§6#1ἐπεὶ δὲ πολλαχῶς τὸ μέσον ʽ καὶ γὰρ τὸ κεκραμένον τῶν ἀκράτων μέσον, ὡς λευκοῦ καὶ μέλανος τὸ φαιόν· καὶ τὸ περιέχον καὶ περιεχόμενον τοῦ περιεχομένου καὶ περιέχοντος, ὡς τῶν δώδεκα καὶ τεττάρων τὰ ὀκτώ· καὶ τὸ μηδετέρου τῶν ἄκρων μετέχον, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον̓, τούτων μὲν οὐδενὶ τῶν τρόπων ἡ ἀρετὴ προσρητέα μεσότης.
「中間」という言葉は多義的である。 すなわち、混じり合っていないものの混合も中間であり(例えば白と黒に対する灰色のように)、また、包むものであり同時に包まれるものでもあることも、包まれるものと包むものの中間であり(例えば十二と四に対する八のように)、さらに、両極のどちらにもあずからないものも中間である(例えば善と悪に対するどうでもよいもののように)。 しかし、徳はこれらの方法のいずれによっても「中庸」と呼ばれるべきではない。
οὔτε γὰρ μῖγμα τῶν κακιῶν ἐστιν οὔτʼ ἐμπεριέχουσα τοὔλαττον ἐμπεριέχεται τῷ πλεονάζοντι τοῦ προσήκοντος· οὔτʼ ἀπήλλακται παντάπασι τῶν παθητικῶν ὁρμῶν, ἐν αἷς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐστι.
なぜなら、徳は悪徳の混合でもなければ、より少ないものを含みつつ[ふさわしい量を超えているものに]包まれているものでもなく、また、より多いことやより少ないことが存在する情念的な衝動から完全に解放されているわけでもないからである。
γίγνεται δὲ μεσότης καὶ λέγεται μάλιστα τῇ περὶ φθόγγους καὶ ἁρμονίας ὁμοίως·
むしろ、中庸が生じ、またそう呼ばれるのは、音や音階に関するものと最もよく似ている。
ἐκείνη τε γὰρ ἐμμελὴς οὖσα φωνὴ καθάπερ ἡ νήτη καὶ ὑπάτη, τῆς μὲν τὴν ὀξύτητα τῆς δὲ τὴν βαρύτητα τὴν ἄγαν διαπέφευγεν·
なぜなら、あちらの調律された音は、最高音や最低音のように、一方の過度な鋭さと他方の過度な重さを免れている。
αὕτη τε κίνησις οὖσα καὶ δύναμις περὶ τὸ ἄλογον, τὰς ἐκλύσεις καὶ τὰς ἐπιτάσεις καὶ ὅλως τὸ μᾶλλον καὶ τὸ ἧττον ἐξαιρεῖ τῆς ὁρμῆς, εἰς τὸ μέτριον καὶ ἀναμάρτητον καθιστᾶσα τῶν παθῶν ἕκαστον.
そして、こちら(徳)も非理性的なものをめぐる運動であり能力であって、衝動の弛緩や緊張、そしておよそより多いことやより少ないことを取り除き、情念の各々を適度で誤りのない状態に落ち着かせるからである。
αὐτίκα τὴν μὲν ἀνδρείαν μεσότητά φασιν εἶναι δειλίας καὶ θρασύτητος, ὧν ἡ μὲν ἔλλειψις ἡ δʼ ὑπερβολὴ τοῦ θυμοειδοῦς ἐστι·
例えば、人々は勇気について、臆病と無謀の中庸であると言う。 前者は気概の欠乏であり、後者は過剰である。
τὴν δʼ ἐλευθεριότητα μικρολογίας καὶ ἀσωτίας, πραότητα δʼ ἀναλγησίας καὶ ὠμότητος·
また、気前の良さは吝嗇と放蕩の中庸であり、温厚さは無感覚と冷酷の中庸である。
αὐτήν τε σωφροσύνην καὶ δικαιοσύνην, τὴν μὲν περὶ τὰ συμβόλαια μήτε πλέον νέμουσαν αὑτῇ τοῦ προσήκοντος μήτʼ ἔλαττον, τὴν δʼ εἰς τὸ μέσον ἀπαθείας καὶ ἀναισθησίας καὶ ἀκολασίας ἀεὶ τὰς ἐπιθυμίας καθιστᾶσαν.
さらに、節制と正義自体もそうで、正義は契約関係において自分にふさわしいものより多くも少なくも配分せず、節制は欲求を常に、無感動や無感覚と放縦との中間へと落ち着かせる。
ἐν ᾧ δὴ καὶ μάλιστα δοκεῖ τὸ ἄλογον τῆς πρὸς τὸ λογικὸν διαφορᾶς αὑτοῦ παρέχειν κατανόησιν, καὶ δεικνύειν τὸ πάθος ὡς ἕτερόν τι κομιδῇ τοῦ λόγου ἐστίν.
まさにこの点において、非理性的なものが理性的なものに対する自らの差異の理解を最もよく提供し、情念が理性とは全く異なるものであることを示しているように思われる。
οὐ γὰρ ἂν διέφερε σωφροσύνης ἐγκράτεια, καὶ ἀκολασίας ἀκρασία περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας, εἰ ταὐτὸν ἦν τῆς ψυχῆς ᾧ ἐπιθυμεῖν ᾧ τε κρίνειν πέφυκε.
なぜなら、もし魂において欲求する性質を持つ部分と判断する性質を持つ部分が同一であるなら、快楽や欲求に関して、自制が節制と異なり、自制心のなさ(失制)が放縦と異なることはないであろうからである。
νῦν δὲ σωφροσύνη μέν ἐστιν, οὗ τὸ παθητικὸν ὥσπερ εὐήνιον θρέμμα καὶ πρᾶον ὁ λογισμὸς ἡνιοχεῖ καὶ μεταχειρίζεται, περὶ τὰς ἐπιθυμίας χρώμενος ὑπείκοντι καὶ δεχομένῳ τὸ μέτριον καὶ τὸ εὔσχημον ἑκουσίως·
しかし実際には、節制とは、情動的な部分がまるで従順で温和な飼い獣のように、理性が手綱を引き、扱い、欲求に関して、進んで適度と端正さを受け入れて従うその飼い獣を用いる状態である。
ὁ δʼ ἐγκρατὴς ἄγει μὲν ἐρρωμένῳ τῷ λογισμῷ καὶ κρατοῦντι τὴν ἐπιθυμίαν, ἄγει δʼ οὐκ ἀλύπως οὐδὲ πειθομένην ἀλλὰ πλαγίαν καὶ ἀντιτείνουσαν, οἷον ὑπὸ πληγῆς καὶ χαλινοῦ καταβιαζόμενος καὶ ἀνακρούων, ἀγῶνος ὢν ἐν ἑαυτῷ καὶ θορύβου μεστός·
これに対して、自制する者は、強く支配的な理性によって欲求を導くが、苦痛なしに導くのでも、説得された欲求を導くのでもなく、欲求が横を向き抵抗するのを、鞭や轡によって無理やり抑え込み、引き戻すようにして導くのであり、自己の内に葛藤と混乱を満ちあふれさせている。
οἷον ὁ Πλάτων ἐξεικονίζει περὶ τὰ τῆς ψυχῆς; ὑποζύγια, τοῦ χείρονος πρὸς τὸ βέλτιον ζυγομαχοῦντος ἅμα καὶ τὸν ἡνίοχον διαταράττοντος, ἀντέχειν ὀπίσω καὶ κατατείνειν ὑπὸ σπουδῆς ἀναγκαζόμενον ἀεὶ
"μὴ βάλῃ φοίνικας ἐκ χειρῶν ἱμάντας"
κατὰ Σιμωνίδην.
それは、プラトンが魂の繋がれた獣たちについて描き出しているように、劣った方の獣が優れた方の獣と軛を争うと同時に馭者を攪乱し、馭者は懸命に常に、シモニデスに従えば「手から赤い手綱を落とさぬように」と、後ろへ引き戻し、引っ張り続けることを余儀なくされているかのようである。
ὅθεν οὐδʼ ἀρετὴν αὐτοτελῆ ἀξιοῦσι τὴν ἐγκράτειαν ἀλλʼ ἔλαττον ἀρετῆς εἶναι·
それゆえ人々は、自制を自足的な徳とはみなさず、徳よりも劣るものとする。
μεσότης γὰρ οὐ γέγονεν ἐκ συμφωνίας τοῦ χείρονος πρὸς τὸ βέλτιον οὐδʼ ἀνῄρηται τοῦ πάθους τὸ ὑπερβάλλον, οὐδὲ πειθόμενον οὐδʼ ὁμολογοῦν τῷ φρονοῦντι τῆς ψυχῆς τὸ ἐπιθυμοῦν ἀλλὰ λυποῦν καὶ λυπούμενον καὶ καθειργόμενον ὑπʼ ἀνάγκης ὥσπερ ἐν στάσει δυσμενὲς καὶ πολέμιον συνοικεῖ·
なぜなら、劣ったものが優れたものと調和することから中庸が生じたわけではなく、情念の過剰が取り除かれたわけでもなく、魂の欲求する部分が思慮する部分に説得されたり同意したりしているわけでもなく、かえって、[思慮する部分を]苦しめ、[自らも]苦しみ、内乱におけるように強制的に閉じ込められて、敵対的で闘争的なものとして同居しているからである。
"
πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων
"
ἡ τοῦ ἐγκρατοῦς ψυχὴ διὰ τὴν ἀνωμαλίαν καὶ τὴν διαφοράν.
「都市は同時に香の煙に満ち、同時に賛歌と嘆きの声に満ちる」とは、その不均衡と対立のゆえに、自制する者の魂にふさわしい。