Humanitext Reader

普鲁塔克 · 论道德美德 §11

灵魂的双重性与结合肉体的非理性部分

第 11 段,共 12 段 · 希腊语

内容简介

普鲁塔克论证道,为了使“克己”或“无自制力”等说法成立,灵魂中必须存在双重性,即优越的理性部分与劣等的非理性部分。他解释说,肉体的生理变化、野兽的本性以及身体的共感,证明了这一非理性部分与肉体的密切联系,及其与理性的本质区别。

§11πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττονʼ εἶναι καὶ χείρονα ἢ κρατεῖν ἅμα καὶ κρατεῖσθαι, μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον ἐν ἑαυτῷ τὸ βέλτιον ἔχοντος;
因为,如果不是每个人在某种程度上天生具有双重性,在自身中既有较坏的部分也有较好的部分,同一个人又怎么可能比自己更强又比自己更弱,或者同时统治又被统治呢?
οὕτω γὰρ ὁ μὲν τοῦ βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, ὁ δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακείμενος.
因为如此一来,那将较坏的部分作为顺从于较好的部分来使用的人,便是克己的且强于自己的;而那听任较好的部分去随从和侍奉灵魂的放纵且非理性的部分的人,则被称为弱于自己的、无自制力的,且处于违背自然的状态。
φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν τοῦ ἀλόγου, τοῦ τὴν γένεσιν αὐτόθεν ἔχοντος ἐκ τοῦ σώματος· ᾧ καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς αὐτῷ καὶ καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωματικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας ἐν ταῖς τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι.
因为在自然上,理智作为神圣之物,理应引导并统治那直接源自肉体的非理性部分;非理性部分由于深植并混杂于肉体之中,自然地倾向于与肉体同化、共感并受其染指,正如那些针对肉体事物的冲动的起伏、以及在肉体发生变化时冲动的加剧与松弛所表明的那样。
διὸ νέοι μὲν καὶ ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διάπυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν δὲ πρεσβυτῶν ἡ περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ κατασβέννυται καὶ γίγνεται μικρὰ καὶ ἀσθενής·
因此,年轻人因血液的充盈和温热而活跃、敏捷、急躁,且在欲望上热烈而狂乱;而老人的肝脏周围的欲望源泉则已熄灭,变得微弱无力。
ἰσχύει δὲ μᾶλλον ὁ λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομαραινομένου.
随着情念部分与肉体一同衰亡,理智反倒变得更加强有力。
τοῦτο δʼ ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθοποιεῖ πρὸς τὰ πάθη φύσεις οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα δεινὰ παρίστανται, τοῖς δʼ ἀμήχανοι πτοῖαι καὶ φόβοι τῆς ψυχῆς· ἀλλʼ αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς σαρκὸς ἀναβλαστάνοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν.
毫无疑问,这也塑造了野兽对待情念的本性;因为绝非由于判断的正确与否或恶劣与否,才使一些野兽在面对显现的危险时产生勇气和冲动,而另一些野兽则产生无法自拔的惊恐和灵魂的惧怕;相反,是关于血液、生气(普内乌玛)和肉体的能力造成了情念的差异,就好像情念的部分从肉体这一根基中萌发出来,并随之带出了肉体的性质和质地(混合比)。
τοῦ δʼ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες ἐρυθήματα τρόμοι πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις ὅταν δὲ μὴ μετὰ πάθους ἀλλʼ αὐτὸ καθʼ αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, εἰ τοῦ παθητικοῦ μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον ὥστε καὶ τούτῳ δύʼ ὄντα καὶ διαφέροντα δηλοῦσθαι ταῖς δυνάμεσιν ἀλλήλων.
而在人身上,肉体对情念冲动的共感和共振,被脸色苍白、面红耳赤、颤抖、心跳加速以及在对快乐的希望和预期中的松弛所证明;但是,当思考的部分不带情念、而是独立活动时,肉体则保持静止与平静,自身既不参与也不分享思考者的活动,只要非理性部分不与情念部分产生共鸣,也不将情念部分牵扯进来;因此,由此也表明它们是两个不同的部分,并且在能力上彼此不同。

词汇与语法注释

  1. 450eμὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου — 属格的 πεφυκότος ἑκάστου 是属格绝对结构,伴随否定词 μὴ 表示条件(“如果不是……”)。τρόπον τινὰ 用作副词,意为“在某种程度上”或“以某种方式”。
  2. 450eὁ δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον — 分词 περιορῶν(“听任”)以宾格的 τὸ κρεῖττον(“较好的部分”)为直接宾语,并伴随作补足语的分词 ἑπόμενον καὶ ὑπηρετοῦν。与格短语 τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς 依附于这两个补足语分词。
  3. 450fᾧ καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν — πέφυκεν(“天生具有……本性”)的主语在上下文里是前句的非理性部分(τὸ ἄλογον)。与格关系代词 ᾧ 的先行词是其前的 σώματος(“肉体”),并由 συνεξομοιοῦσθαι 等不定式支配。
  4. 451bτοῦ δʼ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες — 句子的主语是 ὠχρότητες...(“苍白等”),及物动词 ἐλέγχουσιν(“证明”)的宾语是宾格加分词结构 τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον(“肉体产生共感并共同运动”)。τοῦ δʼ ἀνθρώπου 是依附于 τὸ σῶμα 的领属属格,或者表示限制的“在人类的情况下”。

引用这一段

普鲁塔克, 论道德美德 §11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg094.humanitext-grc2:11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。