§57ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης καλεῖται;
なぜサモスにある談話室は「ペデテス」と呼ばれるのか。
τῶν γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου μοναρχίας, οἱ Μεγαρεῖς Περινθίοις ἐπεστράτευσαν ἀποίκοις οὖσι Σαμίων πέδας κομίζοντες, ὡς λέγεται, ἐπὶ τοὺς αἰχμαλώτους.
デモテレスの殺害と彼の独裁政治の打倒の後、ゲオモロイが国政を握っていたとき、メガラ人は、サモス人の植民都市であるペリントス人に、噂によれば捕虜たちのための足枷を携えて、遠征した。
ταῦτα δὲ οἱ γεωμόροι πυνθανόμενοι βοήθειαν ἔπεμπον κατὰ τάχος, στρατηγοὺς μὲν ἀποδείξαντες ἐννέα, ναῦς δὲ πληρώσαντες τριάκοντα.
ゲオモロイはこれを聞き、9人の将軍を任命し、30隻の船を艤装してただちに救援を送った。
τούτων ἐκπλέουσαι δύο πρὸ τοῦ λιμένος ὑπὸ κεραυνοῦ διεφθάρησαν οἱ δὲ στρατηγοὶ ταῖς ἄλλαις πλεύσαντες ἐνίκων τοὺς Μεγαρέας καὶ ζῶντας αὐτῶν ἔλαβον ἑξακοσίους.
これらのうち出港した2隻が、港の手前で落雷により難破した。 しかし将軍たちは残りの船で航海してメガラ人に勝利し、彼らのうち600人を生け捕りにした。
ἐπαρθέντες δὲ τῇ νίκῃ διενοοῦντο καταλύειν τὴν οἴκοι γεωμόρων ὀλιγαρχίαν.
この勝利に気勢を上げた彼らは、本国におけるゲオモロイの寡頭政を打倒しようと企てた。
ἀφορμὴν δὲ παρέσχον οἱ προεστῶτες τῆς πολιτείας, γράψαντες αὐτοῖς ὅπως τοὺς αἰχμαλώτους τῶν Μεγαρέων κομίσωσι ταῖς αὐτῶν ἐκείνων πέδαις δεδεμένους.
そして国政の指導者たちがその口実を提供した。 すなわち、メガラ人の捕虜たちを、彼ら自身が持ってきたあの足枷で縛って連れてくるようにと将軍たちに書き送ったのである。
λαβόντες οὖν τὰ γράμματα ταῦτα καὶ δείξαντες κρύφα τισὶ τῶν Μεγαρέων ἔπεισαν αὐτοὺς συστῆναι μεθʼ αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι·
そこで将軍たちはこの手紙を受け取り、メガラ人の一部に秘密裏に見せて、自分たちと共謀して都市を解放するよう説得した。
βουλευομένοις δὲ κοινῇ περὶ τῆς πράξεως ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι, καὶ περιθέντας οὕτω τοῖς σκέλεσι τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδʼ ἐκβαίνωσιν τῶν σκελῶν ἐν τῷ βαδίζειν χαλαρῶν γενομένων.
その計画について共同で協議していた際、足枷の環を叩いて緩め、このようにメガラ人の脚に取り付けたうえで、歩くときに緩んでずり落ちたり脚から外れたりしないように、革紐で帯へと吊り上げることに決めた。
οὕτω δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες καὶ ξίφος ἑκάστῳ δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, ἦγον αὐτοὺς διʼ ἀγορᾶς εἰς τὸ βουλευτήριον, ὁμοῦ τι πάντων τῶν γεωμόρων συγκαθεζομένων.
このようにして男たちの身支度を整え、一人一人に剣を与え、サモスに入港して上陸すると、ゲオモロイのほぼ全員が議場に一堂に会しているところへ、彼らを市場を通って連行した。
εἶτα σημείου δοθέντος, οἱ Μεγαρεῖς προσπεσόντες ἔκτεινον τοὺς ἄνδρας.
そして合図が送られると、メガラ人たちが襲いかかって彼らを殺害した。
οὕτω δὲ τῆς πόλεως ἐλευθερωθείσης, τούς τε βουλομένους τῶν Μεγαρέων πολίτας ἐποιήσαντο καὶ κατασκευάσαντες οἶκον εὐμεγέθη τὰς πέδας ἀνέθηκαν, καὶ ἀπὸ τούτου
πεδήτης
ὁ οἶκος ὠνομάσθη.
このようにして都市が解放されると、彼らはメガラ人のうち望む者たちを市民とし、また大きな建物を建設してその足枷を奉納した。 そしてこのことに由来して、その建物は「ペデテス(足枷の部屋)」と名付けられた。
§58διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν κεφαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας;
なぜコス人の間では、アンティマケイアにおけるヘラクレスの神官が、女性の衣をまとい、頭にミトラを巻いて、犠牲の儀式を開始するのか。
Ἡρακλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν ἄλλων διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς ἄνδρας.
ヘラクレスは6隻の船でトロイアから出航したのち嵐に遭い、他の船が難破したため、ただ1隻だけで風に押し流されてコス島へと向かい、ラケテルと呼ばれる場所の近くに漂着した。 その際、武器と部下たちのほかには、何一つ救い出すことはできなかった。
ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος·
彼は羊の群れに出会うと、羊飼いに雄羊1頭を求めた。
ὁ δʼ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ διαπαλαῖσαι τὸν Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι.
その男はアンタゴラスという名で、肉体の力にあふれていたため、ヘラクレスに自分と力比べをし、もし自分を投げ飛ばしたら雄羊を連れていくがよい、と命じた。
καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δὲ Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν, ἐν ᾗ λέγεται τῷ πλήθει καταπονούμενος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατακρύψας ἑαυτόν.
ヘラクレスが彼と組み合うと、メロプス人たちはアンタゴラスを助けに、ギリシア人たちはヘラクレスを助けに駆け寄り、激しい戦いが始まった。 その戦いで、ヘラクレスは多勢に無勢で圧倒され、トラキア人の女性のもとに逃げ込み、女性の衣で身を隠して追っ手の目を逃れたと言われている。
ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Χαλκιοπήν, ἀνέλαβε στολὴν ἀνθίνην.
その後、再びメロプス人を打ち破って浄めを受け、カルキオペと結婚した際、彼は花柄の衣を身にまとった。
διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας οἱ γαμοῦντες δεξιοῦνται γυναικείαν στολὴν περιθέμενοι.
それゆえ、神官は戦いが起きたその場所で犠牲を捧げ、また結婚する男たちは女性の衣を身にまとって花嫁を迎え入れるのである。
§59πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν;
メガラにおける「ハマクソキュリスタイ」の一族はどこに由来するのか。
ἐπὶ τῆς ἀκολάστου δημοκρατίας, ἣ καὶ τὴν παλιντοκίαν ἐποίησε καὶ τὴν ἱεροσυλίαν, ἐπορεύετο θεωρία Πελοποννησίων εἰς Δελφοὺς διὰ τῆς Μεγαρικῆς καὶ κατηυλίσθησαν ἐν Αἰγείροις παρὰ τὴν λίμνην μετὰ παίδων καὶ γυναικῶν ὡς ἔτυχεν ἐν ταῖς ἁμάξαις.
パリントキアや神殿略奪を引き起こした放縦な民主政の時代に、ペロポネソス人たちの神聖な使節がメガラの領土を通ってデルポイへと向かっており、彼らは子供や妻たちを伴い、アイゲイロイという湖のほとりで、荷車の中で成り行き任せに夜を明かした。
τῶν δὲ Μεγαρέων οἱ θρασύτατοι μεθυσθέντες, ὕβρει καὶ ὠμότητι τὰς ἁμάξας ἀνακυλίσαντες εἰς τὴν λίμνην ἐνεώσαντο, ὥστε πολλοὺς ἀποπνιγῆναι τῶν θεωρῶν.
メガラ人のうち最も不遜な者たちが、酔っ払って、傲慢さと残酷さから荷車を転がして湖に突き落とし、その結果、使節たちの多くが溺死した。
οἱ μὲν οὖν Μεγαρεῖς διʼ ἀταξίαν τῆς πολιτείας ἠμέλησαν τοῦ ἀδικήματος, οἱ δὲ Ἀμφικτύονες, ἱερᾶς τῆς θεωρίας οὔσης, ἐπιστραφέντες τοὺς μὲν φυγῇ τοὺς δὲ θανάτῳ τῶν ἐναγῶν ἐζημίωσαν.
メガラ人たちは国政の無秩序のためにその不法行為を無視したが、隣国同盟は使節が神聖なものであったため、これを取り上げ、呪われた者たちのうち、ある者には追放、ある者には死罪を科した。
οἱ δὲ ἀπὸ τοῦ γένους
ἁμαξοκυλισταί
προσηγορεύθησαν.
そして彼らの子孫は「ハマクソキュリスタイ(荷車を転がす者)」と呼ばれるようになった。