Humanitext Reader

普鲁塔克 · 论罗马人的好运 §10

塞尔维乌斯·图利乌斯与对命运女神的崇敬

第 6 段,共 10 段 · 希腊语

内容简介

本文叙述了塞尔维乌斯·图利乌斯国王对好运女神的虔诚崇拜、他建立的众多神殿,以及围绕其出生和维持王权的奇迹般的过程。

§10τὴν δὲ Τύχην καὶ οἱ μετʼ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ φερέπολιν τῆς Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον Σέρβιος δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος καὶ σωφροσύνης γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης, ὥστε καὶ συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος καταβαίνουσαν εἰς τὸ δωμάτιον νῦν Φενέστελλαν πύλην καλοῦσιν.
此外,他之后的国王们也同样敬畏“好运”,视其为罗马真正的“城邦奠基者”、“抚育者”和“支柱”,正如品达所说。 在诸王中最致力于增强民众力量、整顿国制、确立投票秩序与兵役秩序,并作为首任监察官来监督公民生活和节制的塞尔维乌斯·图利乌斯,虽然被认为是最勇敢和最聪明的男人,但他自己却将自身与“好运”联系在一起,使自己的统治依附于她。 其结果是,人们甚至认为好运女神是通过一扇小窗降临到他的居室中与他相伴的,这扇小窗如今被人们称为费内斯特拉门。
ἱδρύσατο δʼ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης, ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε· καὶ τὸ τῆς Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ δὲ μειλίχιον εἶναι νομίζουσι.
总之,他建立了多处好运女神的神殿:在卡皮托利乌姆,他建立了被称为“普里米格尼亚”(可译为“初生者”)的神殿;以及“奥普塞克恩斯”的神殿(有人认为她顺从,也有人认为她温和)。
μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι.
不过,我宁愿略过这些罗马名称,而试着用希腊语来列举这些神殿所代表的特质。
καὶ γὰρ ἰδίας Τύχης ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ καὶ γελοῖον, ἀλλʼ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης συμπροσισχόμενα.
因为在帕拉蒂乌姆有“个人之运”的神殿,也有“鸟媒之运”的神殿(这虽然听起来滑稽,但通过比喻具有深意,好似能把远处的东西拉过来并紧紧攥住粘在身上的东西)。
παρὰ δὲ τὴν Μουσκῶσαν καλουμένην κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις ἐπιστρεφομένης· ἐν δὲ τῷ μακρῷ στενωπῷ Τύχης βωμὸς Εὐέλπιδος· ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης ἐπιταλαρίου βωμὸν ἄρρενος Τύχης ἕδος.
在被称为穆斯科萨的泉水旁,至今仍有“处女之运”的神殿,而在埃斯奎利亚埃则有“回顾之运”的神殿;在长巷里有“好希望之运”的祭坛;此外在篮子阿普罗狄忒的祭坛旁,还有“男子之运”的座位。
ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, εἰδὼς ὅτι μεγάλη ῥοπή, μᾶλλον δʼ ὅλον ἡ Τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα, καὶ μάλιστὰ γʼ αὐτοῦ διʼ εὐτυχίαν ἐξ αἰχμαλώτου καὶ πολεμίου γένους εἰς βασιλείαν προαχθέντος.
好运女神还有无数其他的崇拜和称号,其中大部分由塞尔维乌斯确立,因为他知道在人类的一切事务中,好运具有极大的影响力,或者说主宰了一切,特别是他自己通过好运,从一个战俘和敌对家族的后代被提拔为国王。
τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὐδὲ τὴν ὄψιν οὐδὲ τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, δοθεῖσα Τανακυλλίδι τῇ Ταρκυνίου γυναικὶ τοῦ βασιλέως ἐδούλευσε· καὶ πελάτης τις εἶχεν αὐτήν, οὓς κλιέντης Ῥωμαῖοι, καλοῦσιν· ἐκ τούτων ἐγεγόνει Σερούιος.
因为当科尔尼库鲁姆城被罗马人攻陷时,战俘中的处女奥克雷西亚(她的容貌和品行都没有因命运而蒙尘)被送给国王塔奎尼乌斯的妻子塔纳奎尔为奴;而一个被称为“克里恩斯”(即罗马人所说的保护民)的人娶了她;塞尔维乌斯便是他们所生。
οἱ δʼ οὔ φασιν, ἀλλὰ παρθένον τὴν Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην.
但其他人则说并非如此,而是说奥克雷西亚作为处女,每次都从王室餐桌上拿取初物和祭酒带到灶台前,有一次她像往常一样将初物投进火里时,火焰突然熄灭,灶台里竟然耸立起一个男子的生殖器官,姑娘惊恐万分,只将此事告诉了塔纳奎尔。
τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην.
而塔纳奎尔聪慧且贤明,她为姑娘穿戴上一切适合新娘的装束,并坚信这是神迹,而将她与那个幻影关在一起。
οἱ μὲν ἥρωος οἰκουροῦ λέγουσιν, οἱ δʼ Ἡφαίστου τὸν ἔρωτα τοῦτον γενέσθαι.
有人说这是守护家宅的英雄的爱,也有人说这是赫斐斯托斯的爱。
τίκτεται γοῦν Σερούιος, καὶ βρέφους ὄντος ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν.
总之,塞尔维乌斯出生了,当他还是婴儿时,他的头部便闪烁着如闪电般的光芒。
οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι· καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ πυρὶ περιλαμπόμενον· ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν Ταρκυνίου τελευτὴν Τανακυλλίδος σπουδασάσης.
然而安蒂亚斯的支持者们却不这么说,而是说塞尔维乌斯的妻子盖加尼亚去世时,他因沮丧和悲伤而在母亲面前倒头睡去;而在他沉睡时,女人们看见他的脸被火光环绕;这对他而言既是因火而生的证据,也是他出人意料获得统治权的吉兆——而这一统治权是他在塔奎尼乌斯死后,通过塔纳奎尔的极力促成而获得的。
ἐπεὶ πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη· τελευτῶσα γὰρ, ὡς ἔοικεν, ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ προθέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν.
因为在所有的国王中,这个人似乎对独裁君主制最没有天赋、最不热心,他甚至曾打算退位却被阻止;因为当她临终时,似乎让他宣誓坚守王位并推行罗马祖传的国制。
οὕτως ἡ Σερουίου βασιλεία παντάπασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν.
如此看来,塞尔维乌斯的王权完全属于好运,因为他既是在没有预料到也非出于自愿的情况下获得,并将其维持下去的。

词汇与语法注释

  1. 322fὥστε καὶ συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην — 由连词 ὥστε 引导的不定式短语(δοκεῖν)表示结果。宾格的 τὴν Τύχην 是 δοκεῖν 的主语,而 δοκεῖν 又支配不定式 συνεῖναι。与格的 αὐτῷ 表示“与他(塞尔维乌斯)”。
  2. 323bοἱ δʼ οὔ φασιν — 意为“但其他人说并非如此”。否定小词 οὔ 否定了前述的说法(即塞尔维乌斯为奴隶与保护民之子),并在 ἀλλά 之后引导带有宾格加不定式结构(以 κομίζειν 开始)的另一种传说。
  3. 323dτελευτῶσα — 阴性单数现在分词,意为“临终时”。从上下文来看,该阴性分词所指代的主语最自然的是指前文在属格独立结构中出现的“塔纳奎尔(Τανακυλλίδος)”,这符合她极力促成并维持塞尔维乌斯王权的上下文及历史背景(也有异说将其解释为妻子盖加尼亚)。

引用这一段

普鲁塔克, 论罗马人的好运 §10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg086.humanitext-grc3:10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。