§9καὶ μὴν τήν γε Νομᾶ βασιλείαν πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή.
さらに実のところ、きわめて長期にわたるものとなったヌマの治世を、誰もが認めるところとして驚くべき幸運が支配したのである。
τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολιτείαν ἴσως μυθωδέστερόν ἐστι.
というのも、ドリュアスのニンフの一人であり賢明な精霊であるエゲリアなる者が、この男への愛から交わりを持ち、彼を導いて国制をともに形作ったというのは、おそらくいささか神話的すぎる話である。
καὶ γὰρ ἄλλοι λεχθέντες ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ Ἠμαθίωνες, οὐ πάντως ἀγαπητῶς οὐδʼ ἀλύπως διεβίωσαν.
実際、神との婚姻に触れ、神々に愛されたと言われる他の人々、ペレウスたちやアンキセスたち、オリオンたちやエマティオンたちも、決して全面的に満足のいく、あるいは苦痛のない生涯を送ったわけではない。
ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ σύνεδρον καὶ συνάρχουσαν, ἣ, καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει, τῇ τῶν προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι τὴν πόλιν φερομένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων καὶ διχοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυμοὺς καὶ φθόνους ὥσπερ πνεύματα κατέσβεσεν·
しかしヌマは、「良き運」を真の意味で同居人、相談役、そして共同統治者として持っていたように思われる。 彼女は、隣人や近隣住民の敵意や過酷さによって、泥深く荒れ狂う海における波濤の中であるかのように、都市が翻弄され、無数の労苦や不和によって激しているのを引き取り、敵対する怒りや嫉妬を、まるで風であるかのように消し去った。
οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον καὶ ἄνοσον καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν πόλιν αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως.
そして、冬の間にカワセミの抱卵期を受け入れた海がそれを保護し、ともに育むと言われるように、戦争もなく、病もなく、危険もなく、恐れもない、物事のそのような平穏を注ぎ込み、周囲に巡らせることで、新たに定住し動揺している民に対して、静けさの中で、揺るぎなく妨げられることなく、成長しつつある都市を根づかせ安定させることを可能にしたのである。
ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι γένωνται καὶ συνήθειαν οἱ γόμφοι λάβωσιν·
というのも、商船や三段櫂船は、槌や釘、木栓や鋸や斧に叩かれ、多くの打撃と暴力によって造られるが、完成した後は、結合部分がしっかりと固定され、木栓がなじむまでのしかるべき時間、静止して凝固しなければならないからである。
ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται τὴν θάλατταν·
もし継ぎ目がまだ湿っていて滑りやすい状態で進水させるなら、すべてが激しく揺すられて緩んでしまい、海水を受け入れることになる。
οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς.
このように、ローマの最初の支配者であり製作者は、野生の者たちや羊飼いたちから、あたかも頑丈な竜骨からであるかのようにローマを構成するにあたり、少なからぬ労苦を経験し、小さからぬ戦争や危険に立ち向かった。 その誕生と設立に抵抗する者たちから必死に身を守ったのである。
ὁ δὲ δεύτερος παραλαβὼν χρόνον ἔσχε πῆξαι καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ, ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς δʼ ἡσυχίας.
しかし、第二の支配者は、それを引き継ぎ、多大なる平和と多大なる静けさを手に入れることで、幸運によって、その成長を固め、確実にする時間を得たのである。
εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον Μουτίλος ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφʼ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον καὶ κλύδωνα τοσοῦτον οὐδʼ εἰς εὐανδρίαν καὶ πλῆθος ἐπέδωκαν·
もしあの時、ポルセナのような者がエトルリアの柵と陣営を、まだ濡れていて揺れ動いている城壁の傍らに据えて押し寄せていたなら、あるいは、マルシ人から離反した戦を好む支配者や、嫉妬と競争心から敵対したルカニアの者、すなわち、後に現れたムティルスや、大胆なシロ、あるいはスッラの最後の好敵手となったテレシヌスのように、一つの合図で全イタリアを武装させるような、闘争を好み戦争を引き起こす男が、犠牲を捧げ祈りを上げている哲学者ヌマをラッパの音で取り囲んでいたなら、都市の最初の端緒は、これほどまでの揺れと波濤に持ちこたえることはできなかったであろうし、優れた人材や軍勢の多さへと発展することもなかったであろう。
νῦν δʼ ἔοικε τῆς πρὸς τοὺς ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις ἡ τότʼ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις.
しかし実際には、当時の平和が、ローマ人にとって後の戦争への備えのための糧となったように思われる。 そして、民はアスリートのように、ロムルスの下での闘争の後、43年間という時間、静けさの中でその力を鍛え上げ、後に敵対する者たちと十分に戦える状態にしたのである。
οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδʼ ἀφορίαν γῆς οὐδʼ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων.
というのも、その時期には飢饉も疫病も、土地の不毛も、夏や冬の不順もローマを悩ますことはなかったと言われており、それは人間の思慮ではなく、神なる運がそれらの季節を管理していたからにほかならない。
ἐκλείσθη δʼ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, ὃ πολέμου πύλην καλοῦσιν ἀνέῳγε μὲν γὰρ ὅταν ᾖ πόλεμος, κλείεται δʼ εἰρήνης γενομένης.
ともあれ、その時、ヤヌスの二重の門も閉じられた。 これを人々は戦争の門と呼んでいる。 なぜなら、戦争があるときには開いており、平和になると閉じられるからである。
Νομᾶ δʼ ἀποθανόντος ἀνεῴχθη τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος.
しかしヌマが死ぬと、アルバ人との戦争が勃発したために開かれた。
εἶτα μυρίων ἄλλων συνεχῶς ὑπολαμβανόντων πάλιν δι’ ἐτῶν ὀγδοήκοντα καὶ τετρακοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης Γαΐου Ἀτιλίου καὶ Τίτου Μαλλίου ὑπάτων, μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι.
その後、他の無数の戦争が絶え間なく続いたが、480年が経過した後に、カルタゴ人との戦争の後に平和が訪れたことで、ガイウス・アティリウスとティトゥス・マンリウスが執政官であった年に再び閉じられた。
ἄχρι τῆς ἐν Ἀκτίῳ νίκης Καίσαρος·
しかし、この年の後、再び開かれ、カイサルのアクティウムにおける勝利に至るまで戦争は続いた。
τότε δʼ ἤργησε τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν αἱ γὰρ ἀπὸ Καντάβρων ταραχαὶ καὶ Γαλατίας συρραγεῖσαι Γερμανοῖς συνετάραξαν τὴν εἰρήνην.
その時、ローマの武器は短い間休息したが、なぜなら、カンタブリア人による騒乱や、ゲルマン人と結託して勃発したガリアの騒乱が、その平和をかき乱したからである。
ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια.
しかし、これらのことはヌマの幸運の証拠として書き添えられているのである。