§9ἐὰν οὖν ἔρηταί τις, τί ταῦτα πρὸς τὸν Ἀπόλλωνα, φήσομεν οὐχὶ μόνον ἀλλὰ καὶ πρὸς τὸν Διόνυσον, ᾧ τῶν Δελφῶν οὐδὲν ἧττον ἢ τῷ Ἀπόλλωνι μέτεστιν.
したがって、もし誰かが「これらのことがアポロンと何の関係があるのか」と尋ねるなら、私たちは、アポロンだけでなくディオニュソスにも関係があると言うだろう。 ディオニュソスには、デルポイにおいてアポロンに劣らず与るものがあるからだ。
ἀκούομεν οὖν τῶν θεολόγων τὰ μὲν ἐν ποιήμασι τὰ δʼ ἄνευ μέτρου λεγόντων καὶ ὑμνούντων, ὡς ἄφθαρτος ὁ θεὸς καὶ ἀίδιος πεφυκώς, ὑπὸ δή τινος εἱμαρμένης γνώμης καὶ λόγου μεταβολαῖς ἑαυτοῦ χρώμενος, ἄλλοτε μὲν εἰς πῦρ ἀνῆψε τὴν φύσιν πάνθʼ ὁμοιώσας πᾶσιν, ἄλλοτε δὲ παντοδαπὸς ἔν τε μορφαῖς καὶ ἐν πάθεσι καὶ δυνάμεσι διαφόροις γιγνόμενος, ὡς γίγνεται νῦν, κόσμος ὀνομάζεται δὲ τῷ γνωριμωτάτῳ τῶν ὀνομάτων.
それゆえ私たちは、神学者たちが詩において、あるいは散文において、神は本来不滅にして永遠でありながら、ある定められた意志と理法によって自らを変化させ、あるときにはその本性を火へと点火して万物を万物に等しくし、またあるときには、まさに今そうであるように、様々な形態や受動的状態や異なる能力において多様なものとなり、最もよく知られた名、すなわち宇宙と呼ばれる、と言い讃えるのを聞くのである。
κρυπτόμενοι δὲ τοὺς πολλοὺς οἱ σοφώτεροι τὴν μὲν εἰς πῦρ μεταβολὴν Ἀπόλλωνά τε τῇ μονώσει Φοῖβόν τε τῷ καθαρῷ καὶ ἀμιάντῳ καλοῦσι.
より賢い人々は、大衆から隠しつつ、火への変化を、その単一性からアポロンと呼び、その純粋で汚れなきことからポイボスと呼んでいる。
τῆς δʼ εἰς πνεύματα καὶ ὓδωρ καὶ γῆν καὶ ἄστρα καὶ φυτῶν ζῴων τε γενέσεις τροπῆς αὐτοῦ καὶ διακοσμήσεως τὸ μὲν πάθημα καὶ τὴν μεταβολὴν διασπασμόν τινα καὶ διαμελισμὸν αἰνίττονται·
他方、風や水や土や星々、そして植物や動物の生成への神の変化と秩序づけについて、彼らはその受難と変化を一種の引き裂きや四肢の切断として暗に示している。
Διόνυσον δὲ καὶ Ζαγρέα καὶ Νυκτέλιον καὶ Ἰσοδαίτην αὐτὸν ὀνομάζουσι, καὶ φθοράς τινας καὶ ἀφανισμοὺς οἱ τὰς ἀποβιώσεις καὶ παλιγγενεσίας, οἰκεῖα ταῖς εἰρημέναις μεταβολαῖς αἰνίγματα καὶ μυθεύματα περαίνουσι·
そして彼をディオニュソス、ザグレウス、ニュクテリオス、イソダイテスと名付け、死と再生、すなわち数々の消滅や消失の神話を語り、上述の変化にふさわしい謎や神話を遂行する。
καὶ ᾅδουσι τῷ μὲν διθυραμβικὰ μέλη παθῶν μεστὰ καὶ μεταβολῆς πλάνην τινὰ καὶ διαφόρησιν ἐχούσης·
そして彼らは、一方の神には、情念に満ち、彷徨と分散を伴う変化を含んだジチュランボスの歌を歌う。
"
μιξοβόαν γὰρ Αἰσχύλος φησὶ πρέπει
διθύραμβον ὁμαρτεῖν
σύγκωμον Διονύσῳ;
「なぜなら、アイスキュロスが言うように、叫びを交えたジチュランボスが、どんちゃん騒ぎの仲間としてディオニュソスに伴うのがふさわしいからである。
"
τῷ δὲ παιᾶνα, τεταγμένην καὶ σώφρονα μοῦσαν.
」他方の神には、秩序正しく節度あるミューズの歌であるパイアンを歌う。
ἀγήρων τε τοῦτον ἀεὶ καὶ νέον ἐκεῖνον δὲ πολυειδῆ καὶ πολύμορφον ἐν γραφαῖς καὶ πλάσμασι δημιουργοῦσι·
そして、絵画や彫刻において、彼らはこの神を常に老いることのない若者として作り出し、あの神を多種多様で多形なものとして作り出す。
καὶ ὅλως τῷ μὲν ὁμοιότητα καὶ τάξιν καὶ σπουδὴν ἄκρατον, τῷ δὲ μεμιγμένην τινὰ παιδιᾷ καὶ ὕβρει καὶ σπουδῇ καὶ μανίᾳ προσφέροντες ἀνωμαλίαν,
εὔιον ὀρσιγύναικα μαινομέναις Διόνυσον ἀνθέοντα τιμαῖς
ἀνακαλοῦσιν, οὐ φαύλως ἑκατέρας μεταβολῆς τὸ οἰκεῖον λαμβάνοντες.
そして全体として、一方には類似性と秩序と純粋な真剣さを帰し、他方には遊びと放縦と真剣さと狂気が混ざり合った不規則さを帰して、「エウイオス、女たちを駆り立てる者、狂乱の儀礼に咲き誇るディオニュソス」と呼び、それぞれの変化にふさわしい性質を巧みに捉えている。
ἐπεὶ δʼ οὐκ ἴσος τῶν περιόδων ἐν ταῖς μεταβολαῖς χρόνος, ἀλλὰ μείζων ὁ τῆς ἑτέρας ἣν
κόρον· καλοῦσιν, ὁ δὲ τῆς
χρησμοσύνης
ἐλάττων, τὸ κατὰ λόγον τηροῦντες ἐνταῦθα τὸν μὲν ἄλλον ἐνιαυτὸν παιᾶνι χρῶνται περὶ τὰς θυσίας, ἀρχομένου δὲ χειμῶνος ἐπεγείραντες διθύραμβον τὸν δὲ παιᾶνα καταπαύσαντες, τρεῖς μῆνας ἀντʼ ἐκείνου τοῦτον κατακαλοῦνται τὸν θεὸν·
しかし、変化における周期の時間は等しくなく、彼らが「充足」と呼ぶ一方の周期の時間は長く、「欠乏」と呼ぶ他方の周期の時間は短いので、彼らはこの比例関係を守り、一年の他の期間は生贄の儀式においてパイアンを用い、冬が始まるとジチュランボスを呼び覚まし、パイアンを休止させて、その代わりに三ヶ月間この神を呼び求める。
ὅπερ τρία πρὸς ἕν, τοῦτο τὴν διακόσμησιν οἰόμενοι χρόνῳ πρὸς τὴν ἐκπύρωσιν εἶναι.
これは三対一の比率であり、世界秩序の時間が大火の時期に対してそうであると考えているからである。
§10ἀλλὰ ταῦτα μὲν ἱκανοῦ καιροῦ μᾶλλον ἀπομεμήκυνται·
しかし、これらのことは適切な時間を越えて長引いてしまった。
δῆλον δʼ ὅτι συνοικειοῦσιν αὐτῷ τὴν πεμπάδα, νῦν μὲν αὐτὴν ἑαυτὴν ὡς τὸ πῦρ αὖθις δὲ τὴν δεκάδα ποιοῦσαν ἐξ ἑαυτῆς ὡς τὸν κόσμον.
だが、彼らが五を彼に結びつけていることは明らかである。 五は、あるときはそれ自体を作り出し(火のように)、またあるときは自らから十を作り出す(宇宙のように)からである。
τῆς δὲ δὴ μάλιστα κεχαρισμένης τῷ θεῷ μουσικῆς οὐκ οἰόμεθα τούτῳ τῷ ἀριθμῷ·
そして、神に最も喜ばれる音楽に、この数が与っていないと私たちは考えるだろうか。
μετεῖναι; τὸ γὰρ πλεῖστον ὡς ἔνι εἰπεῖν ἔργον ἁρμονικῆς περὶ τὰς συμφωνίας ἐστίν.
なぜなら、調和論の仕事の大部分は、いわば協和音に関するものだからである。
αὗται δʼ ὅτι πέντε καὶ οὐ πλείους, ὁ λόγος ἐξελέγχει τὸν ἐν χορδαῖς καὶ τρυπήμασι ταῦτα θηρᾶν ἀλόγως τῇ αἰσθήσει βουλόμενον.
これらが五つであり、それ以上ではないことは、弦や指穴において、理性のない感覚によってこれらを追い求めようとする者を、理性が論駁している。
πᾶσαι γὰρ ἐν λόγοις τὴν γένεσιν ἀριθμῶν λαμβάνουσιν·
なぜなら、すべての協和音は数の比率の中にその生成の根拠を持っているからである。
καὶ λόγος ἐστὶ τῆς μὲν διὰ τεσσάρων ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλάσιος δὲ τῆς διὰ πασῶν, τῆς δὲ διὰ πασῶν καὶ διὰ πέντε τριπλάσιος, τῆς δὲ δὶς διὰ πασῶν τετραπλάσιος.
そして、比率は、四度音程は四分の三、五度音程は二分の三、オクターブは二倍、オクターブと五度は三倍、二オクターブは四倍だからである。
ἣν δὲ ταύταις ἐπεισάγουσιν οἱ ἁρμονικοὶ διὰ πασῶν καὶ διὰ τεσσάρων ὀνομάζοντες, ἔξω μέτρου βαίνουσαν, οὐκ ἄξιόν ἐστι δέχεσθαι, τῆς ἀκοῆς τῷ ἀλόγῳ παρὰ τὸν λόγον ὥσπερ νόμον χαριζομένους.
しかし、調和学者たちがこれらに付け加え、オクターブと四度と呼ぶ音程は、基準から外れており、理性に反して聴覚の非理性的(感覚的)な部分に掟であるかのように迎合するものであるから、受け入れるに値しない。
ἵνα τοίνυν ἀφῶ πέντε τετραχόρδων θέσεις, καὶ πέντε τοὺς πρώτους, εἴτε τόνους ἢ τρόπους;
それゆえ、テトラコルドの五つの配置や、第一の五つの(トノスか、あるいはトロポスか、あるいはハルモニアと呼ぶべき)音調を省略するとしても(これらは緊張や弛緩によって変化し、残りの低音や高音を形成するのだが)、多くの、いや無限の音程が存在する中で、旋律に使われるものは五つだけではないか。
εἴθʼ ἁρμονίας χρὴ καλεῖν, ὧν ἐπιτάσει καὶ ὑφέσει τρεπομένων κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ λοιπαὶ βαρύτητές εἰσι καὶ ὀξύτητες ἆρʼ οὐχὶ πολλῶν, μᾶλλον δʼ ἀπείρων διαστημάτων ὄντων, τὰ μελῳδούμενα μόνα πέντʼ ἐστί, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον, ἄλλο δʼ οὐδὲν οὔτε μικρότερον οὔτε μεῖζον ἐν φωναῖς χωρίον ὀξύτητι καὶ βαρύτητι περατούμενον μελῳδητόν ἐστι;
すなわち、ディエシス、半音、全音、一音半、二全音であり、声において高低によって区切られる音程で、これらより小さいものも大きいものも、旋律を構成しうるものは他に存在しないのではないか。