§24Πρίαμος Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν, ὡς ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις.
プリアモスは、都市が攻略されようとしていたとき、娘婿のポリュメストルのもとへ金(かね)とともにポリュドロスをトラキアへ送り出した。
ὁ δὲ μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν.
しかし彼(ポリュメストル)は、都市の陥落ののちに、その金をわがものにせんとしてその子を殺した。
Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι ταῖς χερσὶν ἐξετύφλωσεν·
一方ヘカベは、その地に至り、金を与えると言って欺き、捕虜の女たちとともに、自らの手で彼の目を潰した。
ὡς Εὐριπίδης ὁ τραγῳδοποιός.
悲劇詩人エウリピデスが語る通りである。
Ἀννίβᾳ Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν.
ハンニバルがカンプニア地方を略奪していたとき、ルキウス・テュンブリスは息子のルスティウスを金銭とともに、娘婿であるウァレリウス・ゲスティウスのもとへ預けた。
ὁ δὲ νενίκηκεν.
しかし、彼(ゲスティウス)は強欲に屈した。
ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας.
彼はそれを聞くと、物欲から自然の正義に背き、その子を殺害した。
ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς·
一方テュンブリスは、田舎を旅しているときにその子の遺体に行き当たり、財宝のありかを教えると言って娘婿のもとへ使者をおくった。
ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν.
そしてやって来た彼の目を潰し、十字架にかけた。
ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.
アリステイデスが『イタリア戦記』第3巻で語る通りである。
§25Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν.
プサマテとアイアコスの間に生まれたポコスが愛されていたので、テラモンは彼を狩りに連れ出し、猪が現れたとき、憎んでいる者に向けて槍を放って殺害した。
ὁ δὲ πατὴρ ἐφυγάδευσεν ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων.
父は彼を追放した。 ドロテオスが『変身物語』第1巻で語る通りである。
Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας νόθον·
ガイウス・マクシムスは、シミリウスとレソスという息子たちを持っていたが、このレソスはアメリアの女との間に生まれた庶子であった。
ὁ Ῥῆσος οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι.
このレソスは狩猟中に兄弟を殺害し、帰還すると、その出来事は故意ではなく偶然によるものだと言い張った。
ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν·
しかし父は真実を知って彼を追放した。
ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.
アリストκレスが『イタリア戦記』第3巻で語る通りである。
§26Ἄρης Ἀλθαίᾳ συνῆλθε καὶ Μελέαγρον ποιήσας ὡς Εὐριπίδης ἐν Μελεάγρῳ.
アレスはアルタイアと交わり、メレアグロスをもうけた。 エウリピデスが『メレアグロス』で語る通りである。
Σεπτίμιός Μάρκελλος γήμας Σιλουίαν πολλὰ κυνηγίῳ προσέκειτο·
セプティミウス・マルケルスは、シルウィアと結婚したが、狩猟にひどく熱中していた。
τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν ὅστις ἦν καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι.
一方アレスは牧人の姿をしてこの新妻を犯して妊娠させ、自分が何者であるかを明かして一本の槍を与え、これから生まれる子の命がその槍の中に置かれていると言った。
ἀπέτεκεν οὖν Σεπτιμίῳ Τουσκῖνον.
こうして彼女はセプティミウスにトゥスキヌスを産んだ。
Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς μόνης ἠμέλησε Δήμητρος.
一方マメルクスは、豊作のために諸神に犠牲を捧げた際、デメテルだけを無視した。
ἡ δὲ κάπρον ἔπεμψε.
そこで彼女は猪を送り込んだ。
συναθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ κατεχώρησε.
彼は多くの狩人を集めて猪を退治し、その頭と毛皮を婚約者の女性に贈った。
Σκυμβράτης δὲ καὶ Μουθίας οἱ ι μητράδελφοι περιείλοντο τῆς κόρης.
しかし、母方の叔父たちであるスクンブラテスとムティアスが、娘からそれらを奪い取った。
ἀγανακτήσας δʼ ἀνεῖλε τοὺς συγγενεῖς·
彼は憤慨して、その親族たちを殺害した。
ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν ὡς Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν.
そこで母親は(命の宿る)その槍を燃やしてしまった。 メニュロスが『イタリア戦記』第3巻で語る通りである。
§27Τελαμών ὁ Αἰακοῦ καὶ Ἐνδηίδος ἐλθὼν εἰς Εὔβοιαν διέφθειρε τὴν Ἀλκοθόου Ἐρίβοιαν καὶ νυκτὸς ἔφυγεν.
アイアコスとエンデイスの子テラモンは、エウボイアにやって来てアルコトオスの子エリボイアを誘惑し、夜のうちに逃亡した。
ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα ὑποπτεύσας ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων.
父はそれに気づき、市民の誰かを疑って、娘を海に投げ込んで溺れさせるよう、護衛兵の一人に引き渡した。
ὁ δʼ ἐλεήσας ἀπημπόλησε·
だが護衛兵は彼女を哀れんで他国へ売り払った。
προσσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι Τελαμὼν ὠνήσατο ἡ δʼ ἔτεκεν Αἴαντα·
その船がサラミスに寄港したとき、テラモンが彼女を買い取り、彼女はアイアスを産んだ。
ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν.
クニドスのアレタデスが『島嶼戦記』第2巻で語る通りである。
Λούκιος Τρώσκιος θυγατέρα εἶχε Φλωρεντίαν ἀπὸ τῆς Πατρίδος·
ルキウス・トロスキウスは、パトリスとの間に娘フロレンティアをもうけていた。
ταύτην ἔφθειρε Καλπούρνιος Ῥωμαῖος.
この娘をローマ人のカルプルニウスが誘惑した。
ὁ δὲ παρέδωκε τὴν κόρην καταποντίσαι· ἐλεηθεῖσα δὲ ὑπὸ τοῦ δορυφόρου πιπράσκεται·
父は娘を海に投げ込んで殺すよう引き渡したが、彼女は護衛兵に哀れまれて売り払われた。
καὶ κατὰ τύχην τῆς νεὼς προσσχούσης εἰς Ἰταλίαν, Καλπούρνιος ὠνήσατο καὶ ἐποιήσατο ἐξ αὐτῆς Κόντρουσκον.
そして偶然、その船がイタリアに寄港したとき、カルプルニウスが彼女を買い取り、彼女との間にコントルスクスをもうけた。
§28Αἰόλος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἐξ καὶ ἴσους ἄρρενας·
ティレニア地方の王アイオロスは、アンピテアとの間に6人の娘と、同数の息子たちを持っていた。
Μακαρεὺς δʼ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν.
末息子のマカレウスは恋情から一人を誘惑し、彼女は子供を宿した。
ἐμφανεῖσα δὲ καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρὸς ἄνομον κρίνασα ἑαυτὴν διεχρήσατο·
それが明らかになり、父から剣が送られると、彼女は自らを法に背いた者と判断して自害した。
ὁμοίως δὲ καὶ ὁ Μακαρεύς ὡς Σώστρατος ἐν δευτέρᾳ Τυρρηνικῶν.
同様にマカレウスも自害した。 ソストラトスが『ティレニア戦記』第2巻で語る通りである。
Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ ἴσους ἄρρενας, τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε.
パピリウス・トルケルは、ユリア・プルクラと結婚して6人の娘と同数の息子を持っていた。 彼らのうち最年長のパピリウス・ロマヌスは、妹のカヌリアを愛して妊娠させた。
μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ἑαυτὴν ἀνεῖλε·
父はこれを知ると娘に剣を送り、彼女は自害した。
τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν ὡς Χρύσιππος ἐν τῷ πρώτῳ Ἰταλικῶν.
ロマヌスも同様にした。 クリュシッポスが『イタリア戦記』第1巻で語る通りである。
§29Ἀριστώνυμος Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο·
デモストラトスの子であるエペソス人のアリストニュモスは女を嫌い、雌ロバと交わっていた。
ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα·
ロバは時が来ると、オノスケリスという名の非常に美しい娘を産んだ。
ὡς Ἀριστοκλῆς ἐν δευτέρᾳ Παραδόξων.
アリストクレスが『驚異奇談』第2巻で語る通りである。
Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο·
フルウィウス・ステッルスは女を嫌って雌馬と交わっていた。
ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασαν Ἔποναν·
馬は時が来ると美しい娘を産み、人々は彼女をエポナと名付けた。
ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων·
彼女は馬を庇護する女神である。
ὡς Ἀγησίλαος ἐν τρίτῳ Ἰταλικῶν.
アゲシラオスが『イタリア戦記』第3巻で語る通りである。