§11πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττονʼ εἶναι καὶ χείρονα ἢ κρατεῖν ἅμα καὶ κρατεῖσθαι, μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον ἐν ἑαυτῷ τὸ βέλτιον ἔχοντος;
いかにして、同じ人間が自分自身より強くなったり弱くなったり、あるいは同時に支配し支配されたりすることが可能であろうか。 各人が本性上何らかの仕方で二重であり、自分の中に、より劣った部分と、より優れた部分とを持っているのでなければ。
οὕτω γὰρ ὁ μὲν τοῦ βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, ὁ δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακείμενος.
実際、このようにして、より優れた部分に従属するものとしてより劣った部分を用いる者は、自己を制しており自己より強いと言われ、他方、魂の放縦で非理性的な部分に、より優れた部分が従い仕えるのを傍観している者は、自己に負けており自己より弱いと言われ、自然に反する状態にあると言われる。
φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν τοῦ ἀλόγου, τοῦ τὴν γένεσιν αὐτόθεν ἔχοντος ἐκ τοῦ σώματος·
なぜなら、神的なものである理性(ロゴス)が、自然のままであれば導き、支配するのがふさわしいからである。 まさにその肉体から自らの起源(生成)を持つ非理性的な部分を。
ᾧ καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς αὐτῷ καὶ καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωματικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας ἐν ταῖς τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι.
この肉体に、非理性的な部分は、その中に忍び込み混ざり合っているため、似たものとなり、情念を共有し、それに染まる本性がある。 このことは、肉体的なものへと動き、また静止し、肉体の変化において激しさを増したり緩んだりする(非理性的な部分の)衝動が示している通りである。
διὸ νέοι μὲν καὶ ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διάπυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν δὲ πρεσβυτῶν ἡ περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ κατασβέννυται καὶ γίγνεται μικρὰ καὶ ἀσθενής·
それゆえ、若い人々は血の多さと熱さによって激しく、急進的で、向こう見ずであり、欲望に関して燃え上がり狂乱しているが、老人においては、肝臓のあたりにある欲望する部分の源が消え失せ、小さく弱くなる。
ἰσχύει δὲ μᾶλλον ὁ λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομαραινομένου.
そして、情念的な部分が肉体と共に衰え消え去るにつれて、理性はより強く力を得る。
τοῦτο δʼ ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθοποιεῖ πρὸς τὰ πάθη φύσεις οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα δεινὰ παρίστανται, τοῖς δʼ ἀμήχανοι πτοῖαι καὶ φόβοι τῆς ψυχῆς·
このことは言うまでもなく、獣たちの情念に対する性質(気質)をも形成している。 というのも、判断の正しさや劣悪さによって、ある獣たちには恐ろしく見えるものに対して勇気と衝動が生じ、他の獣たちには魂の制御できない怯えと恐れが生じるわけでは決してないからである。
ἀλλʼ αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς σαρκὸς ἀναβλαστάνοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν.
むしろ、血液や生気(プネウマ)や肉体に関する能力(性質)が、情念の違いを生み出しているのであり、それはあたかも、情念的な部分が肉体という根から発芽し、その性質と気質(混合比)を一緒に引き上げているかのようである。
τοῦ δʼ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες ἐρυθήματα τρόμοι πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις ὅταν δὲ μὴ μετὰ πάθους ἀλλʼ αὐτὸ καθʼ αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, εἰ τοῦ παθητικοῦ μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον ὥστε καὶ τούτῳ δύʼ ὄντα καὶ διαφέροντα δηλοῦσθαι ταῖς δυνάμεσιν ἀλλήλων.
人間の場合は、情念的な衝動に対して肉体が共感し、共に動かされていることを、青ざめ、赤面、震え、動悸、あるいは快楽の希望や予期における(表情の)緩みや弛緩が証明している。 しかし、思考する部分が情念を伴わず、それ自体で動くときには、肉体は静寂を保ち、落ち着いており、思慮するものの活動に自ら関与することもあずかることもない。 もし、非理性的な部分が情念的な部分と連動せず、引き入れられもしないならば。 したがって、このことによっても、それらが二つのものであり、互いにその能力において異なっていることが示されている。