- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:24-29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ギリシア神話およびローマ史における、信託、嫉妬、不義の密通、強欲に起因する血縁関係での悲劇(ポリュドロスの殺害や身内の裏切り、近親相姦など)と、その応報としての復讐や死が、ギリシアの伝承とイタリアの類似例を対比させつつ語られる。
Πρίαμος Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν, ὡς ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις. ὁ δὲ μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν. Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι ταῖς χερσὶν ἐξετύφλωσεν· ὡς Εὐριπίδης ὁ τραγῳδοποιός. Ἀννίβα Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. ὁ δὲ νενίκηκεν.1 ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας. ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς· ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.
プリアモスは、都市が攻略されようとしていたとき、娘婿のポリュメストルのもとへ金(かね)とともにポリュドロスをトラキアへ送り出した。しかし彼(ポリュメストル)は、都市の陥落ののちに、その金をわがものにせんとしてその子を殺した。一方ヘカベは、その地に至り、金を与えると言って欺き、捕虜の女たちとともに、自らの手で彼の目を潰した。悲劇詩人エウリピデスが語る通りである。 ハンニバルがカンパニア人たちを略奪していたとき、ルキウス・テュンブリスは息子のルスティウスを金銭とともに、娘婿であるウァレリウス・ゲスティウスのもとへ預けた。しかし彼〔ハンニバル〕が勝利した。そのカンパニア人はそれを聞くと、物欲から自然の正義に背き、その子を殺害した。一方テュンブリスは、田舎を旅しているときにその子の遺体に行き当たり、財宝のありかを教えると言って娘婿のもとへ使者をおくった。そしてやって来た彼の目を潰し、十字架にかけた。アリステイデスが『イタリア戦記』第3巻で語る通りである。
Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν. ὁ δὲ πατὴρ ἐφυγάδευσεν ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων. Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας νόθον· ὁ Ῥῆσος οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι. ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν· ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.
プサマテとアイアコスの間に生まれたポコスが愛されていたので、テラモンは彼を狩りに連れ出し、猪が現れたとき、憎んでいる者に向けて槍を放って殺害した。父は彼を追放した。ドロテオスが『変身物語』第1巻で語る通りである。 ガイウス・マクシムスは、シミリウスとレソスという息子たちを持っていたが、このレソスはアメリアの女との間に生まれた庶子であった。このレソスは狩猟中に兄弟を殺害し、帰還すると、その出来事は故意ではなく偶然によるものだと言い張った。しかし父は真実を知って彼を追放した。アリストクレスが『イタリア戦記』第3巻で語る通りである。
Ἄρης Ἀλθαίᾳ συνῆλθε καὶ Μελέαγρον ποιήσας ὡς Εὐριπίδης ἐν Μελεάγρῳ. Σεπτίμιός Μάρκελλος γήμας Σιλουίαν πολλὰ κυνηγίῳ προσέκειτο· τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν ὅστις ἦν καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. ἀπέτεκεν οὖν Σεπτιμίῳ Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς μόνης ἠμέλησε Δήμητρος. ἡ δὲ κάπρον ἔπεμψε. συναθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ κατεχώρησε. Σκυμβράτης δὲ καὶ Μουθίας οἱ μητράδελφοι2 περιείλοντο τῆς κόρης. ἀγανακτήσας δʼ ἀνεῖλε τοὺς συγγενεῖς· ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν ὡς Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν.
アレスはアルタイアと交わり、メレアグロスをもうけた。エウリピデスが『メレアグロス』で語る通りである。 セプティミウス・マルケルスは、シルウィアと結婚したが、狩猟にひどく熱中していた。一方アレスは牧人の姿をしてこの新妻を犯して妊娠させ、自分が何者であるかを明かして一本の槍を与え、これから生まれる子の命がその槍の中に置かれていると言った。こうして彼女はセプティミウスにトゥスキヌスを産んだ。一方マメルクスは、豊作のために諸神に犠牲を捧げた際、デメテルだけを無視した。そこで彼女は猪を送り込んだ。彼は多くの狩人を集めて猪を退治し、その頭と毛皮を婚約者の女性に贈った。しかし、母方の叔父たちであるスクンブラテスとムティアスが、娘からそれらを奪い取った。彼は憤慨して、その親族たちを殺害した。そこで母親は(命の宿る)その槍を燃やしてしまった。メニュロスが『イタリア戦記』第3巻で語る通りである。
Τελαμών ὁ Αἰακοῦ καὶ Ἐνδηίδος ἐλθὼν εἰς Εὔβοιαν διέφθειρε τὴν Ἀλκοθόου Ἐρίβοιαν καὶ νυκτὸς ἔφυγεν. ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα ὑποπτεύσας ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων. ὁ δʼ ἐλεήσας ἀπημπόλησε· προσσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι Τελαμὼν ὠνήσατο ἡ δʼ ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν. Λούκιος Τρώσκιος θυγατέρα εἶχε Φλωρεντίαν ἀπὸ τῆς Πατρίδος·3 ταύτην ἔφθειρε Καλπούρνιος Ῥωμαῖος. ὁ δὲ παρέδωκε τὴν κόρην καταποντίσαι· ἐλεηθεῖσα δὲ ὑπὸ τοῦ δορυφόρου πιπράσκεται· καὶ κατὰ τύχην τῆς νεὼς προσσχούσης εἰς Ἰταλίαν, Καλπούρνιος ὠνήσατο καὶ ἐποιήσατο ἐξ αὐτῆς Κόντρουσκον.
アイアコスとエンデイスの子テラモンは、エウボイアにやって来てアルコトオスの子エリボイアを誘惑し、夜のうちに逃亡した。父はそれに気づき、市民の誰かを疑って、娘を海に投げ込んで溺れさせるよう、護衛兵の一人に引き渡した。だが護衛兵は彼女を哀れんで他国へ売り払った。その船がサラミスに寄港したとき、テラモンが彼女を買い取り、彼女はアイアスを産んだ。クニドスのアレタデスが『島嶼戦記』第2巻で語る通りである。 ルキウス・トロスキウスは、パトリスとの間に娘フロレンティアをもうけていた。この娘をローマ人のカルプルニウスが誘惑した。父は娘を海に投げ込んで殺すよう引き渡したが、彼女は護衛兵に哀れまれて売り払われた。そして偶然、その船がイタリアに寄港したとき、カルプルニウスが彼女を買い取り、彼女との間にコントルスクスをもうけた。
Αἰόλος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἓξ καὶ ἴσους ἄρρενας· Μακαρεὺς δʼ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν. ἐμφανεῖσα δὲ4 καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρὸς ἄνομον κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς ὡς Σώστρατος ἐν δευτέρᾳ Τυρρηνικῶν. Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ ἴσους ἄρρενας, τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε. μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν ὡς Χρύσιππος ἐν τῷ πρώτῳ Ἰταλικῶν.
ティレニア地方の王アイオロスは、アンピテアとの間に6人の娘と、同数の息子たちを持っていた。末息子のマカレウスは恋情から一人を誘惑し、彼女は子供を宿した。それが明らかになり、父から剣が送られると、彼女は自らを法に背いた者と判断して自害した。同様にマカレウスも自害した。ソストラトスが『ティレニア戦記』第2巻で語る通りである。 パピリウス・トルケルは、ユリア・プルクラと結婚して6人の娘と同数の息子を持っていた。彼らのうち最年長のパピリウス・ロマヌスは、妹のカヌリアを愛して妊娠させた。父はこれを知ると娘に剣を送り、彼女は自害した。ロマヌスも同様にした。クリュシッポスが『イタリア戦記』第1巻で語る通りである。
Ἀριστώνυμος Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα· ὡς Ἀριστοκλῆς ἐν δευτέρᾳ Παραδόξων. Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασαν Ἔποναν· ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων· ὡς Ἀγησίλαος ἐν τρίτῳ Ἰταλικῶν.
デモストラトスの子であるエペソス人のアリストニュモスは女を嫌い、雌ロバと交わっていた。ロバは時が来ると、オノスケリスという名の非常に美しい娘を産んだ。アリストクレスが『驚異奇談』第2巻で語る通りである。 フルウィウス・ステッルスは女を嫌って雌馬と交わっていた。馬は時が来ると美しい娘を産み、人々は彼女をエポナと名付けた。彼女は馬を庇護する女神である。アゲシラオスが『イタリア戦記』第3巻で語る通りである。
- 311eὁ δὲ νενίκηκεν
完了形 νενίκηκεν は一般に「勝利した」を意味するが、この文脈では直前のハンニバルを主語として「彼(ハンニバル)が勝利した」(ギリシア側の「都市の陥落ののち」に対応する状況)という意味で用いられている。
- 312bοἱ ι μητράδελφοι
写本に見られる ι はおそらく挿入されたノイズか、数字の「10」(母方の叔父10人)を指すものとも解釈できるが、神話の文脈(メレアグロスの叔父たち、通常2人)からすると不要な文字である。ここでは通常の「母方の叔父たち」(οἱ μητράδελφοι)として訳出している。
- 312cἀπὸ τῆς Πατρίδος
Πατρίδος は「故郷」を意味する普通名詞とも取れるが、前後の文脈における母名の対比(「アンピテアから」ἐξ Ἀμφιθέας など)から、ここでは母親の固有名詞「パトリス」として解釈するのが妥当である。
- 312cἐμφανεῖσα δὲ
形容詞 ἐμφανής(明白な・露見した)の女性単数主格とみる説や、動詞の無定過去受動分詞(ἐμφανισθεῖσα の転訛など)とみる説があり、彼女(の妊娠)が(父親に)「露見したこと」を示す。直訳すると「(彼女が)露見されると」だが、分詞の形容詞的・状況的な用法として「情事が発覚すると」の意で訳出。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(9 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
- 2026-11-15 AI校閲 — 原文 2 件
- 2026-11-15 AI校閲 — 訳文 3 件
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
