的却是相反的情况,情念依附于某些判定,却不服从另一些判定。
καί φασιν αὐτοί, τῶν πραγμάτων ἐκβιαζομένων, οὐ πᾶσαν εἶναι κρίσιν πάθος ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης, ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ πάσχον ἐν ἡμῖν ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον.
他们自己也说,在事实强迫下,并非所有的判定都是情念,而只有那些能激发猛烈且过度冲动的判定才是情念,从而承认我们内部进行判定者和承受情念者是不同的,就像推动者与被推动者一样。
αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος τὴν καρτερίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν πραγμάτων ὁμολογεῖν ἀναγκαζόμενος, ὡς ἕτερόν ἐστι τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ ᾧ ἀκολουθεῖ πειθόμενον ἢ πάλιν μάχεται μὴ πειθόμενον.
克吕西普本人在许多地方将坚忍和自制定义为顺从选择理性的习惯,显然,他也被事实强迫承认,我们内部顺从的部分与它所顺从的对象是不同的,在顺从时被说服,或者在不顺从时再次战斗。

词汇与语法注释

  1. 448cκατίδοι τις ἂν τὴν παθητικὴν ἀρχὴν τῆς λογικῆς οὖσαν ἑτέραν. — 由可能希求语气 `κατίδοι` 支配的间接叙述结构,包含宾格主语 `τὴν παθητικὴν ἀρχήν` 和作补语的分词 `οὖσαν ἑτέραν`。`τῆς λογικῆς` 是修饰具有比较意义的 `ἑτέραν`(不同的)的比较属格,意为“与理性的(原理)不同”。
  2. 448fλανθάνουσιν εἰς τὸ φιλεῖν ὑποφερόμενοι — 动词 `λανθάνω` 与分词 `ὑποφερόμενοι` 连用,构成“主语在不经意间(不知不觉地)做某事”的惯用结构。
  3. 448fδῆλός ἐστι συνῃσθημένος — 形容词 `δῆλος` 用于人称结构,与主格分词 `συνῃσθημένος` 连用,意为“很明显他自己已经感知到”。
  4. 449aταύτην μὲν οὐδενὸς ἂν αἰτιασαμένου τὴν εὐφημίαν — `οὐδενὸς ἂν αἰτιασαμένου` 是带有潜在助词 `ἂν` 的属格绝对结构。`ταύτην τὴν εὐφημίαν` 是该结构中分词 `αἰτιασαμένου` 的宾格直接宾语。
  5. 449dτοῦ ᾧ ἀκολουθεῖ — 作比较属格的先行词(指示代词 `τούτου`)被省略,并融入到关系代词 `ᾧ` 中(该关系代词由其支配动词 `ἀκολουθεῖ` 决定为与格)。整体意为“比它所顺从的对象”。

引用这一段

普鲁塔克, 论道德美德 §8-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg094.humanitext-grc2:8-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。