Humanitext Reader

普鲁塔克 · 论德尔斐的E §11-13

宇宙五元素与多面体及完善生命的数字五

第 6 段,共 10 段 · 希腊语

内容简介

说话者探讨了柏拉图和亚里士多德宇宙论中的五元素与正多面体,并将其与五感建立联系,进而探讨荷马的宇宙五分法,将“四”的局限性与“五”在完善生命和灵魂结构方面的决定性力量进行对比。

§11πολλὰ δʼ ἄλλα τοιαῦτʼ ἔφην ἐγὼ παρελθὼν τὸν Πλάτωνα προσάξομαι λέγοντα κόσμον ἕνα, ὡς εἴπερ εἰσὶ παρὰ τοῦτον ἕτεροι καὶ μὴ μόνος οὗτος εἷς, πέντε τοὺς πάντας ὄντας καὶ μὴ πλείονας.
“略去许多其他类似的事情,”我说,“我要抬出柏拉图,他说只有一个宇宙,但如果在这一个之外还有其他宇宙,而不仅是这一个,那么总共只有五个,不能再多。
μὴν ἀλλὰ κἂν εἷς οὗτος μονογενής, ὡς οἴεται καὶ Ἀριστοτέλης, τρόπον τινὰ καὶ τοῦτον ἐκ πέντε συγκείμενον κόσμων καὶ συνηρμοσμένον εἶναι· ὧν ὁ μὲν ἐστι γῆς ὁ δʼ ὕδατος, τρίτος δὲ πυρὸς καὶ τέταρτος ἀέρος·
不仅如此,即使正如亚里士多德所认为的那样,这宇宙是独一无二的,在某种程度上它也是由五个宇宙组合并协调而成的;其中一个是土的宇宙,第二个是水的宇宙,第三个是火的,第四个是空气的。
τὸν δὲ πέμπτον οὐρανὸν οἱ δὲ φῶς οἱ δʼ αἰθέρα καλοῦσιν, οἱ δʼ αὐτὸ τοῦτο πέμπτην οὐσίαν, τὸ κύκλῳ περιφέρεσθαι μόνῃ τῶν σωμάτων κατὰ φύσιν ἐστίν, οὐκ ἐξ ἀνάγκης οὔτʼ ἄλλως συμβεβηκὸς δὴ καὶ τὰ πέντε καὶ κάλλιστα καὶ τελεώτατα σχήματα τῶν ἐν τῇ φύσει κατανοήσας, πυραμίδα καὶ κύβον καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἕκαστον οἰκείως ἑκάστῳ προσένειμεν.
而第五个,有人称之为天,有人称之为光,有人称之为以太,还有人称其本身为“第五元素”,在所有物体中,唯有它进行圆周运动是符合自然的,而非被迫或因其他偶然。 因此,他认识到自然界中五个最美丽、最完美的立体——四面体、立方体、八面体、二十面体和十二面体——并将每一个适当地分配给每一个。
§12εἰσὶ δʼ οἳ καὶ τὰς τῶν αἰσθήσεων δυνάμεις ἰσαρίθμους οὔσας τοῖς πρώτοις ἐκείνοις συνοικειοῦσι, τὴν μὲν ἁφὴν ὁρῶντες ἀντίτυπον οὖσαν καὶ γεώδη, τὴν δὲ γεῦσιν ὑγρότητι τῶν γευστῶν τὰς ποιότητας προσιεμένην.
” 也有人将感觉的能力与那些最初的元素相联系,因为它们在数量上是相等的,他们看到触觉具有抵抗性且属于土性,而味觉则在水分中接受被尝之物的品质。
ἀὴρ δὲ πληγεὶς ἐν ἀκοῇ γίγνεται φωνὴ καὶ ψόφος.
当空气被撞击时,在听觉中便产生声音和噪声。
δυεῖν δὲ τῶν λοιπῶν ὀσμὴ μέν, ἣν ἡ ὄσφρσις εἴληχεν, ἀναθυμίασις οὖσα καὶ γεννωμένη θερμότητι πυρῶδές ἐστιν· αἰθέρι δὲ καὶ φωτὶ διὰ συγγένειαν διαλαμπούσης τῆς ὄψεως γίγνεται κρᾶσις ἀμφοῖν ὁμοιοπαθὴς καὶ σύμπηξις.
在剩下的两个中,分配给嗅觉的气味,是一种由热产生的上升之息,具有火的性质;而视觉则因为与以太和光的亲缘关系而闪耀,两者之间发生具有相同受动状态的混合与凝结。
ἄλλην δʼ οὔτε τὸ ζῷον αἴσθησιν οὔτε ὁ κόσμος ἔχει φύσιν ἁπλῆν καὶ ἄμικτον ἀλλὰ θαυμαστή τις, ὡς ἔοικε, διανομὴ γέγονε τῶν πέντε πρὸς τὰ πέντε καὶ σύλληξις.
动物既没有其他的感觉,宇宙也没有其他的简单且无混合的本性,而是正如所见,五个对五个进行了一种奇妙的分配和结合。
§13ἅμα δέ πως ἐπιστήσας καὶ διαλιπών οἷον εἶπον ὦ Εὔστροφε, πεπόνθαμεν, ὀλίγου παρελθόντες τὸν Ὅμηρον, ὡς οὐχὶ πρῶτον εἰς πέντε νείμαντα μερίδας τὸν κόσμον, ὃς τὰς μὲν ἐν μέσῳ τρεῖς ἀποδέδωκε τοῖς τρισὶ θεοῖς, δύο δὲ τὰς ἄκρας ὄλυμπον καὶ γῆν, ὧν ἡ μέν ἐστι τῶν κάτω πέρας ἡ δὲ τῶν ἄνω, κοινὰς καὶ ἀνεμήτους ἀφῆκεν.
同时,我稍微停顿了一下,接着说:“噢,欧斯特罗福斯,我们差点就疏忽了,几乎漏掉了荷马,仿佛他不是第一个将宇宙划分为五个部分的人。 他把中间的三个部分分配给了三位神,而把两个极端——奥林匹斯和大地(其中一个是下界的边界,另一个是上界的边界)留作公共且未分配的部分。
ἀλλʼ ἀνοιστέος ὁ λόγος ὡς Εὐριπίδης φησίν.
但是,‘论证必须被收回’,正如欧里庇得斯所说。
οἱ γὰρ τὴν τετράδα σεμνύναντες οὐ φαύλως διδάσκουσιν, ὅτι τῷ ταύτης λόγῳ πᾶν σῶμα γένεσιν ἔσχηκεν.
因为尊崇四的人们的教导并非没有道理,他们指出,由于四的比例,一切物体才获得了生成。
ἐπεὶ γὰρ ἐν μήκει καὶ πλάτει βάθος λαβόντι πᾶν τὸ στερεόν ἐστι, καὶ μήκους μὲν προϋφίσταται στιγμὴ κατὰ μονάδα ταττομένη, μῆκος δʼ ἀπλατὲς ἡ γραμμὴ καλεῖται καὶ μῆκος ἐστιν, ἡ δʼ ἐπὶ πλάτος γραμμῆς κίνησις ἐπιφανείας γένεσιν ἐν τριάδι παρέσχε, βάθους δὲ τούτοις προσγενομένου διὰ τεττάρων εἰς στερεὸν ἡ αὔξησις προβαίνει· παντὶ δῆλον, ὅτι μέχρι δεῦρο τὴν φύσιν ἡ τετρὰς προαγαγοῦσα, μέχρι τοῦ σῶμα τελειῶσαι καὶ παρασχεῖν ἁπτὸν ὄγκον καὶ ἀντίτυπον, εἶτʼ ἀπολέλοιπεν ἐνδεᾶ τοῦ μεγίστου.
因为既然任何固体都是在长度和宽度上获得深度而存在的,而在长度之前先存在一个点,它被对应于一,而无宽度的长度被称为线且是长度,线向宽度的运动在三中产生了面的生成,而当深度加入其中时,通过四,增长便走向固体;对所有人来说显而易见的是,四将自然推导至此,直到完成物体并提供可触知的体积和抵抗力,然后便将其留下了最大之物的欠缺。
τὸ γὰρ ἄψυχον ὡς ἁπλῶς εἰπεῖν ὀρφανὸν καὶ ἀτελὲς καὶ πρὸς οὐδʼ ὁτιοῦν, μὴ χρωμένης ψυχῆς, ἐπιτήδειον· ἡ δὲ τὴν ψυχὴν ἐμποιοῦσα κίνησις ἢ διάθεσις, μεταβολῇ διὰ πέντε γιγνομένη, τῇ φύσει τὸ τέλειον ἀποδίδωσι, καὶ τοσούτῳ κυριώτερον ἔχει τῆς τετράδος λόγον, ὅσῳ τιμῇ διαφέρει τοῦ ἀψύχου τὸ ζῷον.
因为无灵魂之物,简单来说,就像孤儿、未完成,如果不使用灵魂,就不适用于任何事物;但注入灵魂的运动或状态,是通过五的变化而产生的,它将完美归还给自然,并且它拥有比四更主导的比例,其主导程度正如同生命体在尊荣上胜过无灵魂之物。
ἔτι δʼ ἰσχύσασα μᾶλλον ἡ τῶν πέντε συμμετρία καὶ δύναμις οὐκ εἴασεν εἰς ἄπειρα γένη προελθεῖν τὸ ἔμψυχον, ἀλλὰ πέντε τῶν ζώντων ἁπάντων ἰδέας παρέσχεν.
而且,五的对称与力量更加强大,不容许有灵魂之物走向无限的类别,而是为所有生物提供了五个类别。
εἰσὶ γὰρ θεοὶ δήπου καὶ δαίμονες καὶ ἥρωες καὶ μετὰ τούτους τὸ τέταρτον ἄνθρωποι γένος, ἔσχατον δὲ καὶ πέμπτον τὸ ἄλογον καὶ θηριῶδες; .
因为无疑有神、有精灵、有英雄,在这些之后的第四类是人类,而最后且第五类则是无理性的野兽类。
ἔτι δʼ εἰ τὴν ψυχὴν αὐτὴν κατὰ φύσιν διαιροῖς, πρῶτον αὐτῆς καὶ ἀμαυρότατόν ἐστι τὸ θρεπτικὸν δεύτερον δὲ τὸ αἰσθητικὸν, εἶτα τὸ ἐπιθυμητικὸν εἶτʼ ἐπὶ τούτῳ τὸ θυμοειδές· εἰς δὲ τὴν τοῦ λογιστικοῦ δύναμιν ἐξικομένη καὶ τελεώσασα τὴν φύσιν ὥσπερ ἐν ἄκρῳ τῷ πέμπτῳ καταπέπαυται.
此外,如果你按照本性划分灵魂本身,它的第一部分也是最微弱的部分是营养能力,第二部分是感觉能力,然后是欲望能力,再其上是激情能力;而当它达到理性能力并完成其本性时,它就好像在最高的第五阶段停止了。 ”

词汇与语法注释

  1. 390aπαρελθὼν — 分词 `παρελθὼν`(`παρέρχομαι`“掠过、省略”的不定过去时主动分词)以句首的 `πολλὰ δʼ ἄλλα τοιαῦτʼ` 为直接宾语,意为“省略许多其他类似的事情”。而 `τὸν Πλάτωνα` 则是主动词 `προσάξομαι`(“引入、引用”的将来中间态)的直接宾语。
  2. 390bὀσμὴ μέν ... πυρῶδές ἐστιν· — 虽然主语 `ὀσμή` 是阴性名词,但表语形容词 `πυρῶδές` 却采用了单数中性形式。这是因为句子将主语在概念上叙述为“具有火的性质的事物”这一抽象实体。
  3. 390eμεταβολῇ διὰ πέντε γιγνομένη — 在指代音乐术语 `διὰ πέντε`(五度音程)的同时,该短语具有双重含义,也指向数字“五”本身的象征与神圣力量(超越“四”的物理维度从而使生命和灵魂趋于完美的力量)。

引用这一段

普鲁塔克, 论德尔斐的E §11-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:11-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。