Humanitext Reader

普鲁塔克 · 论道德美德 §6#2

放纵与不自制的性质差异

第 6 段,共 12 段 · 希腊语

内容简介

作者从理智是主动迎合情念还是仅仅屈服于情念的角度,分析了放纵与不自制的性质差异,并结合诗剧与格言的引用描绘了两者之间的鲜明对比。

§6#2κατὰ ταὐτὰ δʼ οἴονται καὶ τὴν ἀκρασίαν ἔλαττόν τι κακίας εἶναι παντελῆ δὲ κακίαν τὴν ἀκολασίαν.
同样地,他们认为不自制也是某种低于恶德的东西,而放纵则是完满的恶德。
αὕτη μὲν γὰρ ἔχουσα καὶ πάθος φαῦλον καὶ λόγον, ὑφʼ οὗ μὲν ἐξάγεται τῷ ἐπιθυμεῖν πρὸς τὸ αἰσχρόν, ὑφʼ οὗ δὲ τῷ κακῶς κρίνειν προστιθεμένου ταῖς ἐπιθυμίαις καὶ τὴν αἴσθησιν ἀποβάλλει τῶν ἁμαρτανομένων.
因为后者既有卑劣的情念,也有理智;它一方面因欲望而向着丑恶之事被前者所驱使,另一方面由于后者通过错误地判断而倒向欲望,它甚至丧失了对所犯错误的感知。
ἡ δʼ ἀκρασία τῷ μὲν λόγῳ σῴζει τὴν κρίσιν ὀρθὴν οὖσαν, τῷ δὲ πάθει φέρεται παρὰ τὴν κρίσιν ἰσχύοντι τοῦ λόγου μᾶλλον.
而不自制一方面通过理智保持了正确的判断,另一方面却因情念比理智更强悍,而被情念裹挟着违背了这一判断。
ὅθεν διαφέρει τῆς ἀκολασίας· ὅπου μὲν γὰρ ἡττᾶται τοῦ πάθους ὁ λογισμὸς ὅπου δʼ οὐδὲ μάχεται, καὶ ὅπου μὲν ἀντιλέγων ἕπεται ταῖς· ἐπιθυμίαις ὅπου δʼ ὑφηγεῖται συναγορεύων, καὶ ὅπου μὲν ἡδομένῳ κοινωνεῖν ὑπάρχει τῶν ἁμαρτανομένων ὅπου δʼ ἀχθομένῳ, καὶ ὅπου μὲν ἑκὼν φέρεται πρὸς τὸ αἰσχρὸν ὅπου δὲ προδίδωσιν ἄκων τὸ καλόν·
因此它与放纵不同:因为在一种情况下理智败给了情念,而在另一种情况下理智甚至根本不作斗争;且在一种情况下,理智一边反对一边顺从欲望,而在另一种情况下,它则为欲望辩护并加以引导;且在一种情况下是在快乐中分沾罪过,在另一种情况下则是在痛苦中分沾;并且在一种情况下,他是自愿被推向丑恶,而在另一种情况下他则是违心地背叛了高尚。
ὡς τοῖς πραττομένοις ὑπʼ αὐτῶν, οὐχ ἧττον δὲ καὶ τοῖς λεγομένοις ἔνεστιν ἡ διαφορὰ κατάδηλος·
这种区别在他们所做的事上是明显的,而在他们所说的话上也同样昭然若揭。
ἀκολάστων μὲν γὰρ αἵδε φωναὶ " ʼτίς δὲ χάρις, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης;
因为放纵者的言语是这样的: “若无金色的阿佛洛狄忒,何来恩泽,何来欢欣?
τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι.
若我不再眷恋这些,但愿我已死去。
" καὶ ἕτερος " ʼτὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν, τὰ δʼ ἄλλα προσθήκας ἅπαντʼ ἐγὼ καλῶ " φησίν, ὥσπερ ἐξ ὅλης τῆς ψυχῆς συνεπινεύων ταῖς ἡδοναῖς καὶ ὑπερειπόμενος.
” 而另一个人说: “吃、喝、以及获得阿佛洛狄忒的欢愉,其余的一切我皆称之为附庸 ¦446a” 仿佛用整个灵魂向快乐表示赞同并随声附和。
οὐχ ἧττον δὲ τούτων ὁ εἰπών "ἔα μʼ ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει" τὴν κρίσιν ἔχει τῷ πάθει συννοσοῦσαν.
而并不逊于这些人的,是那个说出 “让我毁灭吧,因为这对我有利” 的人,他的判断力已经与情念一同病入膏肓。
αἱ δὲ τῆς ἀκρασίας ἕτεραι καὶ διαφέρουσαι "γνώμην ἔχοντὰ μʼ ἡ φύσις βιάζεται· " καί " αἰαῖ, τόδʼ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις εἰδῇ τἀγαθὸν χρῆται δὲ μή· " καὶ " εἴκει γὰρ ἤδη θυμὸς οὐδʼ ἔτʼ ἀντέχει, θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ " θινῶδες ἄγκιστρον οὐ φαύλως λέγων τὸ μὴ κάτοχον τοῦ λογισμοῦ μηδʼ ἀραρός, ἀλλὰ μανότητι τῆς ψυχῆς καὶ μαλακίᾳ προϊέμενον τὴν κρίσιν.
而属于不自制的言语则截然不同且有所区别: “虽我有主见,本性却将我强行支配;” 以及 “哀哉,这已是神降于人类的灾祸,当人明知何为善却不付诸实践;” 以及: “因为此刻激情已经屈服,不再抵抗,如同锚爪在沙地里经受着波涛的颠簸 ¦20” 他将此不无精妙地称为“沙地里的锚爪”,指的是理智没有约束力也不稳固,反而因灵魂的松懈和软弱而放弃了判断。
οὐ πόρρω δὲ τῆς εἰκόνος ταύτης κἀκεῖνα εἴρηται " ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτημαι βρόχοις, πνεῖ δʼ οὖρος, ἡμῖν δʼ οὐ κρατεῖ τὰ πείσματα " πείσματα γὰρ λέγει τὰς ἀντεχούσας κρίσεις πρὸς τὸ αἰσχρόν, εἶθʼ ὥσπερ ὑπὸ πνεύματος πολλοῦ ῥηγνυμένας τοῦ πάθους.
而离这幅画面不远的,是这样的话语: “如同一艘船,我虽被缆绳系在陆地上,但顺风吹拂,船索却无法系留我们” 因为他用“船索”来指代抵抗丑恶之事的判断,而这判断随后就像被情念的狂风所扯断一般。
τῷ γὰρ ὄντι πλησίστιος μὲν ἐπὶ τὰς ἡδονὰς ὁ ἀκόλαστος ὑπὸ τῶν ἐπιθυμιῶν φέρεται καὶ δίδωσιν ἑαυτὸν καὶ συγκατευθύνει· πλάγιος δʼ ὁ ἀκρατής, οἷον ἐξαναφέρειν γλιχόμενος καὶ διωθεῖσθαι τὸ πάθος, ὑποσύρεται καὶ περιπίπτει περὶ τὸ αἰσχρὸν ὡς Ἀνάξαρχον ἐσίλλαινε Τίμων " ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ὅππη ὀρούσαι φαίνετʼ Ἀναξάρχου κύνεον μένος ὃς ῥα καὶ εἰδώς, ὡς φάσαν, ἄθλιος ἔσκε, φύσις δέ μιν ἔμπαλιν ἦγεν ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν.
因为事实上,放纵者被欲望鼓满风帆推向快乐,委身其中并顺流而下;而不自制者则是横向漂流,仿佛渴望着突围并推开情念,却被暗流卷走,陷落于丑恶之中,正如提蒙曾讽刺阿那克萨尔库那样: “无论冲向何方,皆显现出阿那克萨尔库那如犬般狂野而大胆的蛮力;正如人们所说,他虽明知真理,却仍是个可怜虫,因为他那受快乐驱策的本性又将他拉了回来——而这本性,是大多数诡辩家所畏惧的。
" οὔτε γὰρ ὁ σοφὸς ἐγκρατὴς ἀλλὰ σώφρων, οὔθʼ ὁ ἀμαθὴς ἀκρατὴς ἀλλʼ ἀκόλαστος ὁ μὲν γὰρ ἥδεται τοῖς καλοῖς ὁ δʼ οὐκ ἄχθεται τοῖς αἰσχροῖς.
” 因为智者非自制者,而是节制者;愚昧者非不自制者,而是放纵者:前者以高尚为乐,而后者对丑恶不以为耻。
σοφιστικῆς οὖν ψυχῆς ἡ ἀκρασία, λόγον ἐχούσης οἷς ἔγνωκεν ὀρθῶς ἐμμένειν μὴ δυνάμενον.
因此,不自制属于诡辩派的灵魂,这种灵魂虽拥有理智,却无法坚守自己所正确认知的道理。

词汇与语法注释

  1. 445eὑφʼ οὗ δὲ τῷ κακῶς κρίνειν προστιθεμένου — 现在分词属格 `προστιθεμένου` 与前置词 `ὑπό` 支配的关系代词 `οὗ`(先行词为 `λόγον`)相一致。`τῷ κακῶς κρίνειν` 是表示手段的冠词性不定式与格(“通过错误地判断”)。整句意为“通过它(理智),在由于错误判断而倒向欲望时”。
  2. 446aθινῶδες ὡς ἄγκιστρον ἀγκύρας — 形容词 `θινῶδες`(沙质的,沙中的)修饰 `ἄγκιστρον`(锚爪),`ἀγκύρας`(锚)是以属格修饰 `ἄγκιστρον`。该比喻为“如在沙地中的锚爪”,意指锚因沙土松散而无法稳固抓地,象征着不自制者因灵魂软弱而导致理智无法坚定。
  3. 446cλόγον ἐχούσης οἷς ἔγνωκεν ὀρθῶς ἐμμένειν μὴ δυνάμενον — 阳性单数宾格分词 `δυνάμενον` 修饰 `λόγον`(宾格)。关系代词 `οἷς` 由于动词 `ἐμμένειν`(坚守、固执)支配与格,因而从省略的指示代词(`τούτοις`)同化为与格(关系代词的同化)。整句结构为“(灵魂)拥有一个无法坚守其正确认知之事的理智”。

引用这一段

普鲁塔克, 论道德美德 §6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg094.humanitext-grc2:6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。