§6#1ἐπεὶ δὲ πολλαχῶς τὸ μέσον ʽ καὶ γὰρ τὸ κεκραμένον τῶν ἀκράτων μέσον, ὡς λευκοῦ καὶ μέλανος τὸ φαιόν· καὶ τὸ περιέχον καὶ περιεχόμενον τοῦ περιεχομένου καὶ περιέχοντος, ὡς τῶν δώδεκα καὶ τεττάρων τὰ ὀκτώ· καὶ τὸ μηδετέρου τῶν ἄκρων μετέχον, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον̓, τούτων μὲν οὐδενὶ τῶν τρόπων ἡ ἀρετὴ προσρητέα μεσότης.
既然“中道”有多种含义——因为未混合之物的混合也是中道,如同灰色之于白色和黑色;包容者且被包容者也是被包容者与包容者的中道,如同八之于十二和四;而两极皆不分沾者也是中道,如同无记之于善与恶——所以德性不应以这些方式中的任何一种被称为中庸。
οὔτε γὰρ μῖγμα τῶν κακιῶν ἐστιν οὔτʼ ἐμπεριέχουσα τοὔλαττον ἐμπεριέχεται τῷ πλεονάζοντι τοῦ προσήκοντος· οὔτʼ ἀπήλλακται παντάπασι τῶν παθητικῶν ὁρμῶν, ἐν αἷς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐστι.
因为它既不是恶德的混合,也不是在包容较小者的同时被超出合度限度者所包容;它也并非完全摆脱了那些存在着更多与更少的情欲冲动。
γίγνεται δὲ μεσότης καὶ λέγεται μάλιστα τῇ περὶ φθόγγους καὶ ἁρμονίας ὁμοίως·
相反,中道的产生和称呼最相似于关于声音和和谐的情况。
ἐκείνη τε γὰρ ἐμμελὴς οὖσα φωνὴ καθάπερ ἡ νήτη καὶ ὑπάτη, τῆς μὲν τὴν ὀξύτητα τῆς δὲ τὴν βαρύτητα τὴν ἄγαν διαπέφευγεν·
因为前者(乐音)作为协调的声音,就像最高音和最低音,既避开了前者的过度尖锐,也避开了后者的过度低沉。
αὕτη τε κίνησις οὖσα καὶ δύναμις περὶ τὸ ἄλογον, τὰς ἐκλύσεις καὶ τὰς ἐπιτάσεις καὶ ὅλως τὸ μᾶλλον καὶ τὸ ἧττον ἐξαιρεῖ τῆς ὁρμῆς, εἰς τὸ μέτριον καὶ ἀναμάρτητον καθιστᾶσα τῶν παθῶν ἕκαστον.
而后者(德性)作为关于无理性部分的运动和力量,消除了冲动的松弛与紧张,以及一切冲动的更多与更少,使每一种情念都归于适度和无误的状态。
αὐτίκα τὴν μὲν ἀνδρείαν μεσότητά φασιν εἶναι δειλίας καὶ θρασύτητος, ὧν ἡ μὲν ἔλλειψις ἡ δʼ ὑπερβολὴ τοῦ θυμοειδοῦς ἐστι· τὴν δʼ ἐλευθεριότητα μικρολογίας καὶ ἀσωτίας, πραότητα δʼ ἀναλγησίας καὶ ὠμότητος·
例如,人们说勇敢是怯懦与鲁莽的中庸,其中前者是激情部分的不足,后者则是过度;慷慨是吝啬与挥霍的中庸,温和是无感觉与残酷的中庸。
αὐτήν τε σωφροσύνην καὶ δικαιοσύνην, τὴν μὲν περὶ τὰ συμβόλαια μήτε πλέον νέμουσαν αὑτῇ τοῦ προσήκοντος μήτʼ ἔλαττον, τὴν δʼ εἰς τὸ μέσον ἀπαθείας καὶ ἀναισθησίας καὶ ἀκολασίας ἀεὶ τὰς ἐπιθυμίας καθιστᾶσαν.
而节制和正义本身也是如此:后者(正义)在契约中既不分给自己多于合度的份额,也不分给少于合度的份额;前者(节制)则始终将欲望安置于无感动或无感觉与放纵之间的中道。
ἐν ᾧ δὴ καὶ μάλιστα δοκεῖ τὸ ἄλογον τῆς πρὸς τὸ λογικὸν διαφορᾶς αὑτοῦ παρέχειν κατανόησιν, καὶ δεικνύειν τὸ πάθος ὡς ἕτερόν τι κομιδῇ τοῦ λόγου ἐστίν.
正是在这一点上,无理性的部分似乎最能让人理解它与理性部分的区别,并表明情念是与理性完全不同的东西。
οὐ γὰρ ἂν διέφερε σωφροσύνης ἐγκράτεια, καὶ ἀκολασίας ἀκρασία περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας, εἰ ταὐτὸν ἦν τῆς ψυχῆς ᾧ ἐπιθυμεῖν ᾧ τε κρίνειν πέφυκε.
因为在快乐和欲望方面,如果灵魂中自然具有欲望的部分与具有判断的部分是同一个东西,那么自制就与节制没有区别,不自制也与放纵没有区别。
νῦν δὲ σωφροσύνη μέν ἐστιν, οὗ τὸ παθητικὸν ὥσπερ εὐήνιον θρέμμα καὶ πρᾶον ὁ λογισμὸς ἡνιοχεῖ καὶ μεταχειρίζεται, περὶ τὰς ἐπιθυμίας χρώμενος ὑπείκοντι καὶ δεχομένῳ τὸ μέτριον καὶ τὸ εὔσχημον ἑκουσίως· ὁ δʼ ἐγκρατὴς ἄγει μὲν ἐρρωμένῳ τῷ λογισμῷ καὶ κρατοῦντι τὴν ἐπιθυμίαν, ἄγει δʼ οὐκ ἀλύπως οὐδὲ πειθομένην ἀλλὰ πλαγίαν καὶ ἀντιτείνουσαν, οἷον ὑπὸ πληγῆς καὶ χαλινοῦ καταβιαζόμενος καὶ ἀνακρούων, ἀγῶνος ὢν ἐν ἑαυτῷ καὶ θορύβου μεστός·
然而事实是,节制是理智像驭使一只温顺驯良的牲畜一样,驾驶和处置情欲部分,在欲望方面使用那自愿屈服并接受适度与端正的部分;而自制者虽然通过强有力且占据主导的理智来引导欲望,但他的引导并非无痛,也不是因为欲望被说服,而是因为它偏斜并抗拒,他如同用鞭打和缰绳强力压制并勒回它,自己内心充满了斗争与混乱。
οἷον ὁ Πλάτων ἐξεικονίζει περὶ τὰ τῆς ψυχῆς; ὑποζύγια, τοῦ χείρονος πρὸς τὸ βέλτιον ζυγομαχοῦντος ἅμα καὶ τὸν ἡνίοχον διαταράττοντος, ἀντέχειν ὀπίσω καὶ κατατείνειν ὑπὸ σπουδῆς ἀναγκαζόμενον ἀεὶ
"μὴ βάλῃ φοίνικας ἐκ χειρῶν ἱμάντας"
κατὰ Σιμωνίδην.
这正像柏拉图对灵魂的轭兽所作的比喻,较差的一只与较好的一只争夺轭具,同时扰乱了驭手,驭手被迫因急迫而始终往后拉紧,正如西蒙尼德所说: “以免红色的缰绳从手中滑落”。
ὅθεν οὐδʼ ἀρετὴν αὐτοτελῆ ἀξιοῦσι τὴν ἐγκράτειαν ἀλλʼ ἔλαττον ἀρετῆς εἶναι·
因此,人们甚至不认为自制是一种完满的德性,而是低于德性的东西。
μεσότης γὰρ οὐ γέγονεν ἐκ συμφωνίας τοῦ χείρονος πρὸς τὸ βέλτιον οὐδʼ ἀνῄρηται τοῦ πάθους τὸ ὑπερβάλλον, οὐδὲ πειθόμενον οὐδʼ ὁμολογοῦν τῷ φρονοῦντι τῆς ψυχῆς τὸ ἐπιθυμοῦν ἀλλὰ λυποῦν καὶ λυπούμενον καὶ καθειργόμενον ὑπʼ ἀνάγκης ὥσπερ ἐν στάσει δυσμενὲς καὶ πολέμιον συνοικεῖ· "
πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων
"
ἡ τοῦ ἐγκρατοῦς ψυχὴ διὰ τὴν ἀνωμαλίαν καὶ τὴν διαφοράν.
因为中庸并非产生于较差者与较好者的和谐,情念的过度也未被消除,灵魂中欲望的部分既没有服从也没有同意理智的部分,而是带来痛苦并感到痛苦,且因被迫而被囚禁,如同在内讧中作为敌对和仇视的力量同居一处: “城中既充满了香烟,又充满了赞歌与叹息”,自制者的灵魂因其不均衡和冲突而正是如此。