§10τὴν δὲ Τύχην καὶ οἱ μετʼ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ
φερέπολιν τῆς
Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον Σέρβιος δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος καὶ σωφροσύνης γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης, ὥστε καὶ συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος καταβαίνουσαν εἰς τὸ δωμάτιον νῦν Φενέστελλαν πύλην καλοῦσιν.
さらに、彼の後の王たちもまた、「運」を、真にピンダロスが言うようにローマの「都市の創設者」「養育者」「都市を支える者」として敬った。 王たちの中で最も民衆の力を増大させ、国制を整え、投票に秩序を、軍役に秩序を課し、最初のケンソルとなって人々の生活と節度を監督する者となり、きわめて勇敢かつ聡明であると思われていた男であるセルウィウス・トゥリウスは、自らを「運」に結びつけ、己の支配を彼女からつなぎとめていた。 その結果、「運」がある小窓から彼の寝室へと降りてきて彼と交わっているとさえ思われたほどであった。 人々は現在その小窓をフェネステラ門と呼んでいる。
ἱδρύσατο δʼ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης, ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε· καὶ τὸ τῆς Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ δὲ μειλίχιον εἶναι νομίζουσι.
ともあれ、彼は「運」の神殿を、カピトリウムには「プリミゲニア」と呼ばれる神殿(これは「最初の生まれ」と訳せるであろう)を、また「オプセクエンス」の神殿(これをある人々は「従順な」、別の者は「和らげる」ものであると考えている)を建立した。
μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι.
むしろ、ローマ名での呼称はそのままにして、ギリシア語でこれら建立された神殿の神徳を列挙することに努めよう。
καὶ γὰρ ἰδίας Τύχης ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ καὶ γελοῖον, ἀλλʼ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης συμπροσισχόμενα.
というのも、パラティウムには「個人の運」の神殿があり、また「鳥もちの運」の神殿もある。 これは滑稽に聞こえるかもしれないが、比喩的な観点を含んでおり、遠くにあるものを引き寄せ、くっついたものを保持するというような意味である。
παρὰ δὲ τὴν Μουσκῶσαν καλουμένην κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις ἐπιστρεφομένης·
また、「ムスコサ」と呼ばれる泉の傍らには、いまだ「処女の運」の神殿があり、エスクイリアエには「振り返る運」の神殿がある。
ἐν δὲ τῷ μακρῷ στενωπῷ Τύχης βωμὸς Εὐέλπιδος· ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης ἐπιταλαρίου βωμὸν ἄρρενος Τύχης ἕδος.
「長い路地」には「良き希望の運」の祭壇があり、さらに「籠の上のアプロディテ」の祭壇の傍らには「男の運」の座がある。
ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, εἰδὼς ὅτι
μεγάλη ῥοπή, μᾶλλον δʼ ὅλον ἡ Τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα,
καὶ μάλιστὰ γʼ αὐτοῦ διʼ εὐτυχίαν ἐξ αἰχμαλώτου καὶ πολεμίου γένους εἰς βασιλείαν προαχθέντος.
他にも無数の「運」への崇拝と呼称があり、その大部分をセルウィウスが制定した。 彼は、人間のあらゆる事柄において「運」が大きな影響力、いや、むしろすべてを支配していることを知っていたからであり、とりわけ彼自身が、捕虜であり敵対する家系の出身でありながら、幸運によって王位にまで引き上げられたからである。
τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὐδὲ τὴν ὄψιν οὐδὲ τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, δοθεῖσα Τανακυλλίδι τῇ Ταρκυνίου γυναικὶ τοῦ βασιλέως ἐδούλευσε·
というのも、コルニクルムの町がローマ人によって占領されたとき、捕虜となった処女オクレシア(その容姿も品性も、運命によって曇らされることはなかった)は、タルクィニウス王の妻タナクイルに与えられて仕えた。
καὶ πελάτης τις εἶχεν αὐτήν, οὓς κλιέντης Ῥωμαῖοι, καλοῦσιν· ἐκ τούτων ἐγεγόνει Σερούιος.
そして、ローマ人が「クリエンス」と呼ぶ保護民の一人が彼女を妻とし、彼らからセルウィウスが生まれた。
οἱ δʼ οὔ φασιν, ἀλλὰ παρθένον τὴν Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην.
しかし、他の者たちはそうではないと言い、オクレシアは処女であり、王の食卓から毎回、初物や奉納用の酒を受け取って竈へと運んでいたが、あるとき彼女がいつものように火に初物を投げ入れたところ、突然炎が消えて、竈から男の生殖器が立ち上り、恐れおののいた乙女が、このことをタナクイルだけに告げた、と言う。
τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην.
そして、賢明で聡明であったタナクイルは、その乙女を花嫁にふさわしい装いへと整え、それを神聖なものと考えたため、その幻影とともに彼女を閉じ込めた、と言う。
οἱ μὲν ἥρωος οἰκουροῦ λέγουσιν, οἱ δʼ Ἡφαίστου τὸν ἔρωτα τοῦτον γενέσθαι.
ある人々はこれが家を守る守護精霊の愛であったと言い、他の人々はヘパイストスの愛であったと言う。
τίκτεται γοῦν Σερούιος, καὶ βρέφους ὄντος ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν.
ともあれセルウィウスが生まれ、彼がまだ赤子であったとき、その頭は稲妻に似た輝きを放った。
οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι·
しかし、アンティアスを支持する人々は、そのようには言わず、セルウィウスの妻ゲガニアが亡くなり、彼が落胆と悲しみから、母のいる前で眠りに落ちた、と言う。
καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ πυρὶ περιλαμπόμενον·
そして彼が眠っているとき、女たちによって、彼の顔が火で取り囲まれて輝いているのが目撃された。
ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν Ταρκυνίου τελευτὴν Τανακυλλίδος σπουδασάσης.
これは彼にとって火からの誕生の証拠であり、タルクィニウスの死後にタナクイルが尽力したことによって得た、予期せぬ支配権への吉兆となったのである。
ἐπεὶ πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη·
なぜなら、すべての王たちの中で、この男が独裁に対して最も不向きで、最も意欲を欠いていたように思われるからである。 彼は王位を退くことさえ意図したが、阻まれた。
τελευτῶσα γὰρ, ὡς ἔοικεν, ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ προθέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν.
というのも、彼女が死に臨んで、どうやら彼に権力にとどまり、ローマの伝統的な国制を推進するよう誓わせたからである。
οὕτως ἡ Σερουίου βασιλεία παντάπασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν.
このようにして、セルウィウスの王権は全面的に「運」のものであり、彼はそれを予期せず手に入れ、望まなかったにもかかわらず維持したのである。