§6#2κατὰ ταὐτὰ δʼ οἴονται καὶ τὴν ἀκρασίαν ἔλαττόν τι κακίας εἶναι παντελῆ δὲ κακίαν τὴν ἀκολασίαν.
これと同様に、彼らは、自制心のなさも悪徳よりはいくらか劣るものであり、放縦こそが完全な悪徳であると考えている。
αὕτη μὲν γὰρ ἔχουσα καὶ πάθος φαῦλον καὶ λόγον, ὑφʼ οὗ μὲν ἐξάγεται τῷ ἐπιθυμεῖν πρὸς τὸ αἰσχρόν, ὑφʼ οὗ δὲ τῷ κακῶς κρίνειν προστιθεμένου ταῖς ἐπιθυμίαις καὶ τὴν αἴσθησιν ἀποβάλλει τῶν ἁμαρτανομένων.
なぜなら、放縦は邪悪な情念と理性の両方を有しており、一方によって醜いものを欲求することへと駆り立てられ、他方が、悪しく判断することによって欲求に加わることで、自らの犯している過ちへの自覚さえ失ってしまうからである。
ἡ δʼ ἀκρασία τῷ μὲν λόγῳ σῴζει τὴν κρίσιν ὀρθὴν οὖσαν, τῷ δὲ πάθει φέρεται παρὰ τὴν κρίσιν ἰσχύοντι τοῦ λόγου μᾶλλον.
これに対して、自制心のなさは、理性においては判断が正しいままであることを保ちながらも、情念が理性よりも強く働くために、その情念によって判断に反して流されてしまうのである。
ὅθεν διαφέρει τῆς ἀκολασίας·
それゆえ、自制心のなさは放縦とは異なる。
ὅπου μὲν γὰρ ἡττᾶται τοῦ πάθους ὁ λογισμὸς ὅπου δʼ οὐδὲ μάχεται, καὶ ὅπου μὲν ἀντιλέγων ἕπεται ταῖς· ἐπιθυμίαις ὅπου δʼ ὑφηγεῖται συναγορεύων, καὶ ὅπου μὲν ἡδομένῳ κοινωνεῖν ὑπάρχει τῶν ἁμαρτανομένων ὅπου δʼ ἀχθομένῳ, καὶ ὅπου μὲν ἑκὼν φέρεται πρὸς τὸ αἰσχρὸν ὅπου δὲ προδίδωσιν ἄκων τὸ καλόν·
すなわち、一方では理性が情念に敗北するのに対し、他方では理性は闘いさえしない。 また、一方では理性は反対を唱えつつも欲求に従うが、他方では欲求を擁護して先導する。 また、一方では過ちを犯すことに喜びを感じて加担するのに対し、他方では苦しみながら加担する。 また、一方では自ら進んで醜いものへと流されるのに対し、他方では望まないながらも美徳を裏切ってしまう。
ὡς τοῖς πραττομένοις ὑπʼ αὐτῶν, οὐχ ἧττον δὲ καὶ τοῖς λεγομένοις ἔνεστιν ἡ διαφορὰ κατάδηλος·
彼らによって行われる事柄によってだけでなく、彼らの語る言葉によっても、その差異は同様に明白である。
ἀκολάστων μὲν γὰρ αἵδε φωναὶ
"
ʼτίς δὲ χάρις, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης;
放縦な者たちの言葉は次のようなものである。 「黄金のアプロディテなしに、何の恵み、何の喜びがあろうか。
τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι.
それらが私に関わりなくなるとき、私は死んでしまいたい。
"
καὶ ἕτερος
"
ʼτὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν,
τὰ δʼ ἄλλα προσθήκας ἅπαντʼ ἐγὼ καλῶ
"
φησίν, ὥσπερ ἐξ ὅλης τῆς ψυχῆς συνεπινεύων ταῖς ἡδοναῖς καὶ ὑπερειπόμενος.
」また、別の者は「食べること、飲むこと、アプロディテの快楽を得ること、それ以外のすべてのものを、私は単なるおまけと呼ぶ」と言っている。 あたかも魂の全体をもって快楽に同意し、それを支持しているかのようである。
οὐχ ἧττον δὲ τούτων ὁ εἰπών
"ἔα μʼ ἀπολέσθαι·
これらに劣らず、「私を破滅するにまかせてくれ。
τοῦτο γάρ μοι συμφέρει"
τὴν κρίσιν ἔχει τῷ πάθει συννοσοῦσαν.
それが私にとって有益なのだから」と言った者も、情念とともに病んだ判断力を有している。
αἱ δὲ τῆς ἀκρασίας ἕτεραι καὶ διαφέρουσαι
"γνώμην ἔχοντὰ μʼ ἡ φύσις βιάζεται·
一方、自制心のなさを表す言葉はこれとは異なり、対照的である。 「正しいわきまえを持っている私を、本性が力づくで従わせる。
"
καί
"
αἰαῖ, τόδʼ ἤδη θεῖον ἀνθρώποις κακόν,
ὅταν τις εἰδῇ τἀγαθὸν χρῆται δὲ μή·
」また、「ああ、これこそが人間に課された神罰というべき悪徳なのだ、人が善いことを知っていながら、それを行わないときこそは。
"
καὶ
"
εἴκει γὰρ ἤδη θυμὸς οὐδʼ ἔτʼ ἀντέχει,
θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ
"
θινῶδες ἄγκιστρον οὐ φαύλως λέγων τὸ μὴ κάτοχον τοῦ λογισμοῦ μηδʼ ἀραρός, ἀλλὰ μανότητι τῆς ψυχῆς καὶ μαλακίᾳ προϊέμενον τὴν κρίσιν.
」また、「いまや心は屈服し、もはや持ちこたえられない。 波の揺れに抗う、砂に刺さった錨の爪のように」『砂に刺さった錨の爪』と彼が言ったのは適切である。 なぜなら、理性がつなぎ留める力を持たず、固定もされておらず、魂の弛緩と弱さによって判断を放棄してしまう状態を指しているからである。
οὐ πόρρω δὲ τῆς εἰκόνος ταύτης κἀκεῖνα εἴρηται
"
ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτημαι βρόχοις,
πνεῖ δʼ οὖρος, ἡμῖν δʼ οὐ κρατεῖ τὰ πείσματα
"
πείσματα γὰρ λέγει τὰς ἀντεχούσας κρίσεις πρὸς τὸ αἰσχρόν, εἶθʼ ὥσπερ ὑπὸ πνεύματος πολλοῦ ῥηγνυμένας τοῦ πάθους.
この比喩から遠くないものとして、次の詩句も歌われている。 「陸地から係留ロープで繋がれた船のように、私は留まっているが、順風が吹き、船尾索は私たちを繋ぎ止めておけない」なぜなら、彼が『係留索』と言っているのは、醜いものに抵抗する判断力のことであり、それが情念という激しい風によって引きちぎられてしまうからである。
τῷ γὰρ ὄντι πλησίστιος μὲν ἐπὶ τὰς ἡδονὰς ὁ ἀκόλαστος ὑπὸ τῶν ἐπιθυμιῶν φέρεται καὶ δίδωσιν ἑαυτὸν καὶ συγκατευθύνει·
実際、放縦な者は、欲求によって快楽へと向かって帆をいっぱいに張って流され、自分自身を委ね、その方向へと一緒に舵を取る。
πλάγιος δʼ ὁ ἀκρατής, οἷον ἐξαναφέρειν γλιχόμενος καὶ διωθεῖσθαι τὸ πάθος, ὑποσύρεται καὶ περιπίπτει περὶ τὸ αἰσχρὸν ὡς Ἀνάξαρχον ἐσίλλαινε Τίμων
"
ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ὅππη ὀρούσαι
φαίνετʼ Ἀναξάρχου κύνεον μένος ὃς ῥα καὶ εἰδώς,
ὡς φάσαν, ἄθλιος ἔσκε, φύσις δέ μιν ἔμπαλιν ἦγεν
ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν.
これに対して、自制心のない者は、斜めに進み、なんとか風上に出て情念を押し返そうと努めながらも、足元をすくわれ、醜いことへと陥ってしまう。 それは、ティモンがアナクサルコスを風刺して次のように言った通りである。 「そして、どこに突進しようとも、大胆で狂気じみたアナクサルコスの犬のような激しさが現れる。 彼は知っていながらも、人々の言う通りに、惨めな男であった。 というのも、快楽に打たれた本性が、彼を逆方向へと引き戻したからである。 これこそ、ソフィストたちの多くが恐れて避けるものである。
"
οὔτε γὰρ ὁ σοφὸς ἐγκρατὴς ἀλλὰ σώφρων, οὔθʼ ὁ ἀμαθὴς ἀκρατὴς ἀλλʼ ἀκόλαστος ὁ μὲν γὰρ ἥδεται τοῖς καλοῖς ὁ δʼ οὐκ ἄχθεται τοῖς αἰσχροῖς.
」なぜなら、賢者は自制する人ではなく節制する人であり、無知な者は自制心のない人ではなく放縦な人であるからである。 前者は美徳を喜び、後者は醜いものを嫌がらないからである。
σοφιστικῆς οὖν ψυχῆς ἡ ἀκρασία, λόγον ἐχούσης οἷς ἔγνωκεν ὀρθῶς ἐμμένειν μὴ δυνάμενον.
したがって、自制心のなさとはソフィスト的な魂に属するものであり、そうした魂は、正しく認識したことに固執することのできない理性を持っているのである。