§30Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι.
サルディス人はスミュルナ人に対して戦争を起こしていたとき、彼らの城壁の周囲に陣を張り、使節を介して、もし自分たちと妻たちを交わらせることに同意しないならば撤退しない、と告げた。
τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ, δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντʼ ἐλευθέρων πέμπειν.
スミュルナ人たちがこの窮境のために悲惨な目に遭いそうになっていたとき、身分の高い女性たちに仕える女召使いの一人が、主人であるピラクスのもとに駆け寄って言った。 「召使いたちを着飾らせ、自由の身の女性たちの代わりに送り出すべきです」。
ʼ ὃ δὴ καὶ ἔδρασαν.
彼らはまさにそれを実行した。
οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν.
そして、敵は女召使いたちによって疲れ果てさせられ、捕らえられた。
ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐνʼ ʼαἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν.
そのため、現在でもスミュルナ人の間では『エレウテリア(自由祭)』と呼ばれる祭りが執り行われており、そこでは奴隷の女たちが自由の身の女性たちの装飾を身につける。 ドシテオスが『リュディア戦記』第3巻で語る通りである。
Ἀτεπόμαρος Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι.
ガリア人の王アテポマロスは、ローマ人と戦争をしていた際、自分たちに女性たちを性的に引き渡さない限り撤退しないと言った。
τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν.
ローマ人たちが女召使いたちの勧告に従って奴隷の女たちを送り出したところ、異民族たちは絶え間ない交わりによって疲れ果て、眠り込んでしまった。
ἡ δὲ Ῥητᾶνα αὕτη γὰρ ἦν τοῦτο συμβουλεύσασα ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις·
このことを勧告したレタナ自身は、野生のイチジクの木を掴んで城壁の上に登り、執政官たちに合図を送った。
οἱ δʼ ἐπελθόντες ἐνίκησαν.
彼らは襲撃して勝利を収めた。
ἀφʼ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται·
このことから、『女召使いの祭り』と呼ばれる祭りが起こった。
ὡς Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.
ミリトスのアリステイデスが『イタリア戦記』第1巻で語る通りである。
§31Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης Πύρανδρος ταμίας τῶν δημοσίων ὑπέσπασε τὸ μέτρον φειδωλῶς χρώμενος·
アテナイ人がエウモルポスに対して戦争をしており、食糧の自給が不十分であったとき、公金の管理官ピュランドロスは、倹約のために配給量を密かに減らした。
οἱ δʼ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν·
しかし、地元の人々は彼を裏切り者と疑い、石打ちにして殺害した。
ὡς Καλλισθένης ἐν τρίτῳ Θρᾳκικῶν.
カリステネスが『トラキア戦記』第3巻で語る通りである。
Ῥωμαίων πρὸς Γάλλους πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης Κίννας τοῦ δήμου τὸ σιτόμετρον ὑπέσπασε·
ローマ人がガリア人と戦争をしており、食糧の自給が十分でなかったとき、キンナは民衆の穀物配給量を密かに減らした。
Ῥωμαῖοι δὲ ὡς ἀντιποιούμενον αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.
ローマ人は彼が王位を不当に要求していると疑い、彼を石打ちにして殺害した。 アリステイデスが『イタリア戦記』第3巻で語る通りである。
§32ἐν τῷ Πελοποννησιακῷ πολέμῳ Πεισίστρατος Ὀρχομένιος τοὺς μὲν εὐγενεῖς ἐμίσει, τοὺς δʼ εὐτελεῖς ἐφίλει.
ペロポネソス戦争の際、オルコメノス人のペイシストラトスは名門の者たちを嫌い、身分の低い民衆を愛していた。
ἐβουλεύσαντο δὲ οἱ ἐν τῇ βουλῇ φονεῦσαι, καὶ διακόψαντες αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον, καὶ τὴν γῆν ἔξυσαν.
評議会の者たちは彼を殺害することを企て、彼を切り刻んでその体の一部を自分たちの衣のひだ(懐)に投げ入れ、地面をこすって血を消した。
ὁ δὲ δημότης ὄχλος ὑπόνοιαν λαβὼν ἔδραμεν εἰς τὴν βουλήν.
しかし、一般の民衆は不審に思い、評議会に押し寄せた。
ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως Τλησίμαχος εἰδὼς τὴν συνωμοσίαν ἀπὸ τῆς ἐκκλησίας ἀπέσπασε τὸν ὄχλον, εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθʼ ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι, μείζονα μορφὴν ἀνθρώπου κεκτημένον.
王の末の息子であるテレシマコスは、この陰謀を知っていたので、民衆を民会から引き離して言った。 父が凄まじい勢いでピサ山へと向かっていくのを見た、その姿は常人よりもはるかに大きかった、と。
καὶ οὕτως ἠπατήθη ὁ ὄχλος·
このようにして民衆は欺かれた。
ὡς Θεόφιλος ἐν δευτέρῳ Πελοποννησιακῶν.
テオピロスが『ペロポネソス戦記』第2巻で語る通りである。
διά τοὺς ἀστυγείτονας πολέμους ἡ σύγκλητος τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτόμετρον ἦρε·
隣国との戦争のために、ローマの元老院は民衆の穀物配給を停止した。
Ῥωμύλος δὲ ὁ βασιλεὺς βαρέως ἐνεγκὼν τῷ δήμῳ ἀπέδωκε· πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν.
しかし王ロムルスは、これを重く受け止め、民衆に配給を戻し、特権階級の多くの者を処罰した。
οἱ δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ καὶ διακόψαντες εἰς τοὺς κόλπους ἔβαλον.
そこで彼らは元老院の会議の席で彼を殺害し、切り刻んで衣のひだ(懐)に投げ入れた。
Ῥωμαῖοι δὲ μετὰ πυρὸς εἰς τὴν σύγκλητον ἔδραμον.
ローマ人は松明を手にして元老院に押し寄せた。
Ἰούλιος δὲ Πρόκλος τῶν ἐπισήμων ἀνὴρ εἶπε τὸν Ῥωμύλον ἐν ὄρει ἑωρακέναι μείζονα παντὸς ἀνθρώπου θεὸν τε γεγενῆσθαι.
しかし、高名な男であるユリウス・プロクルスが、ロムルスを山で見た、彼はあらゆる人間より大きく、神となったのだ、と言った。
Ῥωμαῖοι δὲ πιστεύσαντες ἀνεχώρησαν ὡς Ἀριστόβουλος ἐν τρίτῳ Ἰταλικῶν.
ローマ人はこれを信じて立ち去った。 アリストブロスが『イタリア戦記』第3巻で語る通りである。
§33Πέλοψ Ταντάλου καὶ Εὐρυανάσσης γήμας Ἱπποδάμειαν ἔσχεν Ἀτρέα καὶ Θυέστην, ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνησίων ἔστερξε.
タンタロスとエウリュアナッサの子ペロプスは、ヒッポだメイアと結婚してアトレウスとテュエステスをもうけたが、ニュンペのダナイスとの間にはクリュシッポスをもうけ、本妻の子たち以上に彼を愛した。
Λάιος δὲ ὁ Θηβαῖος ἐπιθυμήσας ἥρπασεν αὐτόν.
テーバイ人のライオスは彼に懸念を抱き、彼を誘拐した。
καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα.
彼はテュエステスとアトレウスによって捕らえられたが、ペロプスから、その愛のために憐れみを得た。
Ἱπποδάμεια δʼ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτόν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας.
しかしヒッポだメイアは、クリュシッポスが王位の対抗者となることを知っていたので、アトレウスとテュエステスに彼を殺害するよう唆した。
τῶν δʼ ἀρνησαμένων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε.
彼らが拒絶すると、彼女自身がその忌まわしい行いに手を染めた。
νυκτὸς γὰρ βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον ἐγκαταπήγνυσι τὸ ξίφος.
夜深く、ライオスが眠っている間に、彼女は剣を引き抜いてクリュシッポスを傷つけ、そこに剣を突き刺したままにした。
ὑπονοηθεὶς δὲ ὁ Λάιος διὰ τὸ ξίφος ῥύεται ὑπὸ ἡμιθνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος·
ライオスは現場に残された剣のために疑われたが、瀕死のクリュシッポスが真実を告白したことによって救われた。
ὁ δὲ θάψας τὴν Ἱπποδάμειαν ἐξώρισεν·
ペロプスは彼を葬り、ヒッポだメイアを追放した。
ὡς Δοσίθεος ἐν Πελοπίδαις.
ドシテオスが『ペロプス家の人々』で語る通りである。
Ἤβιος Τολίειξ γήμας Νουκερίαν ἔσχε δύο παῖδας ἐκ ταύτης.
ヘビウス・トリイクスはヌケリアと結婚し、彼女との間に二人の息子をもうけた。
ἔσχε δὲ καὶ ἐξ ἀπελευθέρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλλον ἔστεργε.
また彼は解放奴隷の女との間にも、その美しさでひときわ目立つピルムスをもうけ、彼を本妻の子たち以上に愛した。
ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισοπονήρως διακειμένη τοὺς παῖδας ἀνέπειθεν αὐτὸν ἀναιρεῖν.
しかし、ヌケリアは義理の息子に対して憎しみを抱き、自分の息子たちに彼を殺すよう唆した。
τῶν δʼ εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν φόνον ἐνείργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξίφος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκαταλιποῦσα τὸ ξίφος.
彼らが敬虔さゆえに拒絶すると、彼女自身が殺害を実行した。 夜、護衛兵の剣を引き抜いて、眠っている彼に致命傷を負わせ、剣をそこに残した。
τοῦ δὲ σωματοφύλακος ὑποπτευθέντος, ὁ παῖς τὴν ἀλήθειαν λέγει.
護衛兵が疑われたが、その少年は真実を話した。
ὁ δὲ τοῦτον θάψας τὴν γυναῖκα ἐφυγάδευσεν ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.
父は彼を葬り、妻を追放した。 ドシテオスが『イタリア戦記』第3巻で語る通りである。