§7#1ἡ μὲν οὖν ἀκρασία τοιαύτας ἔχει διαφορὰς πρὸς τὴν ἀκολασίαν, ἡ δʼ ἐγκράτεια πρὸς τὴν σωφροσύνην αὖθις αὖ τὰς ἀντιστρόφους;
それゆえ、自制心のなさが放縦に対してこのような差異を有しているとすれば、一方で、自制心は節制に対して、今度はそれに対応する逆の差異を有しているのだろうか。
ἀναλόγως.
その通り、比例的にである。
τὸ γὰρ δάκνον καὶ τὸ λυποῦν καὶ τὸ ἀγανακτοῦν οὔπω τὴν ἐγκράτειαν ἀπολέλοιπε·
なぜなら、苛立ちや苦痛や憤りは、いまだ自制心から立ち去ってはいないからである。
τῆς δὲ σώφρονος ψυχῆς τὸ πανταχόθεν ὁμαλὲς καὶ ἄσφυκτον καὶ ὑγιαῖνον ᾧ συνήρμοσται καὶ συγκέκραται τὸ ἄλογον πρὸς τὸν λογισμὸν εὐπειθείᾳ καὶ πραότητι θαυμαστῇ κεκοσμημένον, εἴποις ἂν ἐπιβλέψας
"
δὴ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη
ἔπλετο νηνεμίη, κοίμισσε δὲ κύματα δαίμων·
他方、節制ある魂のあらゆる点における平穏さ、動揺のなさ、健やかさは、非理性的なものが理性に対して従順さと驚くべき穏やかさによって調和させられ混和されて美しく整えられているのであるが、これを目にして人はこう言うであろう。 「まさにそのとき、風は止み、風なき凪が生じた。 神が波を眠らせたのだ。
"
τὰ σφοδρὰ καὶ περιμανῆ καὶ οἰστρώδη κινήματα τῶν ἐπιθυμιῶν τοῦ λόγου κατασβέσαντος, ὧν δʼ ἡ φύσις ἀναγκαίως δεῖται, ταῦθʼ ὁμοιοπαθῆ καὶ ὑπήκοα καὶ φίλα καὶ συνεργὰ πεποιημένου ταῖς πρακτικαῖς προαιρέσεσιν ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδʼ ὑπενδιδόναι μηδʼ ἀτακτεῖν μηδʼ ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν
"ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν"
ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους λόγον, ὃν ἐκεῖνος εἶπε περὶ τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι ποιοῦσιν ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ ψόφῳ τῶν ἡδονῶν ἀποτρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ἀποβλέποντες.
」理性が、欲求の激しく、狂気じみた、そして狂乱を誘う動きを消し去り、本性が必要不可欠とするものに対しては、実践的な選択に対してそれらを同調させ、従順にし、友好的にし、かつ協力的なものにしたからである。 その結果、理性の先走りをすることも、屈服することもなく、無秩序に乱れることも従わないこともなく、あらゆる衝動が容易に導かれるものとなって、「乳離れしていない仔馬が母馬とともに走るように」伴走するのである。 これはクセノクラテスの言葉、すなわち、真に知を愛する人々について彼が「他の人々は法律のために、あたかも鞭打たれる犬や、物音に脅えるイタチのように、快楽から遠ざけられ、恐ろしいものを見つめながら、いやいやながら行うことを、彼らだけが自発的に行う」と言った言葉を裏付けるものである。
ὅτι μὲν οὖν γίγνεταί τις ἐν τῇ ψυχῇ τοιαύτης ἑτερότητος αἴσθησις καὶ διαφορᾶς περὶ τὰς ἐπιθυμίας, ὥς τινος μαχομένου καὶ τἀναντία λέγοντος αὐταῖς, οὐκ ἄδηλόν ἐστιν.
それゆえ、欲求に関して、魂の中にこのような異質さと差異の感覚が生じること、すなわち何者かが欲求と戦い、それらに反対を唱えているかのような感覚が生じることは、明白である。
ἔνιοι δέ φασιν οὐχ ἕτερον εἶναι τοῦ λόγου τὸ πάθος οὐδὲ δυεῖν διαφορὰν καὶ στάσιν, ἀλλʼ ἑνὸς λόγου τροπὴν ἐπʼ ἀμφότερα, λανθάνουσαν ἡμᾶς ὀξύτητι καὶ τάχει μεταβολῆς, οὐ συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι πρὸς τὸ αἰσχρὸν ὑφʼ ἡδονῆς καὶ φερομένης πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι·
しかしある人々は、情念は理性とは異なるものではなく、二つのものの間の相違や対立でもなくて、単一の理性が両方向へと転じることであって、それが変化の鋭さと速さのために私たちに気づかれず、欲求することと悔いること、怒ることと恐れること、快楽によって醜いものへと流されることと、流されながらも再び自分自身を引き留めることを行うのは、魂の同一のものであるということを私たちが認識していないからだというのである。
καὶ γὰρ ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἓν τι γιγνομένας τῆς ψυχῆς μέρος, ἀλλʼ ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμάς, καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων ἐπιδρομαὶ τὸ ῥαγδαῖον καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπʼ ἀσθενείας καὶ ἀβέβαιον ἔχουσι.
というのも、欲求や怒りや恐れ、およびそのようなものすべては、魂の何か一つの部分において生じるのではなく、統御的部分全体の傾き、屈服、同意、衝動であり、総じて、短時間で変化しやすい一種の活動であるような、悪しき思い込みや判断であると彼らは考えているからである。 それは、子供たちの突発的な走りが、弱さのゆえにその激しさと鋭さにおいて不安定で不確実なものを持っているのと同じである。
ταῦτα δὲ πρῶτον μὲν παρὰ· τὴν ἐνάργειάν ἐστι καὶ τὴν αἴσθησιν·
しかし、これらの主張はまず第一に、明白な事実と感覚に反している。
οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθάνεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ πάλιν εἰς τὸ ἐπιθυμοῦν, οὐδὲ παύεται μὲν ἐρῶν ὅτε λογίζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς αὐτόν, ἐξίσταται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας.
というのも、自分自身の中で、欲求するものが判断するものへと変化すること、あるいは逆に判断するものが再び欲求するものへと変化するのを、誰も感じないからであり、また、恋情を抑制すべきであり、それに対して徹底的に抗うべきだと理にかなって考えているときに愛することをやめるわけでもなく、また、欲求によって和らげられて屈服するときに、考えることや判断することをやめてしまうわけでもないからである。
ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι, καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον·
それどころか、理性によって情念に抗っているときにも、なお情念の中に留まっており、また逆に、情念によって支配されているときにも、理性によってその過ちを見抜いているのである。
καὶ οὔτε τῷ πάθει τὸν λόγον ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι τοῦ πάθους ἀπήλλακται, φερόμενος δʼ ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν.
そして、情念によって理性を消し去ったわけでもなく、理性を働かせることによって情念から解放されたわけでもなく、両者の中間にあってどちらの側にも流されながら、両方に共通の足場を持っているのである。
οἱ δὲ νῦν. μὲν ἐπιθυμίαν γίγνεσθαι τὸ ἡγεμονικόν, νῦν δὲ τὸν ἀντιταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες, οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ σῶμα χρώμενον μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίγνεσθαι κυνηγόν.
これに対して、統御的部分があるときは欲求になり、またあるときは欲求に対抗する理性になると考える人々は、猟師と獣が二人あるのではないと考える人々、すなわち、同一の体が変化することによって、あるときは獣であり、あるときは猟師になると考える人々と何ら変わるところがない。
ἐκεῖνοί τε γὰρ ἐμφανές τι παρορῶσιν οὗτοί τε πρὸς τὴν αἴσθησιν ἀντιμαρτυροῦσιν, οὐχ ἑνός τινος μεταβολῆς ἀλλὰ δυεῖν ἅμα μάχης καὶ διαφορᾶς ἐν ἑαυτοῖς αἰσθανόμενοι.
なぜなら、前者は明らかな事実を見過ごしており、後者は感覚に反して主張しているからである。 彼らは自分自身の中で、ある一つのものの変化ではなく、二つのものの同時的な闘いと不一致を感じているのであるから。