§5ἐπεὶ δʼ οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδʼ ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἴη περὶ τῆς διαφορᾶς ἀρξαμένοις ἄνωθεν.
しかし、彼らがすべての徳を中庸とするわけでも、すべての徳を道徳的[性格の]徳と呼ぶわけでもない以上、我々は上から始めてその違いについて語るべきであろう。
ἔστι τοίνυν τῶν πραγμάτων τὰ μὲν ἁπλῶς ἔχοντα τὰ δὲ πῶς ἔχοντα πρὸς ἡμᾶς·
さて、事物のうちには、一方で単純に存在するものがあり、他方で我々に対して何らかの状態にある(我々との関係においてある)ものがある。
ἁπλῶς μὲν οὖν ἔχοντα, γῆ οὐρανὸς ἄστρα θάλασσα· πῶς δʼ ἔχοντα πρὸς ἡμᾶς, ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν·
単純に存在するものは、大地、天、星々、海であり、我々に対して何らかの状態にあるものは、善と悪、避けるべきものと選択すべきもの、快と苦である。
ἀμφοῖν δὲ τοῦ λόγου θεωρητικοῦ ὄντος, τὸ μὲν περὶ τὰ ἁπλῶς ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι· τὸ δʼ ἐν τοῖς πῶς ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν·
これら両方に対して理性は観照的である。 一方で、単純に存在するものをめぐる理性は純粋に科学的かつ観照的であり、他方で、我々に対して何らかの状態にあるものをめぐる理性は熟慮的かつ実践的である。
ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις ἐκείνου δʼ ἡ σοφία.
そして、後者の徳は思慮であり、前者の徳は智慧である。
διαφέρει δὲ σοφίας φρόνησις, ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ὑποστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ· λόγον ἡ φρόνησις.
思慮は智慧と異なっている。 それは、観照的な理性が実践的・情動的なものへと立ち返り、何らかの関係を持つことによって、理性の働きに従って思慮が成立するからである。
διὸ φρόνησις μὲν τύχης δεῖται, σοφία δʼ οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος οὐδὲ βουλῆς·
それゆえ、思慮は運を必要とするが、智慧はそれ自体の目的のためには運も熟慮も必要としない。
ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα.
なぜなら、それは常に同一の状態で変わらないものを対象とするからである。
καὶ καθάπερ ὁ γεωμέτρης οὐ βουλεύεται περὶ τοῦ τριγώνου, εἰ δυεῖν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλʼ οἶδεν ʽ αἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτʼ ἄλλως ἐχόντων οὐ περὶ τῶν βεβαίων καὶ ἀμεταπτώτων’ οὕτως ὁ θεωρητικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν ἀπήλλακται τοῦ βουλεύεσθαι·
また、幾何学者が三角形の内角の和が二直角に等しいかどうかについて熟慮せず、それを知っているように(なぜなら「熟慮とは時と場合によって異なるものについてなされるのであり、確実で不変なものについてなされるのではない」からである)、そのように観照的な知性も、第一のものであり不変であり、常に一つの本性を持ち変化を受け入れないものを対象として働くので、熟慮することから解放されている。
τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολλάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ βουλευτικὸν ἐκδεχομένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνεφελκομένου ταῖς κρίσεσιν.
しかし、思慮は迷いと混乱に満ちた事柄へと自らを踏み込ませるため、しばしば偶然的な出来事と混ざり合うことが不可避であり、不確かなものについては熟慮する能力を用い、実践する能力においては熟慮されたものを受け取ってすでに実行に移すのである。 このとき、非理性的なものが共存し、判断へと引きずり込まれる。
ὁρμῆς γὰρ δέονται·
なぜなら、それらは衝動を必要とするからである。
τὴν δʼ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθʼ ὑπερβάλλῃ μήτʼ ἐγκαταλείπῃ τὸν καιρόν.
そして、性格は情念において衝動を生み出すが、これには規定する理性を必要とする。 それは、衝動が適度であり、機会を超えたり、機会に達しなかったりしないようにするためである。
τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις ἢ προσήκει καὶ ἀργοτέραις.
実のところ、情念的・非理性的なものは、時には激しすぎたり急すぎたりする運動、時にはふさわしい状態よりも緩やかであったり鈍すぎたりする運動を用いる。
ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δʼ ἁμαρτάνεται·
それゆえ、我々が行うことのそれぞれは、常にただ一つの方法において成功し、多くの方法において失敗する。
τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δʼ ἄλλοτʼ ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον ἢ προαπολείποντες.
なぜなら、的に当てることは唯一で単純なことであるが、的外れになるのは、適度を超えてしまうか、手前で届かないかによって、時と場合によって様々であるからである。
τοῦτʼ οὖν τοῦ πρακτικοῦ λόγου κατὰ φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας.
したがって、実践的理性の本性に従った働きとは、情念の不釣り合いや過失を取り除くことである。
ὅπου μὲν γὰρ ὑπʼ ἀρρωστίας καὶ μαλακίας ἢ δέους καὶ ὄκνου προενδίδωσιν ἡ ὁρμὴ καὶ προαπολείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν.
なぜなら、弱さや怠惰、あるいは恐怖や躊躇によって、衝動が途中で屈服し、高貴なものに達しない場合には、実践的理性が現れてそれを奮い立たせ、煽り立てる。 一方で、情念が激しく流れ出て秩序なく暴走する場合には、そこから激しさを取り除き、押しとどめる。
οὕτως δʼ ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας.
このように情念の運動を規定することによって、実践的理性は非理性的なものの中に道徳的徳を植え付ける。 それらは欠乏と過剰の中庸である。
οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον·
しかし、すべての徳が中庸によって生じると言うべきではない。
ἀλλʼ ἡ μὲν ἀπροσδεὴς τοῦ ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία καὶ φρόνησις αὐτοτελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, ᾗ τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον, ἡ δʼ ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη νὴ Δία τῆς παθητικῆς ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδʼ ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον.
なぜなら、非理性的なものを必要とせず、純粋で無情念な知性の周りに成立する智慧と自足的なある種の思慮は、理性の最高峰であり力であり、これによって最も神的で最も幸福な知識がもたらされるからである。 これに対して、身体のために必要不可欠であり、実践のために情動的な、いわば道具的な奉仕を必要とする徳は、魂の非理性的な部分を破滅させたり抹消したりするものではなく、秩序づけ装飾するものであり、その力と質においては最高峰であるが、量においては過剰を取り除き欠乏を補うことで中庸となるのである。