§24Πρίαμος Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν, ὡς ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις.
Priam exposed Polydorus to Thrace with gold to his son-in-law Polymestor, when the city was near to being sacked.
ὁ δὲ μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν.
The latter, after the capture, killed the boy so that he might gain the gold.
Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι ταῖς χερσὶν ἐξετύφλωσεν· ὡς Εὐριπίδης ὁ τραγῳδοποιός.
But Hecuba, having arrived at those places and having devised a trick as if to give gold, with the captive women blinded him with her own hands; as Euripides the tragic poet relates.
Ἀννίβᾳ Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν.
When Hannibal was plundering the Campanians, Lucius Thymbris placed his son Rustius with money with Valerius Gestius, who was his son-in-law.
ὁ δὲ νενίκηκεν.
The latter was overcome by greed.
ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας.
Hearing of this, out of love of money he transgressed the laws of nature, murdering the boy.
ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς· ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.
But Thymbris, traveling through the countryside and happening upon the body of his son, sent for his son-in-law as if to show him treasures; and when he came, he blinded him and crucified him; as Aristides relates in the third book of the Italian History.
§25Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν.
Phocus, being the son of Aeacus by Psamathe and being beloved, Telamon led him out for hunting, and when a wild boar appeared, he launched his spear against the hated one and killed him.
ὁ δὲ πατὴρ ἐφυγάδευσεν ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων.
But his father banished him; as Dorotheus relates in the first book of the Metamorphoses.
Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας νόθον·
Gaius Maximus had sons Similius and Rhesus, whom he begot as a bastard from Ameria.
ὁ Ῥῆσος οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι.
This Rhesus killed his brother during a hunt, and returning, said that the accident had occurred by chance and not by design.
ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν· ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.
But his father, knowing the truth, banished him; as Aristocles relates in the third book of the Italian History.
§26Ἄρης Ἀλθαίᾳ συνῆλθε καὶ Μελέαγρον ποιήσας ὡς Εὐριπίδης ἐν Μελεάγρῳ.
Ares lay with Althaea and begot Meleager; as Euripides relates in the Meleager.
Σεπτίμιός Μάρκελλος γήμας Σιλουίαν πολλὰ κυνηγίῳ προσέκειτο·
Septimius Marcellus, having married Silvia, was much devoted to hunting.
τὴν δὲ νεόνυμφον ἐν σχήματι ποιμένος Ἄρης βιασάμενος ἐγκύμονα ἐποίησε, καὶ ὡμολόγησεν ὅστις ἦν καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι.
But Ares, having violated the newly-wedded wife in the guise of a shepherd, made her pregnant, and confessed who he was and gave her a spear, saying that the life of the child about to be born was laid up in it.
ἀπέτεκεν οὖν Σεπτιμίῳ Τουσκῖνον.
She therefore gave birth to Tuscinus for Septimius.
Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς μόνης ἠμέλησε Δήμητρος.
And Mamercus, sacrificing to the gods for a fruitful harvest, neglected Demeter alone.
ἡ δὲ κάπρον ἔπεμψε.
She sent a wild boar.
συναθροίσας δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ κατηγγυημένῃ γυναικὶ κατεχώρησε.
Gathering many hunters, he slew it, and bestowed the head and the hide upon his betrothed woman.
Σκυμβράτης δὲ καὶ Μουθίας οἱ ι μητράδελφοι περιείλοντο τῆς κόρης.
But Scymbrates and Muthias, her mother's brothers, took them away from the girl.
ἀγανακτήσας δʼ ἀνεῖλε τοὺς συγγενεῖς· ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν ὡς Μένυλλος ἐν τρίτῳ Ἰταλικῶν.
Being indignant, he slew his relatives; and his mother burned the spear; as Menylyus relates in the third book of the Italian History.
§27Τελαμών ὁ Αἰακοῦ καὶ Ἐνδηίδος ἐλθὼν εἰς Εὔβοιαν διέφθειρε τὴν Ἀλκοθόου Ἐρίβοιαν καὶ νυκτὸς ἔφυγεν.
Telamon, the son of Aeacus and Endeis, having come to Euboea, seduced Eriboea the daughter of Alcathous, and fled by night.
ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα ὑποπτεύσας ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων.
The father, perceiving it and suspecting one of the citizens, gave his daughter to one of his guards to be thrown into the sea.
ὁ δʼ ἐλεήσας ἀπημπόλησε· προσσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι Τελαμὼν ὠνήσατο ἡ δʼ ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν.
But he, having pity, sold her; and when the ship put in at Salamis, Telamon bought her, and she gave birth to Ajax; as Aretades of Cnidus relates in the second book of the Island History.
Λούκιος Τρώσκιος θυγατέρα εἶχε Φλωρεντίαν ἀπὸ τῆς Πατρίδος· ταύτην ἔφθειρε Καλπούρνιος Ῥωμαῖος.
Lucius Troscius had a daughter, Florentia, by Patris; Calpurnius, a Roman, seduced her.
ὁ δὲ παρέδωκε τὴν κόρην καταποντίσαι· ἐλεηθεῖσα δὲ ὑπὸ τοῦ δορυφόρου πιπράσκεται·
The father delivered the girl to be thrown into the sea, but she, being pitied by the guard, was sold.
καὶ κατὰ τύχην τῆς νεὼς προσσχούσης εἰς Ἰταλίαν, Καλπούρνιος ὠνήσατο καὶ ἐποιήσατο ἐξ αὐτῆς Κόντρουσκον.
And by chance, when the ship put in at Italy, Calpurnius bought her and begot Contruscus from her.
§28Αἰόλος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἐξ καὶ ἴσους ἄρρενας·
Aeolus, king of those in Tyrrhenia, had by Amphithea six daughters and as many sons.
Μακαρεὺς δʼ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν.
Macareus, the youngest, from love seduced one of them, and she was pregnant with a child.
ἐμφανεῖσα δὲ καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρὸς ἄνομον κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς ὡς Σώστρατος ἐν δευτέρᾳ Τυρρηνικῶν.
When this was made manifest and a sword was sent by her father, judging herself lawless she destroyed herself; and likewise also Macareus; as Sostratus relates in the second book of the Tyrrhenica.
Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ ἴσους ἄρρενας, τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε.
Papirius Tolucer, having married Julia Pulchra, had six daughters and as many sons; of these, the eldest, Papirius Romanus, falling in love with his sister Canulia, made her pregnant.
μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν ὡς Χρύσιππος ἐν τῷ πρώτῳ Ἰταλικῶν.
When the father learned of this, he sent a sword to his daughter, and she destroyed herself; and Romanus did the same; as Chrysippus relates in the first book of the Italian History.
§29Ἀριστώνυμος Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα· ὡς Ἀριστοκλῆς ἐν δευτέρᾳ Παραδόξων.
Aristonymus the Ephesian, son of Demostratus, hated women and coupled with an ass; and she in due time gave birth to a very beautiful girl, Onoscelis by name; as Aristocles relates in the second book of the Paradoxa.
Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασαν Ἔποναν· ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων· ὡς Ἀγησίλαος ἐν τρίτῳ Ἰταλικῶν.
Fulvius Stellus, hating women, coupled with a mare; and she in due time gave birth to a beautiful girl, and they named her Epona; she is a goddess who takes care of horses; as Agesilaus relates in the third book of the Italian History.