Humanitext Reader

プルタルコス · デルポイのEについて §11-13

宇宙の五元素と五多面体および生命を完成する数五

6 / 10 箇所 · ギリシア語

要旨

プラトンとアリストテレスの宇宙論における五元素と正多面体、それらに対応する五感の調和関係を論じ、さらにホメロスにおける宇宙の五分割や、物質を完成させる四の限界を超えて生命と魂を完成させる五の原理を検証する。

§11πολλὰ δʼ ἄλλα τοιαῦτʼ ἔφην ἐγὼ παρελθὼν τὸν Πλάτωνα προσάξομαι λέγοντα κόσμον ἕνα, ὡς εἴπερ εἰσὶ παρὰ τοῦτον ἕτεροι καὶ μὴ μόνος οὗτος εἷς, πέντε τοὺς πάντας ὄντας καὶ μὴ πλείονας.
「多くの他のそのようなことを」と私は言った。 「通り過ぎて、私はプラトンを引き合いに出そう。 彼は、もしこの世界のほかに他の世界があり、このただ一つのものだけではないとすれば、すべてで五つであってそれ以上ではない、と言っている。
μὴν ἀλλὰ κἂν εἷς οὗτος μονογενής, ὡς οἴεται καὶ Ἀριστοτέλης, τρόπον τινὰ καὶ τοῦτον ἐκ πέντε συγκείμενον κόσμων καὶ συνηρμοσμένον εἶναι·
いやそれどころか、アリストテレスもそう考えているように、たとえこの世界が唯一無二のものであるとしても、ある意味でこれもまた五つの世界から成り立ち、調和させられているのだ。
ὧν ὁ μὲν ἐστι γῆς ὁ δʼ ὕδατος, τρίτος δὲ πυρὸς καὶ τέταρτος ἀέρος·
そのうちの一つは土の世界であり、第二は水、第三は火、第四は空気である。
τὸν δὲ πέμπτον οὐρανὸν οἱ δὲ φῶς οἱ δʼ αἰθέρα καλοῦσιν, οἱ δʼ αὐτὸ τοῦτο πέμπτην οὐσίαν, τὸ κύκλῳ περιφέρεσθαι μόνῃ τῶν σωμάτων κατὰ φύσιν ἐστίν, οὐκ ἐξ ἀνάγκης οὔτʼ ἄλλως συμβεβηκὸς δὴ καὶ τὰ πέντε καὶ κάλλιστα καὶ τελεώτατα σχήματα τῶν ἐν τῇ φύσει κατανοήσας, πυραμίδα καὶ κύβον καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἕκαστον οἰκείως ἑκάστῳ προσένειμεν.
そして第五のものを、ある人々は天と呼び、ある人々は光、ある人々はアイテールと呼び、またある人々はこれ自体を「第五の元素」と呼んでいる。 これだけは、物体のうちで円運動をすることが唯一その本性にかなっており、強制されたものでも、その他の偶然によるものでもない。 それゆえ、自然界における五つの最も美しく最も完全な立体、すなわち四面体、立方体、八面体、二十面体、十二面体を認識し、それぞれをそれぞれにふさわしく割り振ったのである。
§12εἰσὶ δʼ οἳ καὶ τὰς τῶν αἰσθήσεων δυνάμεις ἰσαρίθμους οὔσας τοῖς πρώτοις ἐκείνοις συνοικειοῦσι, τὴν μὲν ἁφὴν ὁρῶντες ἀντίτυπον οὖσαν καὶ γεώδη, τὴν δὲ γεῦσιν ὑγρότητι τῶν γευστῶν τὰς ποιότητας προσιεμένην.
」また、感覚の能力があの最初のものと同数であることを示して、それらを結びつける人々もいる。 彼らは、触覚が抵抗力があり土のようであること、味覚が味わわれるものの性質を水分のうちに受け入れることを見る。
ἀὴρ δὲ πληγεὶς ἐν ἀκοῇ γίγνεται φωνὴ καὶ ψόφος.
そして、打たれた空気は聴覚において声や音となる。
δυεῖν δὲ τῶν λοιπῶν ὀσμὴ μέν, ἣν ἡ ὄσφρσις εἴληχεν, ἀναθυμίασις οὖσα καὶ γεννωμένη θερμότητι πυρῶδές ἐστιν·
残りの二つのうち、嗅覚が分担する匂いは、一種の立ち上る息であり、熱によって生じるものであって、火の性質を持つ。
αἰθέρι δὲ καὶ φωτὶ διὰ συγγένειαν διαλαμπούσης τῆς ὄψεως γίγνεται κρᾶσις ἀμφοῖν ὁμοιοπαθὴς καὶ σύμπηξις.
他方、視覚は、血縁関係のゆえにアイテールや光を通じて輝き、両者の間に、同じ受動的状態を持つ混合と合一が生じる。
ἄλλην δʼ οὔτε τὸ ζῷον αἴσθησιν οὔτε ὁ κόσμος ἔχει φύσιν ἁπλῆν καὶ ἄμικτον ἀλλὰ θαυμαστή τις, ὡς ἔοικε, διανομὴ γέγονε τῶν πέντε πρὸς τὰ πέντε καὶ σύλληξις.
そして、動物は他のいかなる感覚も持たず、宇宙も他の単純で混じり気のない本性をも持たず、驚くべき仕方で、五つのものの五つのものに対する分配と割り振りがなされているようである。
§13ἅμα δέ πως ἐπιστήσας καὶ διαλιπών οἷον εἶπον ὦ Εὔστροφε, πεπόνθαμεν, ὀλίγου παρελθόντες τὸν Ὅμηρον, ὡς οὐχὶ πρῶτον εἰς πέντε νείμαντα μερίδας τὸν κόσμον, ὃς τὰς μὲν ἐν μέσῳ τρεῖς ἀποδέδωκε τοῖς τρισὶ θεοῖς, δύο δὲ τὰς ἄκρας ὄλυμπον καὶ γῆν, ὧν ἡ μέν ἐστι τῶν κάτω πέρας ἡ δὲ τῶν ἄνω, κοινὰς καὶ ἀνεμήτους ἀφῆκεν.
そして同時に、いくらか考えを巡らせて間を置き、私は言った。 「おぉエウストロポスよ、私たちは、もう少しでホメロスを見落とすところだった。 まるで彼が宇宙を五つの部分に分割した最初の人ではないかのように。 彼は中央の三つの部分を三人の神々に割り当て、二つの末端、すなわち下界の限界である地と、上界の限界であるオリンポスを、共有のものとして、分割されないまま残したのだ。
ἀλλʼ ἀνοιστέος ὁ λόγος ὡς Εὐριπίδης φησίν.
しかし、『議論は元に引き戻されねばならない』、とエウリピデスが言うように。
οἱ γὰρ τὴν τετράδα σεμνύναντες οὐ φαύλως διδάσκουσιν, ὅτι τῷ ταύτης λόγῳ πᾶν σῶμα γένεσιν ἔσχηκεν.
なぜなら、四を尊ぶ人々は、この四の理法によってすべての物体が生成を得たのだと、見事に教えているからである。
ἐπεὶ γὰρ ἐν μήκει καὶ πλάτει βάθος λαβόντι πᾶν τὸ στερεόν ἐστι, καὶ μήκους μὲν προϋφίσταται στιγμὴ κατὰ μονάδα ταττομένη, μῆκος δʼ ἀπλατὲς ἡ γραμμὴ καλεῖται καὶ μῆκος ἐστιν, ἡ δʼ ἐπὶ πλάτος γραμμῆς κίνησις ἐπιφανείας γένεσιν ἐν τριάδι παρέσχε, βάθους δὲ τούτοις προσγενομένου διὰ τεττάρων εἰς στερεὸν ἡ αὔξησις προβαίνει·
すなわち、長さと幅に深さが加わったときに、あらゆる立体が存在することになり、長さより前には、一に対応して配置される点が存在し、幅のない長さは線と呼ばれ、長さであり、その線の幅への運動が、三において面の生成をもたらし、これらに深さが加わることによって、四を通じて立体への成長が進行するからである。
παντὶ δῆλον, ὅτι μέχρι δεῦρο τὴν φύσιν ἡ τετρὰς προαγαγοῦσα, μέχρι τοῦ σῶμα τελειῶσαι καὶ παρασχεῖν ἁπτὸν ὄγκον καὶ ἀντίτυπον, εἶτʼ ἀπολέλοιπεν ἐνδεᾶ τοῦ μεγίστου.
すべての人に明らかなように、四は、自然をここまで導き、物体を完成させ、触知できる体積と反発力を提供するまでに至ったが、その後、最も偉大なものが欠けたまま残してしまった。
τὸ γὰρ ἄψυχον ὡς ἁπλῶς εἰπεῖν ὀρφανὸν καὶ ἀτελὲς καὶ πρὸς οὐδʼ ὁτιοῦν, μὴ χρωμένης ψυχῆς, ἐπιτήδειον·
なぜなら、生命のないものは、一言で言えば、魂がこれを用いなければ、孤立し、未完成で、何に対しても役に立たないからである。
ἡ δὲ τὴν ψυχὴν ἐμποιοῦσα κίνησις ἢ διάθεσις, μεταβολῇ διὰ πέντε γιγνομένη, τῇ φύσει τὸ τέλειον ἀποδίδωσι, καὶ τοσούτῳ κυριώτερον ἔχει τῆς τετράδος λόγον, ὅσῳ τιμῇ διαφέρει τοῦ ἀψύχου τὸ ζῷον.
他方、魂を注入する運動あるいは状態は、五を通じて生じる変化によって生じるものであり、自然に完全さを返し、四の理法よりも、動物が無生物に対して価値において勝るのと同等に、より支配的な理法を持っている。
ἔτι δʼ ἰσχύσασα μᾶλλον ἡ τῶν πέντε συμμετρία καὶ δύναμις οὐκ εἴασεν εἰς ἄπειρα γένη προελθεῖν τὸ ἔμψυχον, ἀλλὰ πέντε τῶν ζώντων ἁπάντων ἰδέας παρέσχεν.
さらに、五の対称性と力はいっそう強く働き、生命を持つものが無限の類に進むのを許さず、すべての生命のあるものに対して五つの類を提供した。
εἰσὶ γὰρ θεοὶ δήπου καὶ δαίμονες καὶ ἥρωες καὶ μετὰ τούτους τὸ τέταρτον ἄνθρωποι γένος, ἔσχατον δὲ καὶ πέμπτον τὸ ἄλογον καὶ θηριῶδες;
すなわち、神々、ダイモーンたち、英雄たち、そしてこれらに次ぐ第四の類としての人間、そして最後かつ第五の、理性のない獣の類である。
. ἔτι δʼ εἰ τὴν ψυχὴν αὐτὴν κατὰ φύσιν διαιροῖς, πρῶτον αὐτῆς καὶ ἀμαυρότατόν ἐστι τὸ θρεπτικὸν δεύτερον δὲ τὸ αἰσθητικὸν, εἶτα τὸ ἐπιθυμητικὸν εἶτʼ ἐπὶ τούτῳ τὸ θυμοειδές·
さらに、もし魂自体をその自然に従って分割するなら、その最初にして最もかすかな部分は栄養摂取能力であり、第二は感覚能力、次いで欲求能力、そしてその上に気概能力である。
εἰς δὲ τὴν τοῦ λογιστικοῦ δύναμιν ἐξικομένη καὶ τελεώσασα τὴν φύσιν ὥσπερ ἐν ἄκρῳ τῷ πέμπτῳ καταπέπαυται.
そして、理性的能力へと達し、その自然を完成させて、まるで最高峰である第五の段階において、活動を休止するのである。 」

語釈・文法注

  1. 390aπαρελθὼν — 分詞 `παρελθὼν`(`παρέρχομαι`「通り過ぎる、省略する」のアオリスト能動態分詞)は、文頭の `πολλὰ δʼ ἄλλα τοιαῦτʼ` を目的語にとり、「多くの他のそのような事柄を省略して」という意味をなす。一方、`τὸν Πλάτωνα` は主動詞 `προσάξομαι`(「引き入れる、引用する」の未来中間態)の直接目的語である。
  2. 390bὀσμὴ μέν ... πυρῶδές ἐστιν· — 主語である `ὀσμή` は女性名詞であるが、述語形容詞 `πυρῶδές` は中性単数形をとっている。これは主語を「火の性質を帯びたもの」という抽象的な概念として叙述しているためである。
  3. 390eμεταβολῇ διὰ πέντε γιγνομένη — 音楽用語としての `διὰ πέντε`(五度音程)に言及しつつ、数「五」そのものの象徴的・神的力(四の物理的次元を超えて生命と魂を完成させる力)を指すダブルミーニングとして用いられている。

この箇所を引用する

プルタルコス, デルポイのEについて §11-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:11-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。