- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:57-59
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
サモスの「ペデテス(足枷の部屋)」の由来となったメガラ人捕虜による寡頭政打倒の政変、コス島におけるヘラクレスの女装伝説に由来する神官の祭儀慣習、そしてメガラの「ハマクソキュリスタイ(荷車を転がす者)」と呼ばれる不名誉な一族の起源について説明されている。
ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης καλεῖται; τῶν γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου μοναρχίας, οἱ Μεγαρεῖς Περινθίοις ἐπεστράτευσαν ἀποίκοις οὖσι Σαμίων πέδας κομίζοντες, ὡς λέγεται, ἐπὶ τοὺς αἰχμαλώτους. ταῦτα δὲ οἱ γεωμόροι πυνθανόμενοι βοήθειαν ἔπεμπον κατὰ τάχος, στρατηγοὺς μὲν ἀποδείξαντες ἐννέα, ναῦς δὲ πληρώσαντες τριάκοντα. τούτων ἐκπλέουσαι δύο πρὸ τοῦ λιμένος ὑπὸ κεραυνοῦ διεφθάρησαν οἱ δὲ στρατηγοὶ ταῖς ἄλλαις πλεύσαντες ἐνίκων τοὺς Μεγαρέας καὶ ζῶντας αὐτῶν ἔλαβον ἑξακοσίους. ἐπαρθέντες δὲ τῇ νίκῃ διενοοῦντο καταλύειν τὴν οἴκοι γεωμόρων ὀλιγαρχίαν. ἀφορμὴν δὲ παρέσχον οἱ προεστῶτες τῆς πολιτείας, γράψαντες αὐτοῖς ὅπως τοὺς αἰχμαλώτους τῶν Μεγαρέων κομίσωσι ταῖς αὐτῶν ἐκείνων πέδαις δεδεμένους. λαβόντες οὖν τὰ γράμματα ταῦτα καὶ δείξαντες κρύφα τισὶ τῶν Μεγαρέων ἔπεισαν αὐτοὺς συστῆναι μεθʼ αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι· βουλευομένοις δὲ κοινῇ περὶ τῆς πράξεως ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι,1 καὶ περιθέντας οὕτω τοῖς σκέλεσι τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδʼ ἐκβαίνωσιν τῶν σκελῶν ἐν τῷ βαδίζειν χαλαρῶν γενομένων. οὕτω δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες καὶ ξίφος ἑκάστῳ δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, ἦγον αὐτοὺς διʼ ἀγορᾶς εἰς τὸ βουλευτήριον, ὁμοῦ τι πάντων τῶν γεωμόρων συγκαθεζομένων. εἶτα σημείου δοθέντος, οἱ Μεγαρεῖς προσπεσόντες ἔκτεινον τοὺς ἄνδρας. οὕτω δὲ τῆς πόλεως ἐλευθερωθείσης, τούς τε βουλομένους τῶν Μεγαρέων πολίτας ἐποιήσαντο καὶ κατασκευάσαντες οἶκον εὐμεγέθη τὰς πέδας ἀνέθηκαν, καὶ ἀπὸ τούτου πεδήτης ὁ οἶκος ὠνομάσθη.2
なぜサモスにある談話室は「ペデテス」と呼ばれるのか。 デモテレスの殺害と彼の独裁政治の打倒の後、ゲオモロイが国政を握っていたとき、メガラ人は、サモス人の植民都市であるペリントス人に、噂によれば捕虜たちのための足枷を携えて、遠征した。ゲオモロイはこれを聞き、9人の将軍を任命し、30隻の船を艤装してただちに救援を送った。これらのうち出港した2隻が、港の手前で落雷により難破した。しかし将軍たちは残りの船で航海してメガラ人に勝利し、彼らのうち600人を生け捕りにした。この勝利に気勢を上げた彼らは、本国におけるゲオモロイの寡頭政を打倒しようと企てた。そして国政の指導者たちがその口実を提供した。すなわち、メガラ人の捕虜たちを、彼ら自身が持ってきたあの足枷で縛って連れてくるようにと将軍たちに書き送ったのである。そこで将軍たちはこの手紙を受け取り、メガラ人の一部に秘密裏に見せて、自分たちと共謀して都市を解放するよう説得した。その計画について共同で協議していた際、足枷の環を叩いて緩め、このようにメガラ人の脚に取り付けたうえで、歩くときに緩んでずり落ちたり脚から外れたりしないように、革紐で帯へと吊り上げることに決めた。このようにして男たちの身支度を整え、一人一人に剣を与え、サモスに入港して上陸すると、ゲオモロイのほぼ全員が議場に一堂に会しているところへ、彼らを市場を通って連行した。そして合図が送られると、メガラ人たちが襲いかかって彼らを殺害した。このようにして都市が解放されると、彼らはメガラ人のうち望む者たちを市民とし、また大きな建物を建設してその足枷を奉納した。そしてこのことに由来して、その建物は「ペデテス(足枷の部屋)」と名付けられた。
διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν κεφαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας;3 Ἡρακλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν ἄλλων διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς ἄνδρας. ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος· ὁ δʼ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ διαπαλαῖσαι τὸν Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι. καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δὲ Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν, ἐν ᾗ λέγεται τῷ πλήθει καταπονούμενος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατακρύψας ἑαυτόν. ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Χαλκιοπήν, ἀνέλαβε στολὴν ἀνθίνην. διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας οἱ γαμοῦντες δεξιοῦνται γυναικείαν στολὴν περιθέμενοι.
なぜコス人の間では、アンティマケイアにおけるヘラクレスの神官が、女性の衣をまとい、頭にミトラを巻いて、犠牲の儀式を開始するのか。 ヘラクレスは6隻の船でトロイアから出航したのち嵐に遭い、他の船が難破したため、ただ1隻だけで風に押し流されてコス島へと向かい、ラケテルと呼ばれる場所の近くに漂着した。その際、武器と部下たちのほかには、何一つ救い出すことはできなかった。彼は羊の群れに出会うと、羊飼いに雄羊1頭を求めた。その男はアンタゴラスという名で、肉体の力にあふれていたため、ヘラクレスに自分と力比べをし、もし自分を投げ飛ばしたら雄羊を連れていくがよい、と命じた。ヘラクレスが彼と組み合うと、メロプス人たちはアンタゴラスを助けに、ギリシア人たちはヘラクレスを助けに駆け寄り、激しい戦いが始まった。その戦いで、ヘラクレスは多勢に無勢で圧倒され、トラキア人の女性のもとに逃げ込み、女性の衣で身を隠して追っ手の目を逃れたと言われている。その後、再びメロプス人を打ち破って浄めを受け、カルキオペと結婚した際、彼は花柄の衣を身にまとった。それゆえ、神官は戦いが起きたその場所で犠牲を捧げ、また結婚する男たちは女性の衣を身にまとって花嫁を迎え入れるのである。
πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν; ἐπὶ τῆς ἀκολάστου δημοκρατίας, ἣ καὶ τὴν παλιντοκίαν ἐποίησε καὶ τὴν ἱεροσυλίαν, ἐπορεύετο θεωρία Πελοποννησίων εἰς Δελφοὺς διὰ τῆς Μεγαρικῆς καὶ κατηυλίσθησαν ἐν Αἰγείροις παρὰ τὴν λίμνην μετὰ παίδων καὶ γυναικῶν ὡς ἔτυχεν ἐν ταῖς ἁμάξαις. τῶν δὲ Μεγαρέων οἱ θρασύτατοι μεθυσθέντες, ὕβρει καὶ ὠμότητι τὰς ἁμάξας ἀνακυλίσαντες εἰς τὴν λίμνην ἐνεώσαντο, ὥστε πολλοὺς ἀποπνιγῆναι τῶν θεωρῶν. οἱ μὲν οὖν Μεγαρεῖς διʼ ἀταξίαν τῆς πολιτείας ἠμέλησαν τοῦ ἀδικήματος, οἱ δὲ Ἀμφικτύονες, ἱερᾶς τῆς θεωρίας οὔσης, ἐπιστραφέντες τοὺς μὲν φυγῇ τοὺς δὲ θανάτῳ τῶν ἐναγῶν ἐζημίωσαν. οἱ δὲ ἀπὸ τοῦ γένους4 ἁμαξοκυλισταί προσηγορεύθησαν.
メガラにおける「ハマクソキュリスタイ」の一族はどこに由来するのか。 パリントキアや神殿略奪を引き起こした放縦な民主政の時代に、ペロポネソス人たちの神聖な使節がメガラの領土を通ってデルポイへと向かっており、彼らは子供や妻たちを伴い、アイゲイロイにおいて湖のほとりで、荷車の中で成り行き任せに夜を明かした。メガラ人のうち最も不遜な者たちが、酔っ払って、傲慢さと残酷さから荷車を転がして湖に突き落とし、その結果、使節たちの多くが溺死した。メガラ人たちは国政の無秩序のためにその不法行為を無視したが、隣国同盟は使節が神聖なものであったため、これを取り上げ、呪われた者たちのうち、ある者には追放、ある者には死罪を科した。そして彼らの子孫は「ハマクソキュリスタイ(荷車を転がす者)」と呼ばれるようになった。
- 304bτῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι
「足枷の環を叩いて緩める」の意。διακροτέωは、金属を叩いて鍛える、またはここでは環の接合部を叩いて隙間を作り、足枷を容易に取り外しできるように加工したことを指す。続く「革紐で帯へと吊り上げる」という叙述から、足枷を形骸化させて歩きやすくし、かつ偽装を見破られないようにするための工夫であったことがわかる。
- 304cἀπὸ τούτου πεδήτης ὁ οἶκος ὠνομάσθη
奉納された足枷(πέδη)にちなんで、新築された大広間が「ペデテス(足枷をはめられた者の部屋)」と名付けられたことを示す。受動の意味の形容詞 πεδήτης が建物の名称に転用されている。
- 304cκατάρχεται τῆς θυσίας
「犠牲の儀式を開始する」の意。中動態 κατάρχομαι は属格を支配し、犠牲式における最初の予備的儀式(神聖な麦の散布や被犠牲獣の毛の刈り取りなど)を執り行うことを意味する。
- 304eἀπὸ τοῦ γένους
「その一族の者たち」または「彼らの子孫」。前述の神聖な使節を襲撃した「呪われた者たち(τῶν ἐναγῶν)」の末裔が、その不名誉な行為に由来する「ハマクソキュリスタイ(荷車を転がす者)」という名で呼ばれ続けたことを表している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
