§11ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον μεταγάγωμεν, ἐν οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν εἶναι
"αἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου,"
ὥς φησι Τιμόθεος, τίς οὐκ ἂν ὁμολογήσειεν;
しかし、私たちが明るく明瞭な証拠を避けて、あたかも暗闇の場所へと逃げ込むかのように、古い時代へと退却していると思われないために、さあ、王たちのことは脇に置いて、最もよく知られた事績や最も輝かしい戦争へと議論を移そう。 その中には、多大な大胆さと勇気、そしてティモテオスが言うように「戦い抜く徳の協力者たる羞恥心」があることを、誰が認めないだろうか。
ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν ἀνθρώπων οὐδὲ ὁρμαῖς προχωροῦσαν ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης ἐπιταχυνομένην, ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις.
だが、事態の順調な流れと、これほど大きな力と増大へと向かう勢いの激しさは、人間の手や衝動によって進むのではない、神的な導きと「運」の息吹によって加速される覇権を、正しく思索する人々に示している。
τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ καταλαμβανόμενον.
記念碑が記念碑の上に立ち上がり、凱旋式が凱旋式に出会い、武器の最初の血は、まだ温かいうちに、第二の血に追いつかれて洗い流される。
τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις προσοριζομέναις τῷ μεγέθει τῆς ἡγεμονίας.
人々は勝利を死者の数や略奪品によってではなく、捕虜となった王国や、隷属させられた諸民族、そして覇権の大きさに付け加えられた島々や大陸によって数えるのである。
μιᾷ μάχῃ Φίλιππος ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ παρεχώρησεν Ἀντίοχος Ἀσίας, ἅπαξ Καρχηδόνιοι σφα λέντες ἀπώλεσαν Λιβύην.
一回の戦いでフィリッポスはマケドニアを失い、一撃でアンティオコスはアジアを譲り渡し、カルタゴ人は一度の敗北でリビアを失った。
εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο, Πόντον, Εὔξεινον, Συρίαν, Ἀραβίαν, Ἀλβανούς, Ἴβηρας, τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν·
一人の男が一つの軍勢の突撃によって、アルメニア、ポントス、エウクシノス、シリア、アラビア、アルバニア人、イベリア人、そしてカウカソスとヒュルカニアにいたる地域を獲得した。
καὶ τρὶς αὐτὸν ὁ περιρρέων τὴν οἰκουμένην Ὠκεανὸς εἶδε νικῶντα.
そして、世界を巡り流れる大洋は、彼が勝利するのを三度目撃した。
Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν ἠιόνων, Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάττης·
リビアではヌミディア人を南の海岸まで撃退し、セルトリウスと共に病に罹ったイベリアを大西洋にいたるまで征服した。
τοὺς δʼ Ἀλβανῶν βασιλεῖς διωκομένους περὶ τὸ Κάσπιον πέλαγος ἔστησε.
また、カスピ海の周りで追跡されていたアルバニア人の王たちを食い止めた。
ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας.
これらすべてを、彼は国家の運を用いて成し遂げたが、その後、彼自身の個人の運命によって打ち倒された。
ὁ δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ Μακεδόνων, οὐδὲ χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ Καρχηδονίων ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, καὶ παραμείνας βέβαιος ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς Ἕλληνας.
一方、ローマ人の偉大な守護神は、マケドニア人のように一日限りの風を吹かせたのでもなく、短い全盛期を持ったのでもなく、スパルタ人のように陸上だけであったのでもなく、アテナイ人のように海上だけであったのでもなく、ペルシア人のように遅く動き出したのでもなく、カルタゴ人のように早く終わったのでもない。 そうではなく、最初期の誕生からずっと、この都市と共に青春を送り、共に成長し、共に国を営み、陸でも海でも、戦争でも平和でも、バルバロイに対してもギリシア人に対しても、揺るぎなくとどまり続けたのである。
οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ καὶ ταῖς πολιτικαῖς δυσμενείαις μηδενὸς οἴκοθεν ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε καὶ κατανήλωσε περὶ τὴν Ἰταλίαν.
この守護神は、本国から嫉妬や政治的な敵意のために何ものも流れ込まない中で、カルタゴ人ハンニバルを、あたかも急流であるかのようにイタリアの地で散らし、消耗させた。
οὗτος τὸ Κίμβρων καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων ὁμοῦ κατακλύσωσι τὴν Ἰταλίαν.
この守護神は、キンブリ人とテウトネス人の軍勢を空間的・時間的な大きな隔たりによって分離し、引き裂いた。 それは、マリウスが交互に戦うことでそれぞれに対処できるようにし、無敗の男たちと無敵の武器を擁する三十万の軍勢が一度に合流してイタリアを圧倒することがないようにするためであった。
διὰ τοῦτον Ἀντίοχος μὲν ἠσχολεῖτο πολεμουμένου Φιλίππου, Φίλιππος δὲ κινδυνεύοντος Ἀντιόχου προηττημένος ἔπιπτε·
この守護神のおかげで、フィリッポスが戦争をしている間、アンティオコスは他のことに没頭しており、アンティオコスが危機に瀕しているときには、フィリッポスはすでに敗北して倒れていた。
Μιθριδάτην δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον·
また、マルシ戦役がローマを燃え立たせていたとき、ミトリダテスはサルマティアやバスタルナイとの戦争に拘束されていた。
Τιγράνην δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ ἀνέμειξεν ἑαυτὸν συναπολέσθαι,
そしてティグラネスは、ミトリダテスが全盛期にあるときは猜疑心と嫉妬から距離を置いていたが、彼が敗北したときには、共に破滅するために自らを投じたのである。