§19Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν·
シラクサ人の家系のキアニッポスは、ディオニュソスにだけ犠牲を捧げなかった。
ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο Κυάνην·
怒った神は彼に酩酊を送り、暗闇の中で彼の娘キアネを犯した。
ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ ἐσόμενον ἀναγνώρισμα.
彼女は彼の指輪を抜き取って、後で素性が判明する目印とするために乳母に与えた。
λοιμωξάντων δὲ καὶ τοῦ Πυθίου εἰπόντος μὲν δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι, τῶν δʼ ἄλλων ἀγνοούντων τὸν χρησμόν, γνοῦσα ἡ Κυάνη καὶ ἐπιλαβομένη τῶν τριχῶν εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα ἑαυτὴν ἐπέσφαξε·
疫病が発生し、ピュティオスが「不敬な者を、悪霊を退ける神々に犠牲として捧げるべきだ」と言ったが、他の人々は神託の対象を知らなかったとき、キアネはそれを知り、父親の髪を掴んで引きずり出し、みずから父親を刺し殺したあと、その上に重なって自らも命を絶った。
καθάπερ Δοσίθεος ἐν τῷ τρίτῳ Σικελικῶν.
ドシテオスが『シケリア戦記』第3巻で語っている通りである。
τῶν Διονυσίων ἐν τῇ Ῥώμῃ ἀγομένων Ἀρούντιος ἐκ γενετῆς ὑδροπότης ἐξουδένιζε τὴν τοῦ θεοῦ δύναμιν ὁ δὲ μέθην ἐνέβαλε, καὶ ἐβιάσατο τὴν θυγατέρα Μεδουλλίναν.
ローマでディオニュソスの祭礼が催されていたとき、生まれながらの水飲み(酒を飲まない者)であるアルンティウスは、神の力を侮っていた。 神は彼に酩酊を送り、彼の娘メドゥリナを犯した。
ἡ δὲ ἐκ δακτυλίου γνοῦσα τὸ γένος καὶ πρεσβύτερα τῆς ἡλικίας φρονήσασα, μεθύσασα τὸν πατέρα καὶ στεφανώσασα ἤγαγεν ἐπὶ τὸν βωμὸν τῆς Ἀστραπῆς καὶ δακρύσασα ἀνεῖλε τὸν ἐπίβουλον τῆς παρθενίας·
彼女は指輪から犯した者が父であることを知り、年齢に似合わず果敢な決断を下し、父親を酔わせて冠を授け、アストラペ(電光)の祭壇に連れて行き、涙を流しながら、自らの処女性を奪った者を殺害した。
ὡς Ἀριστείδης ἐν τρίτῃ Ἰταλικῶν.
アリステイデスが『イタリア戦記』第3巻で語っている通りである。
§20Ἐρεχθεὺς πρὸς Εὔμολπον πολεμῶν ἔμαθε νικῆσαι, ἐὰν τὴν θυγατέρα προθύσῃ, καὶ συγκοινωνήσας τῇ γυναικὶ Πραξιθέᾳ προέθυσε τὴν παῖδα.
エレクテウスはエウモルポスと戦争をしていたとき、もし娘をあらかじめ犠牲に捧げるなら勝利することを知り、妻プラクシテアと合意の上で娘を犠牲に捧げた。
μέμνηται Εὐριπίδης ἐν Ἐρεχθεῖ.
エウリピデスが『エレクテウス』で言及している。
Μάριος πρὸς Κίμβρους πόλεμον ἔχων καὶ ἡττώμενος ὄναρ εἶδεν ὅτι νικήσει, ἐὰν τὴν θυγατέρα προθύσῃ·
マリウスはキンブリ人との戦争で敗北を喫していたとき、もし娘をあらかじめ犠牲に捧げるなら勝利するだろうという夢を見た。
ἦν δʼ αὐτῷ Καλπουρνία·
彼にはカルプルニアという娘がいた。
προκρίνας δὲ τῆς φύσεως τοὺς πολίτας ἔδρασε καὶ ἐνίκησε.
彼は肉親への情愛よりも市民を優先してそれを実行し、勝利した。
καὶ ἔτι καὶ νῦν βωμοὶ εἰσὶ δύο ἐν Γερμανίᾳ, οἳ κατʼ ἐκεῖνον τὸν καιρὸν ἦχον σαλπίγγων ἀποπέμπουσιν ὡς Δωρόθεος ἐν τετάρτῳ Ἰταλικῶν.
現在でもなおドイツには二つの祭壇があり、それらはその当時のラッパの響きを放っている。 ドロテオスが『イタリア戦記』第4巻で語っている通りである。
§21Κυάνιππος τῷ γένει Θετταλὸς ἐπὶ θήραν συνεχῶς ἐξῄει·
テッサリア人の家系のキアニッポスは、絶えず狩猟に出かけていた。
ἡ δὲ νεόνυμφος αὐτοῦ ὑπολαβοῦσα διὰ τὸ πολλάκις ἐν ὕλαις μένειν συνήθειαν ἔχειν μεθʼ ἑτέρας, κατʼ ἴχνος ἠκολούθησε τῷ Κυανίππῳ·
彼の新妻は、彼がしばしば森の中に留まることから、他の女と関係を持っているのではないかと疑い、キアニッポスの足跡を追った。
καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρῳ, τὸ μέλλον ἀπεκαραδόκει.
そして、木々の生い茂る中に身を隠し、これからの成り行きを固唾をのんで見守っていた。
τῶν δὲ κλάδων σεισθέντων οἱ κύνες θηρίον εἶναι δόξαντες ὥρμησαν καὶ τὴν φίλανδρον ἀλόγου δίκην ζῴου διεσπάραξαν.
枝が揺れ動いたとき、猟犬たちはそれを野生の獣だと思い込んで襲いかかり、夫を愛する妻を、理性なき獣のように引き裂いた。
ὁ δὲ Κυάνιππος τῆς ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος ἑαυτὸν ἀπέσφαξεν·
キアニッポスはこの予期せぬ出来事を目の当たりにし、自らを刺し殺した。
ὡς Παρθένιος ὁ ποιητής.
詩人パルテニオスが語っている通りである。
ἐν Συβάρει πόλει τῆς Ἰταλίας νέος περίβλεπτος τὸ κάλλος Αἰμίλιος φιλοκύνηγος ἦν ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην.
イタリアのシバリス市において、人目を引く美貌を持つ若者アイミリウスは狩猟を愛していた。 彼の新妻は、彼が他の女と交わっていると思い込み、森へと入っていった。
τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες διέσπασαν·
木々が揺れ動いたとき、猟犬たちが駆け寄って彼女を引き裂いた。
ὁ δὲ ἐπέσφαξεν ἑαυτόν·
彼は自らを刺し殺した。
ὡς Κλειτώνυμος ἐν δευτέρῳ Συβαριτικῶν.
クレイトニュモスが『シバリス戦記』第2巻で語っている通りである。
§22σμύρνα Κινύρου θυγάτηρ διὰ μῆνιν Ἀφροδίτης ἠράσθη τοῦ γεννήσαντος, καὶ τῇ τροφῷ τὴν ἀνάγκην τοῦ ἔρωτος ἐδήλωσεν·
キニュラスの娘スミュルナは、アプロディテの怒りによって自らの父親に恋をし、乳母にその避けがたい恋情を打ち明けた。
ἡ δὲ δόλῳ ὑπῆγε τὸν δεσπότην ἔφη γὰρ γείτονα παρθένον ἐρᾶν αὐτοῦ καὶ αἰσχύνεσθαι ἐν φανερῷ προσιέναι.
乳母は策略によって主人を騙した。 というのも、隣人の乙女が彼に恋をしており、人前で近づくのを恥ずかしがっていると言ったからである。
ὁ δὲ συνῄει.
彼は彼女と交わった。
ποτὲ δὲ θελήσας τὴν ἐρῶσαν μαθεῖν φῶς ᾔτησεν, ἰδὼν δὲ ξιφήρης τὴν ἀσελγεστάτην ἐδίωκεν.
あるとき、彼は恋焦がれている者を知りたいと望んで明かりを求め、彼女を目にすると、剣を手にしてこの極めて不道徳な娘を追いかけた。
ἡ δὲ κατὰ πρόνοιαν Ἀφροδίτης εἰς ὁμώνυμον δένδρον μετεμορφώθη·
彼女はアプロディテの配慮によって、同名の木に変身した。
καθὰ Θεόδωρος ἐν ταῖς Μεταμορφώσεσιν.
テオドロスが『変身物語』で語っている通りである。
Οὐαλερία Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτης ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸς τῇ τροφῷ ἀνειοίνωσεν·
ウァレリア・トゥスクラナリアは、アプロディテの怒りによって父親ウァレリウスに恋をし、乳母に打ち明けた。
ἡ δὲ τὸν δεσπότην δόλῳ ὑπῆλθεν, εἰποῦσα ὡς αἰδεῖται κατʼ ὅφιν μίσγεσθαι, τῶν τε γειτόνων εἶναι τινα παρθένον.
乳母は策略によって主人に近づき、顔を合わせて交わることを恥じており、隣人の乙女であると言った。
καὶ οἰνωθεὶς ὁ πατὴρ ᾔτει φῶς, ἡ δὲ τροφὸς φθάσασα διήγειρεν, ἥτις ἐπὶ τὰς ἀγροικίας ᾔει ἐγκύμων τυγχάνουσα·
酔った父親は明かりを求めたが、乳母は先手を打って娘を連れ出したが、彼女は妊娠した状態で田舎へと去った。
ποτὲ δὲ κατὰ κρημνῶν ἐνεχθείσης, τὸ βρέφος ἔζη·
あるとき、彼女が崖から落ちたが、赤ん坊は生き延びた。
κατιοῦσα δʼ ἐγκύμων κατέστη καὶ εἰς τὸν ὡρισμένον χρόνον ἐγέννησεν Αἰγίπανα, κατὰ τὴν Ῥω - μαίων φωνὴν Σιλουᾶνον.
彼女は妊娠したまま無事に戻り、定められた時にアイギパン(ローマの言葉でシルウァヌス)を産んだ。
ὁ δὲ Οὐαλέριος ἀθυμήσας κατὰ τῶν αὐτῶν ἔρριψε κρημνῶν ὡς Ἀριστείδης Μιλήσιος ἐν τρίτῳ Ἰταλικῶν.
ウァレリアは絶望して、同じ崖から身を投げた。 アリステイデスが『イタリア戦記』第3巻で語っている通りである。
§23μετὰ τὴν Ἰλίου πόρθησιν ἐξεβράσθη Διομήδης εἰς Λιβύην, ἔνθα Λύκος ἦν βασιλεὺς ἔθος ἔχων τοὺς ξένους Ἄρει τῷ πατρὶ θύειν.
イリウム陥落の後、ディオメデスはリビアに漂着した。 そこではリュコスが王であり、異邦人を父アレスに犠牲として捧げる習慣を持っていた。
Καλλιρρόη δὲ ἡ θυγάτηρ ἐρασθεῖσα Διομήδους τὸν πατέρα προέδωκε, καὶ τὸν Διομήδην ἔσῳσε λύσασα τῶν δεσμῶν ὁ δὲ ἀμελήσας τῆς εὐεργέτιδος ἀπέπλευσεν ἡ δὲ βρόχῳ ἐτελεύτησεν ὡς Ἰόβας ἐν τρίτῃ Λιβυκῶν.
娘のカリロエはディオメデスに恋をし、父親を裏切って、捕らわれの鎖を解いてディオメデスを救い出した。 しかし彼は恩人を顧みずに出港し、彼女は首を吊って命を絶った。 ユバが『リビア戦記』第3巻で語っている通りである。
Καλπούρνιος Κράσσος ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρατευόμενος, ἐπέμφθη εἰς Μασσύλους πορθήσων φρούριόν τι δυσάλωτον τοὔνομα Γαραίτιον.
名門の男カルプルニウス・クラッススは、レグルスとともに従軍していたとき、ガライティオンという名の攻略困難な砦を攻略するためにマッスィリ人の元へ派遣された。
αἰχμάλωτος δὲ ληφθεὶς ἔμελλε θύεσθαι τῷ Κρόνῳ.
彼は捕虜となり、クロノスに犠牲として捧げられることになった。
Βισαλτία δέ, τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προέδωκε τὸν πατέρα καὶ νικηφόρον ἐκεῖνον ἐποίησεν.
王の娘ビサルティアが彼に恋をし、父親を裏切って、彼を勝利者にした。
ἀναστρέψαντος δʼ αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτὴν ὡς Ἡσιάναξ ἐν τρίτῳ Λιβυκῶν.
彼が帰還すると、その娘は自らを刺し殺した。 ヘシアナクスが『リビア戦記』第3巻で語っている通りである。