§7#1ἡ μὲν οὖν ἀκρασία τοιαύτας ἔχει διαφορὰς πρὸς τὴν ἀκολασίαν, ἡ δʼ ἐγκράτεια πρὸς τὴν σωφροσύνην αὖθις αὖ τὰς ἀντιστρόφους;
因此,既然不自制与放纵有这样的区别,那么反过来,自制与节制之间是否也同样具有相对应的相反区别呢?
ἀναλόγως.
正是如此,按比例地。
τὸ γὰρ δάκνον καὶ τὸ λυποῦν καὶ τὸ ἀγανακτοῦν οὔπω τὴν ἐγκράτειαν ἀπολέλοιπε· τῆς δὲ σώφρονος ψυχῆς τὸ πανταχόθεν ὁμαλὲς καὶ ἄσφυκτον καὶ ὑγιαῖνον ᾧ συνήρμοσται καὶ συγκέκραται τὸ ἄλογον πρὸς τὸν λογισμὸν εὐπειθείᾳ καὶ πραότητι θαυμαστῇ κεκοσμημένον, εἴποις ἂν ἐπιβλέψας
"
δὴ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη
ἔπλετο νηνεμίη, κοίμισσε δὲ κύματα δαίμων· "
τὰ σφοδρὰ καὶ περιμανῆ καὶ οἰστρώδη κινήματα τῶν ἐπιθυμιῶν τοῦ λόγου κατασβέσαντος, ὧν δʼ ἡ φύσις ἀναγκαίως δεῖται, ταῦθʼ ὁμοιοπαθῆ καὶ ὑπήκοα καὶ φίλα καὶ συνεργὰ πεποιημένου ταῖς πρακτικαῖς προαιρέσεσιν ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδʼ ὑπενδιδόναι μηδʼ ἀτακτεῖν μηδʼ ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν
"ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν"
ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους λόγον, ὃν ἐκεῖνος εἶπε περὶ τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι ποιοῦσιν ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ ψόφῳ τῶν ἡδονῶν ἀποτρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ἀποβλέποντες.
因为刺痛、痛苦和愤懑尚未离开自制;而节制之魂的全然平稳、毫无波动且健康的状况——非理性部分已因顺从和惊人的温和而与理智协调并融合,被装饰得井然有序——你若目睹此景,便会说道: “就在那时,风息了,无风的晴朗降临,神明抚平了波涛;” 因为理智已熄灭了欲望那些猛烈、疯狂、如狂犬病般的运动,而对于本性所必需的事物,理智已使之具有同理心、顺从、友好,并与实践的选择通力合作,以至于它们不抢在理智之前,也不屈服,不乱秩序,不违抗命令,而是每一个冲动都驯服易导, “如同未断奶的马驹紧随母马奔跑一般” 这证实了色诺克拉底关于真正追求智慧之人的名言,他说只有他们自愿做其他人在法律强迫下极不情愿做的事,后者就像被鞭打的狗或听到声响的鼬,因恐惧而避开快乐并注视着可怕的惩罚。
ὅτι μὲν οὖν γίγνεταί τις ἐν τῇ ψυχῇ τοιαύτης ἑτερότητος αἴσθησις καὶ διαφορᾶς περὶ τὰς ἐπιθυμίας, ὥς τινος μαχομένου καὶ τἀναντία λέγοντος αὐταῖς, οὐκ ἄδηλόν ἐστιν.
因此,在有关欲望的问题上,魂中确实会产生某种对此类异质性与分歧的感知,仿佛有某种东西在与欲望斗争并持相反意见,这是显而易见的。
ἔνιοι δέ φασιν οὐχ ἕτερον εἶναι τοῦ λόγου τὸ πάθος οὐδὲ δυεῖν διαφορὰν καὶ στάσιν, ἀλλʼ ἑνὸς λόγου τροπὴν ἐπʼ ἀμφότερα, λανθάνουσαν ἡμᾶς ὀξύτητι καὶ τάχει μεταβολῆς, οὐ συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι πρὸς τὸ αἰσχρὸν ὑφʼ ἡδονῆς καὶ φερομένης πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι· καὶ γὰρ ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἓν τι γιγνομένας τῆς ψυχῆς μέρος, ἀλλʼ ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμάς, καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων ἐπιδρομαὶ τὸ ῥαγδαῖον καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπʼ ἀσθενείας καὶ ἀβέβαιον ἔχουσι.
但有些人却说,情念并非与理智不同,也不是两者之间的差异和分裂,而是一个单一理智向两个方向的转向,这种转向由于变化的敏锐和迅速而瞒过了我们,使我们未能察觉:魂中那个本性上具有欲求与后悔、发怒与恐惧、因快乐而趋向丑恶以及在被驱使时又自我克制等功能的,其实是同一个部分;因为他们认为欲望、愤怒、恐惧以及所有这类情感都是错误的意见和判断,并不是产生于魂的某一个部分,而是整个主导部分的偏向、屈服、同意和冲动,总之是些在极短时间内便易发生转化的活动,正如同儿童的奔跑冲撞,因其软弱而带有急促与剧烈,却也是危险而不稳定的。
ταῦτα δὲ πρῶτον μὲν παρὰ· τὴν ἐνάργειάν ἐστι καὶ τὴν αἴσθησιν· οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθάνεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ πάλιν εἰς τὸ ἐπιθυμοῦν, οὐδὲ παύεται μὲν ἐρῶν ὅτε λογίζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς αὐτόν, ἐξίσταται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας.
然而,这些论点首先违背了显明的事实与我们的直接感知;因为没有人会在自身中感知到,那个欲求的部分变成了判断的部分,或是判断的部分又反过来变成了欲求的部分,既不会在推理论断爱情应当被克制并应与其抗争时便停止爱恋,也不会在因欲望而软化屈服时,便完全脱离了推理和判断。
ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι, καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον· καὶ οὔτε τῷ πάθει τὸν λόγον ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι τοῦ πάθους ἀπήλλακται, φερόμενος δʼ ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν.
相反,即使在用理智抵抗情念时,人仍旧处于情念之中,而在被情念征服时,人又同样通过理智洞察到所犯的错误;既未曾因情念而消灭理智,也未曾因理智推理而摆脱情念,而是被拉向任何一侧,处于两者的中间并为两者所共有。
οἱ δὲ νῦν. μὲν ἐπιθυμίαν γίγνεσθαι τὸ ἡγεμονικόν, νῦν δὲ τὸν ἀντιταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες, οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ σῶμα χρώμενον μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίγνεσθαι κυνηγόν.
然而,那些认为主导部分时而变成欲望,时而变成与欲望相对立的理智的人,与那些认为猎人与野兽并非两回事,而是同一个身体经历了变化、时演成野兽时而变成猎人的人,毫无二致。
ἐκεῖνοί τε γὰρ ἐμφανές τι παρορῶσιν οὗτοί τε πρὸς τὴν αἴσθησιν ἀντιμαρτυροῦσιν, οὐχ ἑνός τινος μεταβολῆς ἀλλὰ δυεῖν ἅμα μάχης καὶ διαφορᾶς ἐν ἑαυτοῖς αἰσθανόμενοι.
因为前者忽视了显而易见的事实,而后者作出了违背感知的见证,因为他们在自身中所感知的,绝非某个单一事物的转变,而是两者之间同时进行的斗争和分歧。