§5ἐπεὶ δʼ οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδʼ ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἴη περὶ τῆς διαφορᾶς ἀρξαμένοις ἄνωθεν.
既然他们并不把所有的德性都视为中庸,也不都称为道德德性,我们就必须从头开始说明其区别。
ἔστι τοίνυν τῶν πραγμάτων τὰ μὲν ἁπλῶς ἔχοντα τὰ δὲ πῶς ἔχοντα πρὸς ἡμᾶς·
在事物中,有些是绝对存在的,有些则是相对于我们的。
ἁπλῶς μὲν οὖν ἔχοντα, γῆ οὐρανὸς ἄστρα θάλασσα· πῶς δʼ ἔχοντα πρὸς ἡμᾶς, ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν·
绝对存在的是大地、天空、星辰和海洋;相对于我们存在的是善与恶、可抉择的与应规避的、快乐与痛苦。
ἀμφοῖν δὲ τοῦ λόγου θεωρητικοῦ ὄντος, τὸ μὲν περὶ τὰ ἁπλῶς ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι· τὸ δʼ ἐν τοῖς πῶς ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν·
对于这两者,理性都是审视性的。 针对绝对存在之物的理性,纯粹是科学的和审视性的;而针对相对于我们之物的理性,则是熟虑的和实践性的。
ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις ἐκείνου δʼ ἡ σοφία.
后者的德性是思虑,前者的德性是智慧。
διαφέρει δὲ σοφίας φρόνησις, ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ὑποστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ· λόγον ἡ φρόνησις.
思虑不同于智慧,其不同在于:当审视性理性向着实践和情欲之物发生某种回返和关联时,思虑便依理性而成立。
διὸ φρόνησις μὲν τύχης δεῖται, σοφία δʼ οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος οὐδὲ βουλῆς· ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα.
因此,思虑需要运气,而智慧为了其自身的终极目的既不需要运气,也不需要熟虑;因为它是关于那些始终处于相同状态且一如既往之物的。
καὶ καθάπερ ὁ γεωμέτρης οὐ βουλεύεται περὶ τοῦ τριγώνου, εἰ δυεῖν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλʼ οἶδεν ʽ αἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτʼ ἄλλως ἐχόντων οὐ περὶ τῶν βεβαίων καὶ ἀμεταπτώτων’ οὕτως ὁ θεωρητικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν ἀπήλλακται τοῦ βουλεύεσθαι·
正如几何学家不熟虑三角形的内角和是否等于两个直角,而是直接知道它(因为“熟虑是关于那些在不同时候以不同方式存在之物,而非关于确定和不变之物”),同样,审视性的理智在针对那些原初的、永久的、始终具有单一本性且不接受变化的事务起作用时,是免于熟虑的。
τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολλάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ βουλευτικὸν ἐκδεχομένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνεφελκομένου ταῖς κρίσεσιν. ὁρμῆς γὰρ δέονται·
然而,思虑沉降入充满迷误和混乱的事物之中,常常必须与偶然事物混合,并在较为模糊的事情上使用熟虑,并在其实践能力中,承接熟虑的结果而立即付诸行动,此时无理性的部分也共存并被拉入其判断之中。
τὴν δʼ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθʼ ὑπερβάλλῃ μήτʼ ἐγκαταλείπῃ τὸν καιρόν.
因为它们需要冲动;而性格在情念中产生冲动,这冲动需要理性予以规定,使其适度,既不逾越也不落后于时机。
τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις ἢ προσήκει καὶ ἀργοτέραις.
因为情欲和无理性的部分所使用的运动,有时过于剧烈和急促,有时则比适当的要温和或迟缓。
ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δʼ ἁμαρτάνεται· τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δʼ ἄλλοτʼ ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον ἢ προαπολείποντες.
因此,我们所做的每一件事,始终只能以一种方式成功,却会以多种方式失败;因为击中目标是单一而简单的,而脱靶则在不同时候以不同方式发生,或是超过了适度,或是提前放弃。
τοῦτʼ οὖν τοῦ πρακτικοῦ λόγου κατὰ φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας.
因此,这便是实践理性的本然工作:消除情念的无度与偏差。
ὅπου μὲν γὰρ ὑπʼ ἀρρωστίας καὶ μαλακίας ἢ δέους καὶ ὄκνου προενδίδωσιν ἡ ὁρμὴ καὶ προαπολείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν.
因为在由于软弱、怯懦或恐惧、迟疑,冲动提前屈服并未能达到高贵的地方,理性便在场予以唤醒和鼓动;而在冲动如洪流般汹涌、无序地流溢的地方,理性便除去其剧烈并使之停息。
οὕτως δʼ ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας.
理性以此方式规定情欲的运动,在无理性的部分中灌输了道德德性,这些德性是不足与过度的中庸。
οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον· ἀλλʼ ἡ μὲν ἀπροσδεὴς τοῦ ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία καὶ φρόνησις αὐτοτελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, ᾗ τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον, ἡ δʼ ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη νὴ Δία τῆς παθητικῆς ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδʼ ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον.
因为不应说所有的德性都通过中庸产生;相反,那不需要无理性部分、围绕纯粹且无情念之理智而成立的智慧和某种自足的思虑,是理性的最高峰和力量,借此产生了最神圣和最幸福的知识;而那因身体缘故而必需、且确实需要情欲服务(如同工具般的服务)以用于实践的德性,它并非灵魂无理性部分的毁灭或抹杀,而是秩序和装饰,在其力量和品质上是最高峰,但在数量上则成为中庸,消除了过度和不足。